Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν

Ἰωάννης ὁ Χρυσόστομος

Ευχή και καταληκτήριος δοξολογία

Προσευχή για προστασία από τα πονηρά πνεύματα, πνευματική καρποφορία των πιστών και τελική δοξολογία της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ὑποταγέντων δὲ αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων, αὐτὸς τὰς ἐπιπόνους εὐχὰς ἡμῶν ἀναλάβοι, καὶ νικητὰς ἡμᾶς ἀναδείξει (sic) τῶν πειρατηρίων τοῦ κόσμου· ὑποτάξει ἡμῖν πᾶσαν τὴν φάλαγγα τῶν ἀκαθάρτων πνευμάτων, λέγων πρὸς ἡμᾶς· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.

Ἀβλαβεῖς τοιγαροῦν καὶ ἀμώμους, ὑγιεῖς καὶ ὁλοκλήρους διαφυλάξει ἡμᾶς ψυχῇ καὶ σώματι καὶ πνεύματι, πεπληρωμένους καρπῶν δικαιοσύνης καὶ εὐποιίας, ὁ τῶν ὅλων Θεὸς, ὁ καταξιώσας ἡμᾶς συναχθῆναι, καὶ τὴν σωτήριον ἐπιτελέσαι ἑορτήν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.