Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Κανόνες
Πρώτη σειρά κανόνων (Α΄ - ΙΖ΄)
Δεκαεπτά εκκλησιαστικοί κανόνες που αφορούν τη νηστεία, τον γάμο, την ιεροσύνη, το βάπτισμα και τα απορριπτέα απόκρυφα βιβλία.
A platform for reading, searching, and exploring patristic and biblical texts
Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.
Using the Reader
Quick find Search directly for an author, work, or book of Scripture.
Detailed selection Choose a source, then an author, work, chapter, or biblical passage.
Study tools While reading, you can use translations, bookmarks, notes, and your personal appearance settings.
Ἔργον
Πρώτη σειρά κανόνων (Α΄ - ΙΖ΄)
Δεκαεπτά εκκλησιαστικοί κανόνες που αφορούν τη νηστεία, τον γάμο, την ιεροσύνη, το βάπτισμα και τα απορριπτέα απόκρυφα βιβλία.
Αʹ. Ὅτι δεῖ νηστεύειν τοὺς μοναχοὺς τῇ Τετράδι τῆς Τυροφάγου, καὶ τῇ Παρασκευῇ. Καὶ μετὰ τὴν τῶν Προηγιασμένων ἀπόλυσιν ἐσθίειν τυρόν, ὅπου ἂν εὑρεθῶσιν. Ἀνατρέπει δὲ ὁ κανὼν οὗτος τοῦ Ἰακὼβ τὸ δόγμα, καὶ τὴν τῶν Τετραδιτῶν αἵρεσιν.
Βʹ. Ὅτι οὐ δεῖ ὁδοιπορεῖν ἄνευ ἀνάγκης ἣ βίας ἐν Κυριακῇ. Γʹ. Τὴν ἀποκάλυψιν τοῦ Παύλου, καὶ τὰ λεγόμενα βροντολόγια, καὶ σεληνοδρόμια, ἢ καλανδολόγια, οὐ χρὴ δέχεσθαι· βέβηλα γὰρ πάντα. Δʹ. Τὴν ἀποκάλυψιν Ἔσδρα καὶ Ζωσιμᾶ, καὶ τὰ δύο μαρτύρια τοῦ ἁγίου Γεωργίου καὶ τῶν ἁγίων μαρτύρων Κηρύκου καὶ Ἰουλίττης, καὶ τὴν βίβλον Μάρκου καὶ διαδόχου οὐ χρὴ δέχεσθαι. Ἀπόβλητα γάρ, καὶ οὐ δεκτά.
Εʹ. Τοὺς ὄντας ἐν ἐπιτιμίοις μοναχοὺς χρὴ συνεσθίειν καὶ συνεύχεσθαι. Μετέχειν δὲ καὶ εὐλογίας, ἤγουν κατακλαστοῦ, ἅμα τῇ αὐτῶν ἐξομολογήσει. Ϛʹ. Χρὴ δέχεσθαι τὰς εὐποιίας τῶν ἀδιαθέτως τελευτώντων τὰς ὑπὲρ αὐτῶν γινομένας, εἴγε καὶ ζῶντες ἄρα προθέσεως εἶχον τοῦ οὕτω ταύτας τελεσθῆναι.
Ζʹ. Ἐάν τις ἀσθενὴς ᾖ, καὶ ἐπιζητῇ τὸ ἅγιον βάπτισμα, ἢ τὸ ἅγιον σχῆμα, χρὴ διδόναι ἀνυπερθέτως, καὶ μὴ κωλύειν τὴν χάριν. Ηʹ. Ἐάν τις ἐν ἀσωτίᾳ ἔζησε μέχρις ἐτῶν εἴκοσι, καὶ ἐπέκεινα, εἶτα μετὰ ταῦτα φανῇ ποιῶν ἔργα ἀρετῆς, οὐ χρὴ αὐτὸν χειροτονεῖσθαι. Τὸ γὰρ ἱερὸν ἀμόλυντον.
Θʹ. Ὅτι οὐ δεῖ ἐργάζεσθαι τὴν ἑβδομάδα τῆς διακαινησίμου, οὐδὲ τῷ Σαββάτῳ τῆς ἀπολυσίμου ψάλλειν τὸν ἄμωμον, οὐδὲ τὰς πέμπτας φυλάττειν. Ιʹ. Ὁ δίγαμος οὐ στεφανοῦται, ἀλλ’ ἕξει ἐπιτίμιον τὸ μὴ μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων ἕτη δύο.
ΙΑʹ. Ὁ τρίγαμος ἐπιτιμάσθω ἔτη πέντε, καὶ οὕτω δεχθήτω. ΙΒʹ. Ὁ χειρισάμενος τὸν ἑαυτοῦ πατέρα, καὶ ἀποκτείνας ἑκουσίως, τὰ τοῦ φόνου ἐπιτίμια τελέσει ἕτη τριάκοντα πέντε. ΙΓʹ. Κατὰ περίστασιν καὶ μοναχὸς λιτὸς βαπτίζει, ὡσαύτως καὶ διάκονος κατὰ περίστασιν βαπτίζει.
ΙΔʹ. Ἐὰν κατὰ ἄγνοιαν πληθυνθῇ ἀντιμίνσιον, οὐ μολύνεται. Ὁ γὰρ ἁγιασμὸς ἐν αὐτῷ ἐστι. Τὸ γὰρ ἱερόν, μιαρὸν οὐ γίνεται. ΙΕʹ. Οἱ ἀπὸ παλλακίδος καὶ πορνείας καὶ ἀπὸ διγάμων καὶ ἀπὸ τριγαμίας τικτόμενοι παῖδες, ἐὰν φανῶσιν ἀρετὰς ἔχοντες, καὶ εἰσὶν ἄξιοι ἱερωσύνης, χειροτονείσθωσαν.
ΙϚʹ. Χρὴ τὰ ἀβάπτιστα νήπια, ἐὰν εὑρεθῇ τις εἰς τόπον μὴ ὄντος ἱερέως, βαπτισθῆναι. Εἰ βαπτίσει δὲ καὶ ὁ ἴδιος πατήρ, ἢ οἱοσδήποτε ἄνθρωπος, μόνον ἵνα ἐστὶ Χριστιανός, οὐκ ἔστιν ἁμαρτία. ΙΖʹ. Ὅτι οὐ χρὴ μεταδιδόναι τοῖς λαμβάνουσι τόκον, ἢ συνεσθίειν αὐτοῖς, ἐπιμένουσι τῇ παρανομίᾳ.
Work
Text
Opens the related passage in a new window.