Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Διάλογος κατὰ Ἰουδαίων

Ἀναστάσιος Σιναΐτης

Η έλευση του Μεσσία, η κατάλυση των ιουδαϊκών θεσμών και η εδραίωση της Εκκλησίας

Αναίρεση των ιουδαϊκών προσδοκιών για μελλοντικό Μεσσία, προβολή της θεότητας του Χριστού, της καταστροφής του ναού και της επικράτησης της χριστιανικής πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 3 από 8

Εἰ δὲ λέγεις, ὦ Ἰουδαῖε· Ἀκμὴν οὐ παραγέγονεν ὁ Χριστὸς, ἀλλὰ περὶ τὰ τελευταῖα τοῦ χρόνου αὐτὸν ἔρχεσθαι, τί ἔτι ἵνα ποιήσῃ ἀφανιζομένων τῶν χρόνων; Ἀλλ’ ἴσως ἐρεῖς, ὅτι Τὰ ἐξαφανιζόμενα ἵνα ἀνακτήσηται, ἤγουν τὰ ἔθνη τῶν Ἰουδαίων. Καὶ πῶς ἔχει τοῦτο λόγον, ἃ τῇ προστάξει αὐτοῦ καὶ βουλῇ ἀφανίζεται, ταῦτα πάλιν ἀνακτίζειν; Οὕτως ἀσύστατον τὸ διήγημα τὸ τοιοῦτον. Οὐδαμῶς γὰρ εἴρηται, ὅτι μετὰ τὴν τοῦ κόσμου τούτου κατάλυσιν, ἑτέρα τις πάλιν τῶν Ἰουδαίων τοιαύτη κατασκευὴ ἀνίσταται. Τοῦτο δὲ ὁ προφήτης ὑμῖν λέγει· «Πέμψω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην, καὶ [add. μὴ] ἐλθὼν πατάξω τὴν γὴν ἄρδην.» Εἰ μὲν οὗτος ὃν προσδοκᾶτε Χριστὸν Ἠλίας ἐστὶν ὁ μὴ ἀνακτῆσαι ἐρχόμενος, ἀλλὰ πατάξαι· λοιπὸν νοήσατε πῶς οὐ λέγεται Χριστὸς, ἀλλὰ Ἠλίας· καὶ οὐκ ἐκ Βηθλεὲμ γεννᾶται, ὡς προφήτης ὑμῖν ἐμήνυσεν, ἀλλ’ ἐκ Θεσβῶν γεννηθείς. Ὁ γὰρ εἰπὼν, «Πέμψω ὑμῖν Ἠλίαν,» ἕτερός ἐστι παρὰ τὸ πεμπόμενον· καὶ ὅτι εἶπε, «Μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην,» δι’ ἐκείνου πρῶτον διαμαρτύρεται, ἤγουν τοῦ Ἠλίου, καὶ τότε ἐξαίρει πᾶν τὸ συνεστηκὸς τοῦτο, ἤγουν ποιεῖ τὴν συντέλειαν. Τί οὖν τῷ Χριστῷ λοιπὸν ὄφελος γεννᾶσθαι τότε; ἵνα τίνι ἀρέσῃ ἢ χρησιμεύσῃ τῆς συντελείας γενομένης; Καὶ γὰρ ἄλλος ἐστὶν ὁ Χριστὸς καὶ ἄλλος Ἠλίας. Ὁ γὰρ προφήτης Δανιὴλ λίθον αὐτὸν ἐθεώρησε τῷ βασιλεῖ τῶν Βαβυλωνίων, ὃς καὶ ἐγένετο ὄρος μέγα. Λέγει γὰρ οὕτως· «Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται· καὶ αὕτη, φησὶν, ἀναστήσεται εἰς τοὺς αἰῶνας·» καὶ ὅτι «Εἶδεν ὁ βασιλεὺς ὅτι ἐξ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα· ἐγενήθη δὲ ὁ λίθος εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.» Τέσσαρας δὲ βασιλεῖς λέγει τὰ ἔνδοξά τε καὶ ἐπίσημα Βαβυλωνίων, Μήδων, καὶ τὸ τρίτον λῃστρικὸν καὶ δυσεπιχείρητον τὸ Μακεδονικὸν Ἀλεξάνδρου, ἤγουν τῶν Ἑλλήνων. Ταῦτα τὰ τρία τὰ δυνατά· καὶ τὸ τέταρτον τοῦτο τὸ θρασὺ συνηριθ[μη]μένον τοῖς τρισί. Μετὰ γὰρ ταύτας τὰς βασιλείας ἀνεφύη αὕτη, ἤγουν ἡ Χριστοῦ βασιλεία, ἣν ὁ Δανιὴλ ἄφθαρτον καὶ ἀδιάδοχον ἔφησεν. Εἰ δὲ εἴπῃς τὴν σιδηρᾶν