Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ἀνθολόγιον κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Ανθολόγιο πατερικών μαρτυριών υπέρ των δύο θελημάτων στον Χριστό

Συλλογή μαρτυριών από τους Εφραίμ Αντιοχείας, Πρόκλο Κωνσταντινουπόλεως, Αμφιλόχιο Ικονίου και Ολυμπιόδωρο Αλεξανδρείας, συνοδευόμενη από ερμηνευτικό υπομνηματισμό για την πληρότητα της ανθρώπινης φύσης και την ακεραιότητα της ψυχής του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 3 από 3

Ἐφραὶμ τοῦ ὁσιωτάτου ἐπισκόπου Ἀντιοχείας ἐκ τοῦ κατὰ Σευήρου τρίτου λόγου· Ὥσπερ οὖν ἐν τῇ θείᾳ φύσει διάφορα λέγομεν φύσεως ἴδια, τουτέστι τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀναλλοίωτον, τὸ ἀπερίγραπτον, τὸ ἄτρεπτον καὶ τὰ τούτοις ἀδελφά τε καὶ σύμφωνα καὶ τῇ θείᾳ οὐσίᾳ μόνῃ ἁρμόζοντα, οὕτω καὶ ἐν τῇ θελητικῇ τοῦ θεοῦ δυνάμει πολλὰ θεοῦ ἐν ταῖς θείαις γραφαῖς λέγονται εἶναι θελήματα. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῆς κατ’ εἰκόνα θεοῦ γεγενημένης νόησον ψυχῆς· μίαν γὰρ καὶ αὐτὴ νοερὰν καὶ λογικὴν ἔχει τὴν ἐπιθυμητικὴν οὐσιωδῶς δύναμιν, ἣν εἴληφε πρὸς τὸ ἐμφύεσθαί τε καὶ πράττειν τὰ θεῖα προστάγματα· ἥτις δύναμις κατὰ φύσεως ἑστῶσα, οὔτε ἁμαρτία λέγεται οὔτε δικαιοσύνη, ἀλλ’ ἕξις ψυχῆς θελητική. Ταύτης τοίνυν τῇ αὐτεξουσίῳ τῆς ψυχῆς δυνάμει θελημάτων προσβολαὶ γίνονται δύο, λέγω δὴ θεϊκοῦ τε καὶ πονηροῦ. Καὶ ὅτε μὲν τὴν ῥοπὴν δῶμεν πρὸς τὴν ἐντολὴν τοῦ θεοῦ, θεϊκὸν ὀνομάζεται ἡμῶν τὸ θέλημα, οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὴν πρᾶξιν· ὅταν δὲ πάλιν πρὸς τὴν ὑπακοὴν τοῦ πονηροῦ κατασύρηται, τότε σαρκικὸν εἰκότως προσαγορεύεται θέλημα. Οἷον, φέρε εἰπεῖν τῆς φύσεως τῆς λογικῆς ἡμῶν ἐστι θέλησις τὸ ἀγαπᾶν τὴν ζωήν, σαρκικὴ δὲ πάλιν βούλησις τὸ ἐμπαθῶς ζῆν, θεϊκὸν δὲ θέλημα τὸ καταφρονεῖν καὶ ἀρνεῖσθαι τὴν ζωήν.

