Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν σταυρὸν καὶ τὸν λῃστήν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Η δόξα του Σταυρού

Εισαγωγική δοξολογία για την ύψωση του Σταυρού και τα σωτηριώδη αποτελέσματά της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Γῇ αὐτῇ ἡμέρᾳ. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Χρυσοστόμου λόγος εἰς τὸν τίμιον σταυρὸν καὶ εἰς τὴν λῃστήν. Εὐλόγησον πάτερ. Ἀπαρξώμεθα τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὸν περὶ τοῦ σταυροῦ λόγον καὶ στέψωμεν τὴν ἡμέραν, μᾶλλον δὲ στεφθῶμεν ὑπὸ τῆς μνήμης τῆς ἡμέρας· οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα σταυρὸς στεφανοῦται, ἀλλ᾽ ἐξ ὧν εὐγνωμόνως ὁμολογοῦμεν τοὺς στεφάνους παρ᾽ αὐτοῦ κομιζόμεθα. Σήμερον, ἀδελφοί, σταυρὸς ἐπάγη καὶ κόσμος ἡγιάσθη, σήμερον σταυρὸς ἐπάγη καὶ θάνατος ἀνετράπη, σήμερον σταυρὸς ἔλαμψεν καὶ δαίμονες ἐσκορπίσθησαν, σήμερον σταυρὸς ἐβράβευσεν καὶ διάβολος κατῃσχύνθη, σήμερον σταυρὸς ἔλαμψεν καὶ θάνατος ἐνικήθη καὶ ἄνθρωπος ἐλευθερώθη καὶ ὁ Θεὸς ἐδοξάσθη.