Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἐργάτας τῆς ἑνδεκάτης ὥρας

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή σε μετάνοια και ακροτελεύτια δοξολογία

Πρόσκληση προς καθαρισμό από τις αμαρτίες μέσω της μετάνοιας ή του βαπτίσματος και τελική κατακλείδα της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Προτρέπεταί σε κἂν τὴν μίαν ὥραν εἰς τὸν ἀμπελῶνα ἐργάσασθαι, ἵνα αἰώνιόν σοι βασιλείαν χαρίσηται καὶ ἀνάπαυσιν πολλήν. Τοιγαροῦν τὴν σπ[ουδὴν] καὶ τὴν προθυμίαν ὀψέποτε ἀνάλαβε, ὥ[στε] τὸν πεπαλαιωμένον σὸ[ν] μυριορράφον καὶ κατά[ρρυ]πον καὶ βαρύτατον χιτῶνα τῶν ἁμαρτημάτων διὰ τοῦ βαπτίσματος ἢ διὰ τῆς μετανοίας ἀπόρριψον, καὶ ὡς ἀετὸς [ἀνακαι]νισθεὶς τὴν νεότητα, [ἅρ]πασον τὴν δεσποτικὴν προτροπὴν πρὶν ἁρπαγῇς παρὰ ἀγγέλων εἰς ᾅδην. Δάκρυσι καὶ στεναγμοῖς καὶ ἐλεημοσύναις τὸν κριτὴν τῶν ἁπάντων πρὸς οἶκτον ἐπίκαμψον, τὸν βοῶντα καὶ λέγοντα· «Ἐὰν ἐπιστραφεὶς στενάξῃς, σωθήσῃ». Οὐ βραδύνω, οὐ μέλλω, οὐχ ὑπερτίθημι. «Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ ἐγὼ πάρειμι». Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΜΗΝ.