Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ μετανοίας
Προοίμιο και προτροπή σε πνευματική ανακαίνιση
Εισαγωγική προσφώνηση προς το εκκλησίασμα και κάλεσμα για την ανοικοδόμηση του πεπτωκότος ναού της ψυχής μέσω της μετανοίας.
A platform for reading, searching, and exploring patristic and biblical texts
Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.
Using the Reader
Quick find Search directly for an author, work, or book of Scripture.
Detailed selection Choose a source, then an author, work, chapter, or biblical passage.
Study tools While reading, you can use translations, bookmarks, notes, and your personal appearance settings.
Ἔργον
Προοίμιο και προτροπή σε πνευματική ανακαίνιση
Εισαγωγική προσφώνηση προς το εκκλησίασμα και κάλεσμα για την ανοικοδόμηση του πεπτωκότος ναού της ψυχής μέσω της μετανοίας.
Περὶ μετανοίας. Στεφάνῳ χρυσοκόμοις ἄνθεσι πεπλεγμένῳ τὰς τῶν φιληκόων κεφαλὰς δοξάσαι βουλόμενοι, ἐκ τῶν ἀκηράτων λειμώνων Χριστοῦ δακτύλοις ἄνθεα περικαλλῆ τρυγήσαντες, ἀγγέλους ἡμῖν συνεργεῖν Πνεύματι θείῳ προσταχθέντας ἐρωτῶμεν. Ἄξιος γὰρ εἶ ὁ τοῦ Θεοῦ λαὸς, μᾶλλον δὲ ναὸς, τοιούτῳ στεφάνῳ δεδοξάσθαι, ὅσοι μάλιστα ἄσπιλον καὶ ἀμόλυντον τὸν ναὸν τοῦ Θεοῦ ἐφυλάξατε, πορφυρέοις στόμασι καὶ τῷ ἐμφεγγεῖ μαργαρίτῃ τὰς ἐν τῷ σκότει ψυχὰς περιλάμψαντες, τούτοις τὸ φέγγος τῆς εὐσεβείας ἀστράψατε. Χαλάσατε αὐτοῖς χεῖρας ἀγάπης, καὶ καθάπερ ἐκ βάθους τῆς ἀγνωσίας ἐπὶ τὸ θαυμαστὸν φῶς τῆς ἐλπίδος αὐτοὺς ἀνάξατε.
Ὅσοι δὲ ἐξ ἀπροσεξίας ταῖς ἡδυπαθείαις τὸν ναὸν τοῦ Θεοῦ διεφθείρατε, μὴ εἰς τέλος ἑαυτοὺς ἀπελπίσατε, ἀλλὰ διὰ τῆς μετανοίας τοῦτον πάλιν ἀνακαινίσατε. Ὥσπερ γὰρ ἀνὴρ φρόνιμος τὸν ἐξ ἀμελείας ἑαυτοῦ οἶκον σαθρωθέντα καὶ διαφθαρέντα σπουδαίως ἐπανορθωσάμενος ἀνακτίζει, ὡς οὐδὲν αὐτὸν ἀπολιμπάνεσθαι τὸν ἐξ ἀρχῆς ἀνοικοδομηθέντα οἶκον· ὡσαύτως καὶ ὁ ἔνοικος τῆς ψυχῆς ἡμῶν νοῦς τὴν ταῖς ἁμαρτίαις διολισθήσασαν καὶ πεπτωκυῖαν ψυχὴν τῇ μετανοίᾳ πάλιν ἀνακαινίζει. Μετάνοια γὰρ τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ, τὴν ἀπαλλοτριωθεῖσαν Θεοῦ πάλιν φίλην καθίστησι· μετάνοια τὴν ἐπισυμβᾶσαν τῇ ψυχῇ σκοτομηνίαν ἀποσοβεῖ, καὶ τὴν νέκρωσιν ἀπελαύνει· μετάνοια τὴν κατηραμένην ψυχὴν ἀνεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην ὑγιάζει.
Work
Text
Opens the related passage in a new window.