Αὐγούστου Καίσαρος, τίνα ἐλέπτυνεν ἢ ἐδάμασεν ἡ Αὐγούστου καὶ τῶν λοιπῶν βασιλέων, οἵτινες καὶ ἐνίκησαν καὶ ἡττήθησαν; Εἰ γὰρ ὑμᾶς τοὺς Ἰουδαίους καὶ ἄλλα πολλὰ ἔθνη ἐνίκησαν, ἀλλὰ πάλιν ἡττήθησαν· καὶ παρῆλθεν ἡ τοῦ Αὐγούστου Καίσαρος ἀρχή· ἡ δὲ τοῦ Χριστοῦ βασιλεία εἰς τὸν αἰῶνα τέλος οὐχ ἕξει. Τὸ γὰρ λεπτύνον, ἀήττητον καὶ ἀδάμαστον μένει καὶ ἀδιάδοχον, ὅπερ ἐστὶ τὸ ὄνομα καὶ ἡ βασιλεία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ πίστις ἡμῶν ἡ εἰς αὐτόν. Πόσοι Ἕλληνες καὶ κακόδοξοι βασιλεῖς καὶ ἔθνη ἐπολέμησαν τὴν πίστιν ἡμῶν τῶν Χριστιανῶν, καὶ οὐκ ἠδυνήθησαν ταύτην σβέσαι! Ἀλλ’ ἐκεῖνοι μὲν ἀπώλοντο καὶ παρῆλθον, αὕτη δὲ καθ’ ἑκάστην λάμπει καὶ πλατύνεται. Καὶ εἰ μὲν βούλει τὸ ἀκριβὲς τοῦ οὐρανοῦ [leg. καιροῦ] μαθεῖν, τὸ, «Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστήσει ὁ Θεὸς βασιλείαν,» τὴν μεταξὺ αὐτῶν τῶν δηλωθεισῶν τεσσάρων βασιλειῶν ἀναδειχθεῖσαν λάμβανε· μετέπειτα γὰρ οὐχ εὑρήσεται. Ὡς γὰρ οἱ πατέρες ὑμῶν τὴν παρελθοῦσαν προσδοκίαν κρατοῦντες, τῆς εὐκαιρίας ταύτης ἐξέπεσαν· οὕτως καὶ ὑμεῖς. Εἰ οὖν πιστεύετε εἶναι Χριστὸν, ἀπεντεῦθεν ζητεῖτε· μετέπειτα γὰρ οὐχ εὑρίσκεται.

Ἤδη ἔδειξα, Ἰουδαῖε, ἀπὸ τῶν Γραφῶν καὶ αὐτῆς τῆς ἀληθείας τὸ, «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.» Καὶ, «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου,» καὶ τὰ ἑξῆς, ὅτι περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Υἱοῦ τοῦ Θεοῦ εἴρηται, ἅπερ καὶ ἐγένοντο καὶ μαρτυροῦνται ὑπὸ αὐτῆς τῆς ἀληθείας καὶ τῶν προφητῶν ὑμῶν. Εἰ δὲ θέλεις, δείξω σοι ὅτι καὶ πρὸ τοῦ κόσμου ἐγεννήθη, καὶ ὅτι Θεός ἐστιν ὁ Χριστός. Πλὴν πρῶτον θέλω μαθεῖν ἐξ ὑμῶν· Ὁ Δαβὶδ βασιλεὺς ὢν καὶ προφήτης, τίνα Κύριον καὶ Δεσπότην εἶχε; Πάντως δῆλον καὶ ὁμολογούμενον, οὐδένα Κύριον εἶχε, εἰ μὴ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἰδοὺ οὖν αὐτὸς ὁ Δαβὶδ λέγει περὶ τοῦ Χριστοῦ, ὅτι Κύριος αὐτοῦ ἐστι, καὶ ὅτι καὶ πρὸ τῶν αἰώνων ἐγεννήθη. Καὶ Δαβὶδ μὲν οὐκ ἀνέβη εἰς τὸν οὐρανόν· λέγει δὲ ὁ αὐτὸς ἐν βίβλῳ τῶν Ψαλμῶν, ἤγουν ρθʹ, οὕτως· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Ἰδοὺ οὖν τὸν Υἱὸν τοῦ Θεοῦ, Κύριον ἑαυτοῦ καλεῖ· πρὸς αὐτὸν γὰρ εἶπεν ὁ Πατὴρ μετὰ τὴν ἁγίαν αὐτοῦ ἐκ Παρθένου κατὰ σάρκα γέννησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἐκ νεκρῶν αὐτοῦ ἀνάστασιν, καὶ τὴν ἀνάληψιν· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἀλλ’ ἴσως ἐρεῖς, ὦ Ἰουδαῖε, ὅτι Χριστὸς κάθηται ἐν δεξιᾷ τοῦ Θεοῦ, ἄχρις ἂν τὴν ἐσχάτην καιρίαν ἔλευσιν