Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῶν ἐν νηστείᾳ ἐγκρατῶς βιούντων

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο περί της ασκήσεως της σωφροσύνης

Παραλληλισμός των πνευματικών αγώνων με την προετοιμασία των αθλητών και προτροπή προς την απόκτηση της σωφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Βʹ. Τοῦ αὐτοῦ περὶ τῶν ἐν νηστείᾳ σωφρονούντων, καὶ διαγωγῆς διαφόρων προφητῶν. Οἱ μὲν ἀθληταὶ καθ᾽ ἑκάστην ἡμέραν γυμναζόμενοι καὶ τὴν τέχνην αὔξουσι, καὶ τὴν κατὰ τῶν ὑπεναντίων νίκην ῥᾳδίως λαμβάνουσιν· οἱ δέ γε δρομεῖς ἐν τῇ καθημερινῇ μελέτῃ τῆς εὐστροφίας εὐκινήτους τὰς ἁρμονίας ἀπεργαζόμενοι πρὸς προσδοκίαν ταχίστην ὀξύνονται.

Τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ πατέρες συνεχέστερον ἡμᾶς διδάσκειν ἐπιτρέπουσιν, ἵνα τὴν ἐν τῷ διδάσκειν ἀσφάλειαν ἐκ τῆς τοῦ λόγου μελέτης ταχεῖαν ἡμῖν προσποιησώμεθα. Δεῦρο τοίνυν, ἀγαπητοὶ, τὸν Ἰωσὴφ ἰχνηλατήσαντες, τὴν Αἰγυπτίαν ἁμαρτίαν λείποντες, γυμνοὶ τοῦ μίσους πρὸς τὴν σωφροσύνην ἐκδράμωμεν.