Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὸν νθ' ψαλμόν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του καταληκτικού στίχου και δοξολογία

Τελική προσέγγιση της εν Θεώ δύναμης προς υπέρβαση της φθοράς και ολοκλήρωση του έργου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 5

Ἐν τῷ θεῷ ποιήσωμεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς. 〈Ἐν τῷ θεῷ ποιοῦσι δύναμιν〉 οἱ μὴ ἐπιγράφοντες ἑαυτοῖς τῶν ἀρετῶν τὰ κατορθώματα μηδὲ τῇ ἑαυτῶν σοφίᾳ τὴν τῶν θείων μυστηρίων κατάληψιν, ἐν οἷς 〈αὐτὸς〉 ὁ θεὸς μονώτατος καὶ ὅλως χωρῶν, πᾶσαν ἀρετὴν ἐργάζεται καὶ χαρίζεται γνῶσιν, 〈ἐξουδενῶν〉 πάντας τοὺς ἀντικειμένους τῇ τε ἀρετῇ καὶ τῇ γνώσει πονηροὺς δαίμονας καὶ διὰ κακίας καὶ ἀγνωσίας 〈ἐκθλίβειν〉 ἐπιχειροῦντας τοὺς φοβουμένους αὐτόν· αὐτὸς γὰρ πάντων ὑπάρχει σωτήρ, ὅτι καὶ πάντων δημιουργός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.