ποιήσηται, ἣν διὰ τῶν προφητῶν ἐπηγγείλατο, ὡς δῆθεν ἀκμὴν μὴ ἐλθόντος. Καὶ πῶς ἔχει τοῦτο λόγον, εἰπέ; τί τῷ καθημένῳ λέγει πάλιν· Κάθου; Τίνι δὲ ἤχθρευσαν οἱ ἐχθράναντες τῷ μήπω ἐθέλοντι [leg. ἐλθόντι]; Καὶ γὰρ τοῦτο ὃ λέγει, Κάθου, τῷ ἀπὸ τῆς γῆς ἐπὶ τοὺς οὐρανοὺς ἀνελθόντι, καθίσαι πάλιν λέγει, καθὼς πρὶν ἐπάνω ἦν τῶν ἐχθρῶν αὐτοῦ· ὡς εἶναι ὑμᾶς τοὺς Ἰουδαίους ἐχθροὺς αὐτοῦ καὶ πατουμένους ὑπὸ τοὺς πόδας τοῦ Χριστιανικοῦ φύλου ἕως τελευταίας ὥρας. Ὅθεν καὶ δικαίως πατεῖσθε, καὶ τὸ ἀποβησόμενον ὑμῖν δίκαιον· τὸν γὰρ καιρὸν ὃν λέγετε καὶ ἐκδέχεσθε φθάνειν ὑμᾶς βλέμματος γοργοτέρου παρέχεται· μεθ’ οὗ καὶ ὑμεῖς καὶ ᾧ πιστεύετε πλάνῳ, εἰς αἰωνίαν πυρὸς ἐκδοχὴν δέδοσθε.

Καὶ πάλιν ὁ αὐτὸς προφήτης καὶ βασιλεὺς ἐν τῷ αὐτῷ ψαλμῷ ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς περὶ τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ οὕτως λέγει· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Ὁ γὰρ ἑωσφόρος τῇ τετάρτῃ ἡμέρᾳ ἐγένετο· ὁ δὲ Ἀδὰμ τῇ ἕκτῃ ἡμέρᾳ ἐπλάσθη. Λοιπὸν, ὦ Ἰουδαῖε, εἰπὲ, τίνα πρὸ παρασκευῆς τῆς κτίσεως ἐγέννησεν ὁ Θεός. Ἆρα περὶ τοῦ Ἀδὰμ λέγει; Οὐδαμῶς· μετὰ γὰρ δύο ἡμέρας τοῦ ἑωσφόρου καὶ τῶν ἀστέρων ἐπλάσθη. Ἀλλὰ περὶ τοῦ ἠλειμμένου ὑμῖν λέγει; ἀλλὰ υἱὸν Δαβὶδ αὐτὸν οὐ λέγετε εἶναι· ὁ δὲ Δαβὶδ μετὰ πολλοὺς χρόνους τοῦ Ἀδὰμ ἐγεννήθη· ὁ γὰρ Ἀδὰμ τῇ ἕκτῃ ἡμέρᾳ ἐπλάσθη, ὡς εἴρηται, καὶ οἱ ἑωσφόροι τῇ τετάρτῃ ἡμέρᾳ ἐγένοντο· ὁ δὲ Θεὸς περὶ τοῦ ἰδίου Υἱοῦ λέγει, ὅτι «Πρὸ ἑωσφόρου ἐγέννησά σε· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ,» τουτέστιν ἱερεὺς τῶν ἐθνῶν. Ὁ γὰρ Μελχισεδὲκ οἶνον καὶ ἄρτον προσέφερε τῷ Θεῷ, καθὼς καὶ ὁ Χριστὸς, ὁ ἀρχιερεὺς ἡμῶν, παρέδωκεν ἡμᾶς θύειν αὐτῷ ἀναιμάκτους θυσίας κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἄκουσον δὲ καὶ Σολομῶντος λέγοντος περὶ τῆς πρὸ αἰώνων γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· «Πρὸ τοῦ τὰ ὄρη γενέσθαι, πρὸ τοῦ τὰς πηγὰς προελθεῖν, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με.» Δεῖξόν μοι οὖν τίνα ὁ Θεὸς πρὸ πάσης τῆς κτίσεως ἐγέννησεν. Ὡσαύτως δὲ καὶ πάλιν ὁ Δαβὶδ ἐν βίβλῳ Ψαλμῶν οζʹ λέγει· «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.» Καὶ μὴ εἴπῃς περὶ Σολομῶντος λέγειν· εἶπε γὰρ μετὰ ὀλίγους στίχους, ὅτι «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης, γενεὰς γενεῶν.» Ἰδοὺ ἔδειξά σοι σαφῶς καὶ διὰ Δαβὶδ καὶ διὰ Σολομῶντος, ὅτι πρὸ πάσης τῆς κτίσεως ἐγεννήθη ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, ὡς οἶδεν αὐτὸς μόνος.

