Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα
Προοίμιο και λυτρωτική σημασία του Πάσχα
Αναφορά στην αδυναμία του ανθρωπίνου λόγου να υμνήσει επάξια το Πάσχα και εξαίρεση της θείας φιλανθρωπίας που ελευθέρωσε την ανθρωπότητα.
A platform for reading, searching, and exploring patristic and biblical texts
Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.
Using the Reader
Quick find Search directly for an author, work, or book of Scripture.
Detailed selection Choose a source, then an author, work, chapter, or biblical passage.
Study tools While reading, you can use translations, bookmarks, notes, and your personal appearance settings.
Ἔργον
Προοίμιο και λυτρωτική σημασία του Πάσχα
Αναφορά στην αδυναμία του ανθρωπίνου λόγου να υμνήσει επάξια το Πάσχα και εξαίρεση της θείας φιλανθρωπίας που ελευθέρωσε την ανθρωπότητα.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸ ἅγιον πάσχα Νικᾷ καὶ μόνη ἡ ὄψις τῆς ἑορτῆς πᾶσαν ἐγκωμίων πλοκὴν καὶ πᾶς ἔπαινος τῇ ἀξίᾳ ἀπολιμπάνεται· ὅσον γὰρ ἂν ὁ λόγος ἀναλάβοι ἀγῶνα καὶ ὅλον ἑαυτὸν κινήσει πρὸς τὰ ἐγκώμια, οὐδὲν εἰπεῖν πρὸς ἀξίαν δυνήσεται. Ὥσπερ δὲ ὁ ἄπειρος ὑπάρχων θαλάσσης ὅταν ἀχανὲς καὶ μέγα θεάσηται πέλαγος πρὸ τῆς ἀρχῆς τῷ πλείστῳ φόβῳ νεκροῦται καὶ πρὸς μόνην τὴν ὄψιν ἐκλύεται καὶ ἀλλοιοῦται τῷ προσώπῳ ἐπιβῆναι καὶ νῶτα θαλάττης ἀσπάσασθαι, οὕτως καὶ ἡμεῖς θεωροῦντες τῆς θεότητος τὸ πέλαγος οὔτε ἅψασθαι τῶν ἐγκωμίων τολμῶμεν, ἵνα μὴ μικρὰ καὶ εὐτελῆ ἐξ ἀμαθίας φθεγξώμεθα. Κρεῖσσον γὰρ ἐστὶ σιωπῶντα τιμᾶν ἢ ὑβρίζειν φθεγγόμενον· ἡ μὲν γὰρ σιωπὴ ἐπιγινώσκουσα τὴν οἰκείαν ἀμαθίαν ἀξιοῦται συγγνώμης, ἡ δὲ προπετὴς πραγματεία οὐδὲν ἄξιον τοῦ προκειμένου ἐρευγομένη καὶ ἀσύγγνωστός ἐστι καὶ ἑαυτὴν ἐστηλίτευσεν. Ὅμως ἐπειδὴ ὁ θεὸς διὰ πλῆθος οἰκτιρμῶν καὶ τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν οὐ κατ᾽ ἀξίαν ἐπιζητεῖ ἀλλὰ τὴν ἑκάστου πρόθεσιν ἀποδέχεται, λέγωμεν ὅσα δυνάμεθα.
Ἡ γὰρ ἑορτὴ τῆς θεϊκῆς ἐστι φιλανθρωπίας τεκμήριον καὶ βοᾷ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὴν νοητὴν ἀγαθότητα· δι᾽ ἧς ὁ μονογενὴς τὸν κόσμον ἀπολλύμενον ἔσωσε καὶ τὸν ἐξορισθέντα ἀνεκαλέσατο ἄνθρωπον, δι᾽ ἧς τὸν δουλωθέντα Ἀδὰμ ἠλευθέρωσεν, δι᾽ ἧς τὴν κακῶς ἐκταθεῖσαν κατὰ τοῦ ξύλου δεξιὰν τῆς Εὔας ἰάσατο, δι᾽ ἧς τὰς τοῦ ᾅδου πύλας ἀνέῳξε συντρίψας μοχλοὺς παραβάσεως καὶ δαιμόνων ἀμετάβλητον πατήσας ὠμότητα καὶ τοὺς πυλωροὺς καταπλήξας.
Work
Text
Opens the related passage in a new window.