Τοῦ αὐτοῦ πατρὸς ἐκ τοῦ εἰς τὸ ἀποστολικὸν ῥητὸν λόγου τὸ φάσκον Πεπει<ρα>σμένον δὲ κατὰ πάντα δίχα μόνης τῆς ἁμαρτίας· Ἐντεῦθεν δὴ ὁρμώμενος ὁ τῶν πατέρων χορὸς τέλειον τὸν Χριστὸν πρεσβεύει ὥσπερ ἐν θεότητι οὕτω καὶ ἐν ἀνθρωπότητι, ὁμοούσιον ἡμῖν ὄντα κατὰ πάντα τρόπον δίχα μόνης τῆς ἁμαρτίας. Καὶ ὥσπερ μία ἦν καὶ ἀδιαίρετος ἡ τῆς Σιναΐτιδος βάτου ὑπόστασις πάντοθεν ἀβλαβῶς περιειλημ<μ>ένη τῷ πυρί, μήτε τῆς τοῦ φυτοῦ πόσας ἀμαυρούσης τὴν ἐνέργειαν τοῦ πυρός, μηδ’ αὐτῆς ἐνεργείας τῆς φλογὸς λυμαινομένης τῷ φυτῷ, οὕτω δὴ ἐν τῷ ἑνικῷ προσώπῳ Χριστοῦ ἀμαχεί μοι νόει τὴν θείαν καὶ ἀνθρωπίνην ἰδιότητα. Καὶ μεθ’ ἕτερα· Διατοῦτο ὁμοίωμα υἱοῦ θεοῦ, μᾶλλον δὲ τὸ ὁμοίωμα καὶ προτύπωμα τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῇ καμίνῳ τῶν παίδων προεξεικονίσθη. Ὥσπερ γὰρ ἡ τῶν παίδων ἐκείνων ἀνθρωπίνη φύσις σχεδὸν συγκεκραμένη ὅλη τῇ ἐνεργείᾳ καὶ φύσει τῆς φλογὸς τῇ τοῦ σώματος κινητικῶς καὶ μεταστατικῶς περιεπάτει ἐνεργείᾳ καὶ τῇ θελήσει τῇ νοερᾷ ἐξετέλει τὴν ὑμνῳδίαν, καὶ οὐδὲν ἐμίανε τὸ πῦρ τῶν σωματικῶν ἢ ψυχικῶν αὐτῶν ἰδιωμάτων, ἀλλὰ τέλειος ἦν Ἀζαρίας ἐν πυρότητι καὶ ἐν ἀνθρωπότητι, οὕτω καὶ ἐπὶ τοῦ Ἐμμανουὴλ νοητέον τὸ τῆς θεότητος αὐτοῦ πῦρ ὥσπέρ τινα πνοὴν ζωῆς συγκεκραμένον τῇ ψυχῇ καὶ τῷ σώματι· ἡγίασε μὲν ταῦτα, οὐ μὴν ἐμείωσέ τι τῶν κατ’ οὐσίαν τῆς ψυχῆς ἢ τοῦ σώματος.

Πρόκλου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ἐκ τοῦ λόγου τοῦ εἰς τὴν προδοσίαν τοῦ Χριστοῦ· Ἤρξατό φησι λυπεῖσθαι καὶ ἀδημονεῖν. Λύπη δὲ καὶ ἀδημονία καὶ θάμβος ἴδιά εἰσι ψυχῆς λογικῆς φυσικῶς προσόντα αὐτῇ· μόνη<ς> γὰρ ἁμαρτίας ἦν ἀπηλλαγμένη ἡ νοερὰ τοῦ σωτῆρος ψυχή. Καὶ μεθ’ ἕτερα· Εἰπὼν δὲ ἐν τῇ προσευχῇ Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ὡς ἄνθρωπος ἀληθῶς χρηματίσας, τὸ ἀνθρώπινον αὐτοῦ διὰ τῆς φωνῆς ἐσήμανε θέλημα. Καὶ μὴ θαμβηθῇς ὁρῶν αὐτὸν συγχωροῦντα τῇ ἰδίᾳ σαρκὶ ἀγωνιᾶν τὸν θάνατον· τῆς γὰρ ἀγωνίας πτωχέστερόν τί ἐστι τὸ μετὰ τὴν ἀνάστασιν αὐτοῦ τραυματιᾶν τὰς χεῖρας καὶ τὴν πλευράν, καὶ τεσσαράκοντα ἡμέρας σωματικῆς καὶ φθαρτῆς μεταλαμβάνειν τροφῆς.