Πάλιν ἐκεῖνό μοι εἴπατε ὑμεῖς, καὶ εὐθὺς φαίνεται ἡ ἀλήθεια, τὸν ἠλειμμένον ὃν ἐκδέχεσθε ὑμεῖς, τίνα λέγετε αὐτόν; Θεὸν ἢ ἄνθρωπον ψιλὸν, ὡς τὸν Δαβὶδ καὶ τοὺς λοιποὺς ἀνθρώπους; Ἔχει εἰπεῖν ὁ Ἰουδαῖος· Ἄνθρωπον αὐτὸν λέγομεν, καὶ οὐ Θεὸν, ἀλλ’ ὡς ἕνα τῶν προφητῶν· οὐκ ἔστι γὰρ εἰ μὴ εἷς καὶ μόνος ὁ Θεὸς, καὶ οὐχὶ δύο, καθάπερ οἱ Χριστιανοὶ λέγετε. Καὶ ἐπεὶ οὕτως λέγετε, ὅτι ἄνθρωπός ἐστι ψιλὸς ὁ ἐρχόμενος Χριστὸς ὑμῶν, ἐνέγκωμεν ἄρτι τὰς φωνὰς τῶν προφητῶν, καὶ ἐὰν Θεὸν ἐκήρυξαν τὸν ἐρχόμενον δηλονότι, καὶ ὁ ἐλθὼν καὶ παρ’ ἡμῶν τῶν Χριστιανῶν προσκυνούμενος καὶ πιστευόμενος, αὐτός ἐστιν ἀληθῶς ὄντως ὁ ἀληθὴς Χριστός· ὃν δὲ ἐκδέχεσθε ὑμεῖς οἱ Ἰουδαῖοι, πλάνος ἐστὶ καὶ Ἀντίχριστος. Εἰ δὲ πάλιν μὴ παραστήσωμεν τοὺς προφήτας λέγοντας αὐτὸν Θεὸν, δηλονότι ἡμεῖς πλανώμεθα, Ἰουδαῖοι δὲ ἀληθεύουσιν. Εἴπατε περὶ τίνος ὁ προφήτης λέγει· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.» Προσέχετε μετὰ ἀκριβείας· πάντως Θεὸν καὶ Κύριον λέγει εἰπών· «Θεὸς καὶ Κύριος καὶ ἐπέφανεν ἡμῖν.» Εἴτε οὖν ἐπέφανεν ἡμῖν, εἴτε ἐπιφανῆναι μέλλει, οὐκ ἔστιν ὁ Χριστὸς ὑμῶν τῶν Ἰουδαίων, ἀλλ’ ἡμέτερος τῶν Χριστιανῶν· ὑμεῖς γὰρ ἄνθρωπον τὸν ἐρχόμενον ἐκδέχεσθε καὶ οὐ Θεὸν, ὁ δὲ Δαβὶδ Θεὸν καὶ Κύριον τὸν ἐρχόμενον καὶ ἐλθόντα ἐκήρυξε. Καὶ ὁ Ἡσαΐας μὲν λέγει· «Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος ἥξει, καὶ σώσει ἡμᾶς·» καὶ ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, Ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Ποῖος ἄνθρωπος, καθὼς ὑμεῖς λέγετε, δύναται εἶναι «Θεὸς ἰσχυρὸς, Ἐξουσιαστὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος;»

Ὡσαύτως καὶ ὁ Ἀβακούμ φησι· «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει.» Ἄκουσον καὶ Ἱερεμίου κεκραγότος μέγα· «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Βλέπεις ὅτι Θεὸν ἐκήρυξαν ἀληθινὸν τὸν ἐπὶ γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα; Καὶ ὁ Δαβὶδ λέγει περὶ αὐτοῦ, ὅτι «Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη,» τουτέστι διὰ τὸ ἐπισπάσασθαι αὐτοὺς τὸν Θεὸν διὰ τῆς πίστεως τοῦ Υἱοῦ αὐτοῦ. Διὰ τί οὐκ εἶπεν, ὅτι «Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τοὺς Ἰουδαίους;» Καὶ πάλιν· «Ἴδοσαν πάντα τὰ ἔθνη τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν.» Καὶ, «Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε,» τουτέστι διὰ τῆς πίστεως. Καὶ ὁ Ἡσαΐας, ὅτι «Ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν δεδοξασμένον τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι.» Καὶ πάλιν Ὠσηὲ, «Φησὶ ὁ Θεός· Καλέσω τὸν οὐ λαόν μου,» τουτέστι τὰ ἔθνη· «Καὶ τὴν ἠλεημένην, οὐκ ἠλεημένην,» τουτέστι τὴν Συναγωγὴν τῶν Ἰουδαίων. Ὡσαύτως καὶ ὁ πατριάρχης Ἰακὼβ εὐλογῶν τοὺς υἱοὺς αὐτοῦ καὶ διατασσόμενος, εἶπε περὶ τοῦ Χριστοῦ οὕτως· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται,» τουτέστιν ὁ Χριστός· «Καὶ αὐτὸς προσδοκία ἐθνῶν·» ὡς γινώσκων τὴν τῶν Ἰουδαίων πώρωσιν. Ὥστε μάτην προσδοκῶσιν οἱ Ἰουδαῖοι ὃν προσδοκῶσιν· ὃν γὰρ τὰ ἔθνη προσδοκῶσι Χριστὸν, ἦλθε· διὰ τοῦτο καὶ ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος.

