Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Τυπικόν

Νικηφόρος Βλεμμύδης

Τα προσφερόμενα δώρα και ο συμβολισμός τους

Καθορίζεται η αναγκαία καθαρότητα του άρτου και του οίνου και αναλύεται ο χριστολογικός συμβολισμός του θυμιάματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 3

δ. Περὶ τῶν προσφερομένων Θεῷ ἄρτου καὶ οἴνου καὶ θυμιάματος. 1. <Ἐ>πειδὴ τὰ πρὸς τὸ ἅγιον θυσιαστήριον, τῷ Θεῷ προσφερόμενα, τῶν ἄλλων ὑπέρτερα, περὶ αὐτῶν διέξειμι πρότερον. Ὅσοι τοίνυν ἄρτοι τῷ πάντων τροφεῖ προσκομίζονται, σῶμα γινόμενοι δεσποτικόν, τὸ ῥύπου παντὸς ἀνεπίδεκτον, ἔστωσαν κατὰ τὸ ἐγχωροῦν καθαρώτατοι· καὶ ὁ οἶνος, ἐπίλεκτος, ἐπείπερ αἷμα κυριακὸν ἀποτελεῖται τὸ τιμιώτατον. Τὸ θυμίαμα, σύνθετον ἐκ ξυλαλόης ἔστω καὶ τοῦ μέλανος θυμιάματος τοῦ κοινοῦ, τῶν εὑρισκομένων ἁπάντων ὄντος ὑπερφεροῦς, ἐπεὶ καὶ ὁ Κύριος ὃν τυποῖ τὸ θυμίαμα, φύσεως οὐ μιᾶς, ἀλλὰ τῆς ὑπερτάτης θεότητος, καὶ τῆς κοινῆς ἀνθρωπότητος, καὶ ταύτης ἀνοθεύτου τὲ καὶ εἰλικρινοῦς, ὑποστάσεως μέντοι συνθέτου, μιᾶς, ὃς ἑαυτὸν ὑπὲρ ὑμῶν εἰς ὀσμὴν προσήνεγκεν εὐωδίας, ὡς ἱερεύς, καὶ ὡς Θεὸς προδεδέξατο μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος. 2.