Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ἀνθολόγιον κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Αρειανικές και Ανομοιακές θέσεις και η ορθόδοξη απόκριση

Παραθέματα των Αρείου, Αετίου και Ευνομίου που παρερμηνεύουν την προσευχή του Χριστού, και η ανασκευή τους μέσω της μαρτυρίας του αγίου Ευσταθίου Αντιοχείας περί της κατ' οικονομίαν υποταγής του θελήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 1 από 3

{Χρήσεις ἄχρηστοι Ἀρειανῶν μιαρῶν δυσσεβῶς ἀθετοῦσαι τὴν ὁμοούσιον θεότητα τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ κτίσμα τὸν κτίστην τῶν ἁπάντων λέγουσαι.} Ἀρείου τοῦ μιαροῦ αἱρεσιάρχου τῆς τῶν Ἀρειανῶν δυσσεβείας ἐκ τοῦ περὶ τριάδος λόγου· Οὕτω γοῦν νοητέον ἐκείνας τὰς εὐαγγελικὰς φωνὰς τὰς λεγούσας ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, καὶ ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ὡς οὐ πάντη ἐφεπομένου καὶ συναινοῦντος τῇ πατρικῇ βουλῇ τοῦ θελήματος τοῦ υἱοῦ· ὅθεν χρησίμως ὑπὲρ τὸ ἑαυτοῦ προτιμᾷ θέλημα τοῦ πατρὸς λέγων· Μὴ τὸ ἐμόν, πάτερ, γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.

Τοῦ αὐτοῦ Ἀρείου ἐκ τῆς ἑρμηνείας ἧς ἐξέθετο κατὰ τοῦ συμβόλου τῶν ἐν Νικαίᾳ τιη πατέρων· Ἦμεν γὰρ ποτὲ καὶ ἡμεῖς φησιν ἀπειθεῖς, ποιοῦντες τὰ θελήματα τῆς σαρκός, ἅπερ καὶ ἐν ἑτέρῳ τόπῳ καταμέμφεται λέγων Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, καὶ Τὸ θέλημα αὐτῆς νόμῳ θεοῦ οὐχ ὑποτάσσεται· οὔτε γὰρ δύναται, ἔχθρα ὂν εἰς θεόν. Ὡς οὖν σαρκὸς καὶ αἵματος κοινωνήσας ὁ Ἰησοῦς, καὶ σπέρματος καὶ θελήματος Ἁβραὰμ ἐπιλαβόμενος, παραιτεῖται τὸ οἰκεῖον θέλημα λέγων· Πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω. Καὶ μεθ’ ἕτερα· Μίαν τοίνυν υἱοῦ κτιστὴν φύσιν αἱ θεῖαι ἡμᾶς ἐκπαιδεύουσι γραφαί, καθὰ καὶ ἐν αὐταῖς τὸ θέλημα ἐπιστάμεθα ὥσπερ καὶ τὴν ἐνέργειαν.

Ἀετίου αἰτίου πάσης Ἀρειανῆς θεομάχου αἱρέσεως ἐκ τοῦ περὶ υἱοῦ λόγου· Οὔκουν διθελὴς ὁ τῆς Μαρίας υἱός, ἵνα μὴ κατὰ τοὺς Μανιχαίων νόμους τῷ σαρκικῷ θελήματι ἀντιστρατεύηται τῷ θελήματι τοῦ θεοῦ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Αὐτὸς γὰρ ἑαυτῷ ἑρμηνεύει ὁ υἱὸς τὴν τῆς οἰκείας φύσεως ὑπόστασιν καὶ ἀνομοιότητα, παραιτούμενος τὴν πρᾶξιν τοῦ οἰκείου θελήματος. Εἰ οὖν τὸ θέλημα παραιτητέον, τρεπτὴ πάντως καὶ ἡ φύσις. Ὅθεν οὐδὲ ἀπαξιοῖ ὁ υἱὸς θεὸν ἑαυτοῦ καὶ ποιητὴν ὁμολογεῖν τὸν πατέρα· μόνον γὰρ ἀγαθὸν τὸ θέλημα τοῦ πατρός. Διάφοροι γοῦν αἱ φύσεις υἱοῦ καὶ πατρός, καὶ δύο ἀνόμοια αὐτῶν τὰ θελήματα.

Εὐνομίου πρωτοστάτου τῆς Ἀρείου θυμελικῆς ὀρχήστρας ἐκ τοῦ περὶ υἱοῦ τρίτου λόγου, κεφαλ<αίῳ> ιθʹ. Καταβέβηκα γάρ φησιν ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πατρός. Ὅρα τὸν κατελθόντα ἄνωθεν λόγον ἀκυροῦντα τὸ ἴδιον θέλημα ὡς μὴ συμφωνοῦντα τῷ ἀκτίστῳ θελήματι τοῦ πατρός, διὰ τὸ κτιστὴν ἔχειν τὸν λόγον καθάπερ τὴν φύσιν οὕτω καὶ τὸ θέλημα.

Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας καὶ μάρτυρος ἀνατροπὴ τοῦ Κέλ<σου> ἐκ τοῦ λόγου τοῦ εἰς τὸ κατὰ Ἰωάννην, κεφαλ<αίῳ> κϛʹ· Ὑποτάττ<εται> καὶ μᾶλλον κυροῖ ὑπὲρ τὸ ἑαυτοῦ ὁ Χριστὸς τὸ τοῦ πατρὸς θέλημα ἐν διαφόροις τόποις, οὐχ ὅτι θέλημα ἦν ἐν αὐτῷ δεόμενον καταλύσεως, οὔτε θεϊκόν, οὔτε μὴν τὸ τῆς αὐτοῦ ἀνθρωπήσεως—καθαρὰν γὰρ τὴν φύσιν καὶ τὰ τῆς φύσεως ἀπειργάσατο—, ἀλλὰ πρὸς Ἰουδαίους λαλῶν τοὺς νομίζοντας αὐτὸν ἀντίθεον τοῦ πατρὸς εἶναι, οἰκονομικῶς ταῦτα ἔφασκε λέγων ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.