Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σαμαρεῖτιν, ἐν τῇ μεσοπεντηκοστῇ

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στη φιλομάθεια της Σαμαρείτιδας

Εισαγωγή στο θέμα της ομιλίας και αναφορά στην προθυμία της Σαμαρείτιδας για τη θεία διδασκαλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Εἰς τὴν Σαμαρεῖτιν. Τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς. Φέρε τοίνυν σήμερον, ἀγαπητοὶ, καθὼς ἂν ἡ θεία χάρις δίδωσι, τοῖς εὐαγγελικοῖς θησαυροῖς ἐγχειρήσωμεν. Κοσμεῖ γὰρ τὸ περὶ ταῦτα φιλομαθὲς τὰς ψυχὰς, καὶ τὴν γηΐνην ἐκτείνει πρὸς οὐρανὸν ἕξιν. Καὶ γὰρ φιλομάθεια τὴν θαυμασίαν ἐκείνην Σαμαρεῖτιν ἐξ ὑδροφόρου κατεσκεύασεν ἔνθεον· εὑροῦσα γὰρ μαθημάτων θησαυρὸν, παρέδραμε· μᾶλλον δὲ οὐχ ηὗρεν, ἀλλ᾽ ηὕρηται.