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ εἰς τὰ Γενέθλια λόγου· Πάντων μὲν γὰρ τῶν ἐκ παρακοῆς ἡμῖν προσγινομένων ἀπήλλαξε καὶ ἀνεκάθηρε τὴν ἡμετέραν φύσιν ὁ λόγος· ἅπερ δὲ αὐτὸς κατ’ εἰκόνα τὴν οἰκείαν ἐποίησε, ταῦτα παραλλαγῆς οὐκ ἔχρῃζεν, οἵα<ς> τὸ φθαρὲν σῶμα διὰ τὸ μὴ συμφθαρῆναι ἀλλ’ ἄφθαρτον διαμεῖναι ὡς εἰκόνα θεοῦ τὴν ψυχήν.

Ὀλυμπιοδώρου τοῦ μεγάλου φιλοσόφου διακόνου Ἀλεξανδρείας ἐκ τοῦ δευτέρου λόγου τοῦ κατὰ Σευήρου, ἐν ᾧ παραγαγὼν τὴν χρῆσιν τοῦ ἁγίου Ἀθανασίου τὴν λέγουσαν τὰ δύο θελήματα ἐπὶ Χριστοῦ οὕτως πως διεξέρχεται λέγων· Καὶ γοῦν οὐκ οἶδ’ ὅπως οὐκ ἐξειθισμένος κατὰ σαυτὸν εὐθύτητα διαῤῥυθμίζει<ν> κανόσι τοῖς ἄλλοις ὁ Σευῆρος τὸ παρὸν οὐκ ἀπεικὸς τοῦ διδασκάλου διαπηύθυνεν οὐκ ἐθελοντὴς θεώρημα φάσκων· «Κατὰ τὰ προλεγόμενα καὶ ἐφεπόμενα εὐαγγελικὰ ῥήματα, ἃ ταυτότητι κανόνος ὁ Ἀθανάσιος ταλαντεύσας τῷ ἀνθρωπίνῳ τοῦ σωτῆρος τὰ μὴ πρὸς ὕψος ὁρῶντα προσήρμοσε, δῆλός ἐστι καὶ τὸ μὴ θέλον ἀποθανεῖν θέλημα ἐπὶ τὸν ἐν μορφῇ ἀνθρώπου τυγχάνοντα ἀναπεμπόμενος.» Ἑρμηνεία τῆς χρήσεως· Ἐν τῷ λόγῳ τῷ κατὰ Ἀρειανῶν, ἐν ᾧ τὰ δύο θελήματα ὁ ἅγιος Ἀθανάσιος εἶπε, πολλὰς χρήσεις εὐαγγελικὰς πτωχοπρεπεῖς εἰς τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ἁρμοζούσας παρήγαγεν, οἷον τὸ Ὁ πατήρ μου μείζων μού ἐστι, καὶ Δόξασόν με, πάτερ, καὶ Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ Προέκοπτεν ὁ Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ. Καὶ πάντα τὰ τοιαῦτα παραγαγών, εἰς τὴν σάρκα τοῦ κυρίου ταῦτα ἐξέλαβε καὶ ἡρμήνευσεν· ἐξ ὧν ἐστι καὶ τὸ Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν. Ἐπειδὴ οὖν τινές φασιν ὅτι οὐ περὶ ἰδίου θελήματος λέγει ὁ Χριστὸς Μὴ τὸ ἐμόν, ἀλλὰ περὶ τοῦ θελήματος τῶν ἀνθρώπων τοῦ ἐμπαθοῦς, ἠθέλησε παραστῆσαι ὁ Ὀλυμπιόδωρος ὅτι ἐκ τῶν προηγουμένων φαίνεται Ἀθανάσιος καὶ ἐκ τῶν ἐφεπομένων ὅτι εἰς τὸ ἀνθρώπινον τοῦ Χριστοῦ ἐνόησε τὸ Μὴ τὸ ἐμὸν θέλημα· διὸ καὶ ἐπάγει λέγων ὅτι Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Ὥσπερ οὖν τὸ πνεῦμα τὸ τοῦ Χριστοῦ νοοῦμεν, οὕτω καὶ τὴν σάρκα εἰς τὸ προφητικὸν ῥητὸν τὸ περὶ τοῦ ἀνθρώπου πρὸς θεὸν φάσκον Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, ὅπερ ὁ Ἀπόστολος εἰς Χριστὸν ἀναφέρων φησί· Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.