Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς τὸν αὐτὸν Θωμᾶν βʹ

Μάξιμος ὁ Ὁμολογητής

Επίλογος και δοξολογία

Η επιστολή ολοκληρώνεται με αίτημα του συγγραφέα για επιείκεια και προσευχή, εκφράζοντας ταπεινοφροσύνη και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 5

Ἀλλ’ εὖ γε, τιμία μοι κεφαλὴ, νῦν μᾶλλον ἢ πρότερον γενοῦ μοι φιλανθρωπότατος τῶν γεγραμμένων κριτὴς, καὶ τοσοῦτον ὅσον ἐμαυτοῦ καθ’ ὕφεσιν ἀρετῆς ἐγενόμην κατώτερος, καὶ τῇ φθορᾷ τῶν παθῶν τὴν νοερὰν τῆς ψυχῆς κατέπειρα δύναμιν, ἵνα τὸν ὄγκον τῆς ἐμῆς εὐπεριστάτου κακίας τῷ μεγέθει τῆς σῆς ἀρετῆς περιγράψας, παρακαλέσῃς με, γεγενημένον ὡς ἀσκὸν ἐν πάχνῃ, τῷ τε κρυμῷ πεφρυγμένον τῆς ἁμαρτίας, καὶ τῇ μνήμῃ συνεσταλμένον τῶν αἰωνίων κολάσεων, καὶ ποιήσῃς νέον τῇ ἀπεκδύσει τῆς παλαιότητος, καὶ μόνου τοῦ κατὰ Χριστὸν μυστικωτέρου λόγου χωρητικὸν, ᾧ κρυφίως ἡ τοῦ πνεύματός σοι ἥνωται ζέσις, ἀνακινοῦσά τε καὶ οἷον διαθερμαίνουσα τὴν ψυχὴν πρὸς μόνην τὴν ἀγάπην τοῦ κτίσαντος· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.