Ὅτι δὲ ἀληθής ἐστι καὶ οὐ πλάνος ὁ Χριστὸς, ὡς ὑμεῖς οἱ Ἰουδαῖοι λέγετε καὶ νομίζετε, παραστήσωμεν ὑμῖν καὶ τοῦτο, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων μέχρι τοῦ νῦν κραζόντων καὶ μαρτυρούντων ὡς ἐν πάσῃ τῇ οἰκουμένῃ, καὶ ὅτι πάντα τὰ ὑπ’ αὐτοῦ λεχθέντα γεγόνασι. Εἶπε γὰρ, ὅτι «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ποίους δὲ λόγους, νουνεχῶς ἄκουσον· εἶπε γὰρ περὶ τοῦ ὑμετέρου ναοῦ, τουτέστι τῶν Ἰουδαίων, ὅτι «Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἐπ’ αὐτόν·» ἆρα γέγονεν ἐπ’ αὐτὸν ὁ αὐτοῦ λόγος, ἢ οὐ γέγονεν; Εἶπεν, ὅτι Ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ὑμῶν τὸ ἔθνος καὶ τὴν πόλιν καὶ τὸ βασίλειον· ἆρα γέγονεν τοῦτο ὑπὸ Οὐεσπασιανοῦ καὶ Τίτου, ἢ οὐ γέγονεν; Εἶπεν, ὅτι «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ παύσονται·» ἆρα οὐ γέγονε τοῦτο; Τίς προφήτης παρ’ ὑμῖν μετὰ Ἰωάννην τὸν Βαπτιστήν; Ἐπίδειξόν μοι λοιπὸν ἀφ’ οὗ ἐσταύρωσας τὸν Χριστὸν, ποῖος προφήτης παρ’ ὑμῖν εὑρέθη; ποῖον βασίλειον ἔχετε σήμερον; Ποῦ εἰσιν οἱ κριταὶ ὑμῶν; ποῦ οἱ ἄρχοντες; πάντες ἐξέλιπον. Ποῦ ὁ ναὸς ὑμῶν; ἰδοὺ κεῖται ἔρημος. Ποῦ εἰσὶν αἱ πλάκες ἃς ἐλάβετε; ἰδοὺ οὐκ εἰσί. Ποῦ αἱ θυσίαι ὑμῶν; ἰδοὺ ἐξέλιπον. Ποῦ ἡ κιβωτὸς τῆς διαθήκης; ἰδοὺ οὐ φαίνεται. Ποῦ τὸ θυσιαστήριον ὃ ἐποίησε Μωσῆς; ποῦ ἡ ῥάβδος ἡ βλαστήσασα; ποῦ ἡ στάμνος καὶ τὸ μάννα; ποῦ ἐπισκίασις ἐν τῷ ναῷ καὶ ὁ καθαρισμὸς τοῦ ἁγιάσματος; ποῦ τὸ πῦρ τὸ κατερχόμενον ἐκ τοῦ οὐρανοῦ; Ποῦ ἕνα προφήτην ἔχετε σήμερον; οὐδένα ἀληθῶς ἔχετε, κατὰ τὴν φωνὴν τῶν τριῶν παίδων τὴν ὑπὲρ ὑμῶν λέγουσαν, ὅτι «Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων προφήτης καὶ ἡγούμενος,» καὶ τὰ ἑξῆς, «ἐνώπιον τοῦ Θεοῦ, καὶ εὑρεῖν ἔλεος.» Ποῖον γὰρ τόπον, ἐξ ὧν ἔδωκεν ὑμῖν ὁ Θεὸς, ἔχετε σήμερον; Ἀλλὰ πάντας ἐξ ὑμῶν ἐπῆρε, καὶ ἡμῖν αὐτοὺς ἔδωκε· κἂν τὸ Σινᾶ εἴπῃς ὅπου τὸν νόμον ἐδέξω καὶ οὐ κατεδέξω, ἀλλ’ ὁ Χριστὸς ἐκεῖ δοξάζεται σήμερον· κἂν τὸν Ἰορδάνην ὅπου ἐπέρασεν ὁ τότε λαὸς ὑμῶν εἴπῃς, ἀλλὰ Χριστοῦ ἐκεῖ βαπτισθέντος, αὐτὸς παρ’ ἡμῶν ἐκεῖ δοξάζεται· κἂν τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν εἴπῃς, ἀλλὰ Χριστοῦ ἐκεῖ σταυρωθέντος, τὰ αὐτοῦ παθήματα ἐκεῖ προσκυνοῦνται σήμερον· εἴτε τὸ ὄρος τῶν Ἐλαιῶν εἴπῃς, ἀλλὰ Χριστοῦ ἐκεῖθεν ἀναληφθέντος, αὐτὸς ἐκεῖ δοξάζεται· κἂν τὴν Βηθλεὲμ πόλιν Δαβὶδ εἴπῃς, ἀλλὰ Χριστοῦ ἐκεῖθεν