Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Δέησις

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και επίκληση προς τον Δημιουργό

Εισαγωγή της δεήσεως και αναφορά στο δημιουργικό και προνοητικό έργο του Θεού σε όλη την κτίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εὐχὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεός, ἐλέησον ἡμᾶς. Ὁ πλούσιος ἐν ἐλέει καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ἐλ. ἡμ. Ὁ 〈τέλειος〉 καὶ ἀθάνατος 〈νοῦς,〉 ἐλ. ἡμ. Ὁ ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος, ἐλ. ἡμ.

Ὁ 〈πρὸ ἑωσφόρου γεννηθεὶς〉 κύριος καὶ θεός, ἐλ. ἡμ. Ὁ 〈δημιουργὸς〉 καὶ κτίστης 〈ἁπάντων〉 τῶν ὄντων, Ἰησοῦ Χριστέ, ἐλ. ἡμ. Ὁ τὴν ψυχὴν θήσας καὶ τὸ σῶμα βουλήσει τοῦ πατρός, ἐλ. ἡμ. Ὁ τὴν εὐδιάκριτον ὕλην σχηματίσας καὶ τὸν κόσμον συστήσας, ἐλ. ἡμ.

Ὁ τὸν οὐρανὸν ἐκτείνας καὶ τοῖς ἄστροις κατακοσμήσας, ἐλ. ἡμ. Ὁ τὴν γῆν θεμελιώσας καὶ ἄνθεσι χλοεροῖς καὶ εὐκόσμοις κατακοσμήσας, ἐλ. ἡμ. Ὁ τὰς ἀβύσσους κατακλείσας καὶ τὴν θάλασσαν τειχίσας τῷ σῷ προστάγματι, ἐλ. ἡμ.

Ὁ τετράποδα ζῶα, ἑρπετά τε καὶ πετεινὰ πτερωτὰ ποιήσας, ἐλ. ἡμ. Ὁ τὰ κήτη ποιήσας καὶ τοὺς ἰχθύας προστάξας, ἐλ. ἡμ. Ὁ πέτρας θεμελιώσας ἐν τοῖς ὕδασι καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς δράσας ἐν ὑψηλοῖς, ἐλ. ἡμ.

Ὁ 〈τὸν〉 ἥλιον καὶ τὴν σελήνην θεμελιώσας, ὁ μόνος ποιητὴς τῶν ἁπάντων καὶ κύριος, ἐλ. ἡμ. Ὁ τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας καὶ κατάρχειν τούτων ἁπάντων προστάξας, ἐλ. ἡμ. Ὁ καιροὺς καὶ χρόνους καὶ μῆνας καὶ ἡμερῶν καὶ νυκτῶν μέτρα θέμενος, ἐλ. ἡμ.

Ἡ πανσωστικὴ αἰτία καὶ ἡνίοχος ἁπάντων, ἐλ. ἡμ. Ὁ ἐπιτιμῶν τοῖς ἀνέμοις καὶ νεύματι τὴν γῆν σαλεύων, ἐλ. ἡμ. Ὁ πῦρ καὶ κρύσταλλον θησαυρίσας, ἐλ. ἡμ. Ὁ τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων καὶ ποταμοὺς ῥυθμίζων, ἐλ. ἡμ.

Ὁ τὰ ὄρη καὶ βουνοὺς παλαιῶν, ὁ τὴν θάλασσαν μαινομένην κατευνάζων, ἐλ. ἡμ. Ὁ τὰ πάντα ἐν ῥοπῇ ζυγῷ σταθμίσας, ἐλ. ἡμ. Ὁ τὰ ὄντα καταρτίσας ἐκ τῶν μὴ ὄντων βουλήσει τοῦ πατρός, μόνε δημιουργέ, ἐλ. ἡμ.