Ἔργον
Νικήτας Χωνιάτης – Πανοπλία δογματική
Τίτλος, αφιέρωση και προοίμιο του συγγραφέα
Ο πλήρης τίτλος της δογματικής πανοπλίας, εισαγωγικές θεολογικές σκέψεις και η προσφώνηση του Νικήτα Χωνιάτη προς τον αποδέκτη του έργου.
A platform for reading, searching, and exploring patristic and biblical texts
Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.
Using the Reader
Quick find Search directly for an author, work, or book of Scripture.
Detailed selection Choose a source, then an author, work, chapter, or biblical passage.
Study tools While reading, you can use translations, bookmarks, notes, and your personal appearance settings.
Ἔργον
Τίτλος, αφιέρωση και προοίμιο του συγγραφέα
Ο πλήρης τίτλος της δογματικής πανοπλίας, εισαγωγικές θεολογικές σκέψεις και η προσφώνηση του Νικήτα Χωνιάτη προς τον αποδέκτη του έργου.
Συλλογὴ τῶν ὅλων σχεδὸν δοξῶν καὶ αἱρέσεων καὶ ἱστορία τῶν ἀποτεκόντων αὐτὰς ἀνδρῶν, ἔτι δὲ καὶ ἀντιρρήσεις ἐπ’ ἐνίαις τούτων, καὶ μάλιστα ταῖς παλαιτέραις, καὶ ἕτερά τινα χρήσιμα τοῖς εὐσεβέσι, πονηθέντα παρὰ τοῦ σεβαστοῦ Νικήτα τοῦ Χωνιάτου, τοῦ καὶ γεγονότος κριτοῦ τοῦ βήλου, ἐπὶ τῶν κρίσεων, ἐφόρου, γενικοῦ, ἐπὶ τοῦ βασιλικοῦ κοιτῶνος, ἔπειτα δὲ καὶ μεγάλου λογοθέτου τῶν σεκρέτων. Θεῷ καὶ θεοφιλέσιν ἀνδράσι τίς ἂν ἀξία προσαγωγὴ γένοιτο; ὁ μὲν γὰρ τὸ ἀκρότατον τῶν ἁπάντων τῶν ἐφετῶν οὐδενὸς τῶν ὄντων ἐφίεται, ἐπεὶ καὶ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ τὰ πάντα τὸ εἶναι εἰλήφασιν· οἱ δὲ ὡς ἐξὸν τῇ ἀνθρωπίνῃ φύσει Θεῷ δι’ ἀρετῆς ὁμοιούμενοι καὶ κατὰ μέθεξιν αὐτῷ συγγινόμενοι ἐξ ἐκείνου τὸ ἀνενδεὲς ἀπεμόρξαντο. πλὴν καὶ Θεὸς συγκατιὼν ἀνθρώποις τὰ ἐξ ὧν παρέσχετο προσίεται προσαγόμενα ὡς πίστεως ὄντα δοκίμιον, οὐδ’ ἀποσείεται τὸν προσάγοντα· ἐν πολλοῖς δὲ καὶ ἀπόδοσιν εὐχῶν ἐπιτάττει ὡς ἐξελούμενος οὕτως ἐν ἡμέρᾳ θλίψεως καὶ δοξασθησόμενος.
καὶ οἱ Θεῷ δὲ δι’ ἀρετῶν πλησιάζοντες μὴ τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως ὑπερβάντες, μηδὲ τὴν τὰ σωματικὰ διακονοῦσαν Μάρθαν ἐπίπαν παραγκωνισάμενοι, τῇ δὲ τῶν ὄντων θεωρίᾳ ὡσεὶ καὶ Μαρία προσθέμενοι, καὶ λόγοις δεξιοῦνται τοὺς προσιόντας οὐκ ἐς τὸ πάντῃ ἀμείλικτον ἀποκλίναντες καὶ τῶν πρὸς χρείαν πνευματικὴν τοῖς αἰτοῦσι μεταδιδόασι, ἐν τῷ μέρει δὲ καὶ αὐτοὶ ὁπόσα μὴ τὴν ἀρετὴν ὑπονοθεύουσι φιλαγάθως δέχονται προτεινόμενα.
Κατὰ τουτονὶ τοίνυν τὸν λόγον, ὦ φιλότης, κἀγὼ οὐδὲν μὲν τῶν πρὸς σύστασιν σώματος θεοφιλείᾳ τῇ σῇ προσενήνοχα, ἐξότου μοι ἐπίσης τῆς ἐνεγκούσης ὑπὸ τῶν ἑσπερίων ἐθνῶν ἀπελήλασαι, οὐχ ὅτι μὴ τῶν ὄντων πέλεις τινὸς ἐνδεής—τοῦτο γὰρ οὐδὲ Ἠλίας ὑπερέβη τὸ τῶν νηστευτῶν ἀκροθίνιον· “λήψῃ γάρ μοι καὶ ψωμὸν ἄρτου,” πρὸς τὴν χήραν φησί, “καὶ ποιήσῃς μοι ἐν πρώτοις ἐγκρυφίαν, τοῖς δὲ σοῖς παισὶν ἔπειτα.” ἢ μᾶλλον οὐδ’ ὁ ἐμὸς καὶ σὸς Ἰησοῦς τὰς ἐπὶ γῆς πορείας τιθέμενος μετὰ σώματος, ἀλλὰ νηστεύσας ἐπείνασεν ὕστερον δεικνὺς τὸ ἀνθρώπινον—ἀλλ’ ὅτι λογικῶς μᾶλλον ἤπερ σωματικῶς ὑπ’ ἐμοῦ φιλοφρονεῖσθαι ποθεῖς, εἰδὼς ὡς μόλις τὴν συνοδίαν καὶ τὰ ὑπουργά μοι παιδάρια διατρέφειν δύναμαι ἐν γῇ παροικῶν ἀλλοτρίᾳ καὶ πρὸς τῇ μητροπόλει Βιθυνίας Νικαίᾳ πηξάμενος μόσυνα καὶ τὸ λεῖπον τοῦ βίου διατοξεύων ὡς ἀχρεῖος μετανάστης καὶ ἀμέγαρτος ἔπηλυς.
Work
Text
Opens the related passage in a new window.