Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Ευαγγελικά πρότυπα προσφοράς και καταληκτήρια δοξολογία

Αναφορά στη βιβλική διδασκαλία σχετικά με την αποδοχή των προσφορών των πενήτων από τον Θεό και η τελική δοξολογία της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἄκουσον αὐτοῦ ἐν Εὐαγγελίοις βοῶντος· Δότε ἐλεημοσύνην, καὶ πάντα πεπλήρωται. Δότε μοι, κράζει ὁ πάντας πλουτίζων· δότε μοι, κράζει ὁ πᾶσι δεδωκὼς εἰς ἀπόλαυσιν. Ἀνέχεται καὶ δύο ὀβολοὺς παρὰ χήρας δεχόμενος· οὐκ ἐρυθριᾷ καὶ εἰς ποτήριον ψυχροῦ ὕδατος κατερχόμενος· οἶδε καὶ πρόθεσιν ἀπόρου ἐλεήμονος ἀποδέξασθαι· αὐτὸς γὰρ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· ᾧ πρέπει δόξα καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.