γεννηθέντος, ὡς ἐν οὐρανῷ κἀκεῖ δοξάζεται πάντοτε. Καὶ τί λέγω Βηθλεὲμ, καὶ Σιὼν, καὶ Ἰορδάνην; Πάρελθε Δύσιν, ἐπισκόπησον Ἀνατολὴν, ἐκζήτησον τὴν ὑπ’ οὐρανὸν, αὐτὰς τὰς Βρεττανικὰς νήσους, αὐτὰ τὰ ἑσπέρια καὶ ἔσχατα τοῦ κόσμου· τὰ μὲν Ἰουδαίων καὶ Ἑλλήνων παλαιωθέντα καὶ ἀφανισθέντα, τὰ δὲ Χριστοῦ πάντα πιστευόμενα καὶ τιμώμενα καὶ βεβαιούμενα.

Καὶ μὴ εἴπῃς, ὅτι σήμερον καταπονούμεθα οἱ Χριστιανοὶ καὶ αἰχμαλωτιζόμεθα· τοῦτο γάρ ἐστι τὸ μέγα, ὅτι καὶ ὑπὸ τοσούτων διωκομένη καὶ πολεμουμένη ἡ πίστις ἡμῶν, ἵσταται καὶ οὐ παύεται, οὐδὲ τὸ βασίλειον ἡμῶν καταργεῖται, οὐδὲ αἱ ἐκκλησίαι ἡμῶν κλείονται· ἀλλὰ ἀναμέσον τῶν ἐθνῶν τῶν κρατούντων καὶ διωκόντων ἡμᾶς, ἐκκλησίας ἔχομεν, καὶ σταυροὺς πήσσομεν, καὶ ἐκκλησίας οἰκοδομοῦμεν, θυσίας ἐπιτελοῦμεν. Εἶπεν, ὅτι «Κηρυχθήσεται τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ·» ἆρα γέγονεν, ἢ οὔ; Εἶπε, πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς αὐτοῦ Ἐκκλησίας, ἤγουν τῆς πίστεως ἡμῶν· ἆρα ἐψεύσατο; οὐκ ἐγένοντο Ἕλληνες καὶ αἱρεσιάρχαι πολλοὶ, καὶ τύραννοι ἰσχυροὶ, καὶ ἀσεβεῖς βασιλεῖς πολεμήσαντες τὴν πίστιν ἡμῶν, καὶ οὐκ ἠδυνήθησαν ταύτην σβέσαι; Εἶπεν ἡμῖν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὅτι «Ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου·» ἄρτι ὑμεῖς εἴπατε, Ἰουδαῖοι, οὐ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ πάντα ἡμᾶς τὰ ἔθνη μισεῖ καὶ βδελύσσεται; Κἂν οὖν ὑμεῖς ταῦτα ἅπαντα παρασιωπήσητε, οἱ λίθοι κεκράξονται. Καὶ βλέπομεν ὅτι οὐχ εὕρηται ἀπ’ ἀρχῆς αἰῶνος ἔθνος ὑπὸ πάντων πολεμηθὲν ἐπὶ χρόνους τοσούτους καὶ μὴ ἐξαλειφθὲν, εἰ μὴ μόνον τὸ τῶν Χριστιανῶν ἔθνος, ὅπερ οὐκ ἂν ἔμεινεν ἀνεξάλειπτον οὕτως ὑπὸ πάντων ἐθνῶν πολεμούμενον, εἰ μὴ χεὶρ Κυρίου διεφύλαττε καὶ διαφυλάττει αὐτὸ ἀνεξάλειπτον. Καὶ ἄλλο, ὅτι οὐδεὶς Χριστιανῶν βασιλεὺς βαρβάροις ποτὲ παρεδόθη εἰς θάνατον, καίτοι γε τοσούτων ἐθνῶν τὸ βασίλειον πολεμησάντων· οὐ μόνον δὲ τὸν βασιλέα, ἀλλ’ οὐδὲ τὴν ἑαυτοῦ εἰκόνα ἐκ τοῦ νομίσματος καταργῆσαι σὺν τῷ σταυρῷ ἴσχυσαν, καίπερ τινῶν τυράννων τοῦτο δοκιμασάντων. Μὴ γὰρ ψιλόν τε καὶ εὐτελές σοι πρᾶγμα τοῦτο εἶναι νομισθῇ, ὅτι πάντοτε οὐκ ἐπαύσατο ἡ πίστις ἡμῶν πολεμουμένη καὶ ἱσταμένη καὶ μὴ ἐξαλειφομένη. Εἰ γὰρ μὴ ὑπὲρ πάσας τὰς πίστεις τὴν ἡμετέραν ὁ Θεὸς ἐξελέξατο καὶ ἠγάπησεν, οὐκ ἂν ἀναμέσον τῶν ἐθνῶν ὡς λύκων ὄντων ἐφύλαττεν ἀνάλωτον.

Πλὴν οὐδὲ ἔμελλεν συγχωρεῖν ὁ Θεὸς πεπλανημένην πίστιν κατακυριεύειν ἐπὶ πάντα τὰ πέρατα τῆς γῆς, εἰ μὴ ἦν ἡ οἰκονομία τῆς ἐνσάρκου παρουσίας Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν. Ὅθεν καὶ αὐτὸ τοῦτο τὸ ἐν πᾶσι τοῖς ἔθνεσι πιστευθῆναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, μαρτυρίας ἐστὶν ἀψευδεστάτης, ὅτι οὐκ ἔστιν ἄλλη πίστις εὐσεβεστέρα ἐν τῇ ὑπ’ οὐρανόν. Ἆρα τοιοῦτος ἄδικος ὁ Θεός; μὴ γένοιτο. Ὅτι ἐγίνωσκεν ὅτι πλανώμεθα οἱ Χριστιανοὶ, ἤφιεν ἡμᾶς οὕτως. Ἰδοὺ λοιπὸν πόσοι χρόνοι ἀπὸ Χριστοῦ ἀπολέσθαι τῇ πλάνῃ τοσοῦτον γένος καὶ πλῆθος ἀνθρώπων· μὴ γὰρ τοῦτο σκοπήσητε ἢ εἴπητε, ὅτι ἄρτι εἰς τοσαῦτα ἔτη παιδευόμεθα ἀπὸ τῶν Ἰσραηλιτῶν ἐθνῶν· ἀλλ’ ἐκεῖνό μοι ἑρμήνευσαι, πῶς ἡμῖν τοῖς πλανωμένοις, ὡς λέγετε, τὴν βασιλείαν ὁ Θεὸς πάσης τῆς γῆς ἐπίστευσε; πῶς τὴν τοῦ χρυσίου σφραγῖδα οὐδεὶς καταργῆσαι ἢ ἐπᾶραι ἐξ ἡμῶν ἴσχυσε; πόσοι βασιλεῖς ἐθνῶν, Περσῶν, Ἀῤῥάβων, τοῦτο ἐδοκίμασαν, καὶ οὐδαμῶς ἴσχυσαν; ἵνα δείξῃ ὁ Θεὸς, ὅτι κἂν διωκόμεθα οἱ Χριστιανοὶ, ἀλλ’ ἡμεῖς πάντων βασιλεύομεν· τὸ γὰρ σημεῖον τοῦ χρυσίου τῆς βασιλείας ἡμῶν, σημεῖον τοῦ Χριστοῦ αὐτοῦ ἐστιν. Ἐπεὶ εἰπέ μοι, εἰ μὴ σημεῖον ἦν ὅτι αἰώνιος καὶ ἀνίκητος καὶ ἀνεξάλειπτος ἦν ἡ πίστις καὶ ἡ βασιλεία τῶν Χριστιανῶν, πῶς τὸν σταυρὸν τοῦ Χριστοῦ πάντες ὑμεῖς μισοῦντες καὶ βλασφημοῦντες, ἐκπεπτώκατε; πῶς τὸν σταυρὸν ἐκ τοῦ χρυσίου ἀπαλεῖψαι οὐ δύνασθε, ἀλλὰ καὶ τοῦτον προθύμως δέχεσθε, ἀλλὰ καὶ ἐὰν χρυσοῦν χωρὶς σταυροῦ ἴδητε, βδελύσσεσθε αὐτὸ καὶ ἀποστρέφεσθε; Οὕτω καλῶς ὁ Δαβὶδ περὶ ὑμῶν εἶπεν· «Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· καρδίας ἔχουσι, καὶ οὐ συνιᾶσι.» Πῶς ὅπερ πολεμεῖτε, τοῦτο ποθεῖτε, καὶ ὅπερ βδελύσσεσθε, τοῦτο προθύμως δέχεσθε παραδόξως νικώμενοι; Καὶ εἰ ἄρα νοῦν καὶ φρόνησιν εἴχετε, ἤρκει ὑμῖν καὶ πᾶσι τοῦτο τὸ σημεῖον εἰς τὸ δεῖξαι καὶ πεῖσαι ὑμᾶς, ὅτι ἡ πίστις καὶ ὁ σταυρὸς τοῦ Χριστοῦ εἰς αἰῶνας πάντοτε βασιλεύει. Πόσοι τὴν πίστιν ἡμῶν καὶ τὴν Ἐκκλησίαν καταλῦσαι ἐδοκίμασαν καὶ οὐκ ἴσχυσαν, ἀλλ’ αὐτοὶ μὲν παρῆλθον, ὁ δὲ θεμέλιος τῆς Ἐκκλησίας καὶ ἡ πίστις ἵσταται ἀσάλευτος διὰ Χριστὸν τὸν οὕτως ὁρίσαντα, ὅτι «Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτήν.»

Ποῦ ἐστιν ὁ Διοκλητιανός; ποῦ ἐστιν ὁ Νέρων; ποῦ ὁ Οὐεσπασιανός; ποῦ Ἡρώδης; ποῦ ὁ Μαξιμιανὸς, καὶ πάντες οἱ τοὺς Χριστοῦ μάρτυρας ἀποκτείναντες, τὴν δὲ πίστιν ἡμῶν μὴ παύσαντες μηδὲ κλείσαντες; Αὐτοὶ δὲ ἀπώλοντο καὶ διελύθησαν. Ὁ δὲ Χριστὸς οὐκ ἐψεύσατο ἡμῖν εἰπὼν, ὅτι «Ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.» Καὶ πάλιν, ὅτι «Ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἀχθήσεσθε ἕνεκεν ἐμοῦ.» Ἓν οὖν ἐπιλέξασθε· ἢ μισεῖτε ἡμᾶς, ὄντως δεικνύετε Χριστὸν ἀληθεύοντα εἰπόντα ἡμῖν, ὅτι «Ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.» Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἄλλα πολλὰ εἶπεν, ἅτινα καθ’ ἡμέραν θεωροῦμεν γινόμενα, καὶ ἐπὶ πλεῖον αὐτὸν ὡς Θεὸν προσκυνοῦμεν. Εἶπε, κηρυχθήσεται τὸ Εὐαγγέλιον αὐτοῦ ἐν ὅλῳ τῷ κόσμῳ· εἶπεν· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον εἰς τὸν ναὸν ὑμῶν· εἶπεν, ὅτι «Ὁ μὴ ἀφιεὶς πατέρα καὶ ἀδελφοὺς καὶ ἀδελφὰς, οὐ δύναται ἀκολουθῆσαί μοι.» Εἶπεν ἡμῖν περὶ ἐλεημοσύνης κρυπτῶς αὐτὴν ποιεῖν· εἶπεν ἡμῖν· «Βαπτίζεσθε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Εἶπεν ἡμῖν· «Μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Τίς οὖν ἐστιν ὁ δυνάμενος ἐλέγξαι αὐτὸν, ὅτι ἐψεύσατο ταῦτα εἰπόντα τὸν Χριστόν; Οὐδεὶς πάντως· ἀλλὰ πάντα γεγόνασιν, ὡς προείπομεν, καὶ γίνονται. Ἆρα οὐκ ἔπεσεν ὁ ναὸς ὑμῶν καὶ ἐκάη; ἆρα οὐκ ἐκηρύχθη τὸ Εὐαγγέλιον αὐτοῦ ἐν ὅλῳ τῷ κόσμῳ; ἆρα οὐ μισούμεθα οἱ Χριστιανοὶ ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομα αὐτοῦ; ἆρα οὐ θεωροῦμεν μυρίους ἀφιέντας πατέρας, καὶ μητέρας, καὶ ἀκολουθοῦντας τῷ Χριστῷ; ἆρα οὐ βλέπομεν ἢ οὐ νοοῦμεν ὅτι μεθ’ ἡμῶν ἐστιν ὁ Χριστὸς πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος, μὴ συγχωρῶν καταργηθῆναι τὴν πίστιν ἡμῶν; Τίς οὖν βλέπων τὰ τοιαῦτα καὶ τὰ τοσαῦτα αὐτοῦ ῥήματα καὶ πράγματα, ἅπερ πρὸ χρόνων ὀκτακοσίων ἢ καὶ ἐπέκεινα προεῖπεν, σήμερον καὶ καθ’ ἡμέραν γινόμενα καὶ λάμποντα, δύναται ἀπιστῆσαι ἢ σκανδαλισθῆναι εἰς αὐτόν; μὴ γένοιτο. Ὥστε τῷ βουλομένῳ ἐντεῦθεν ἔστι μαθεῖν, ὅτι οὐχ ὑπάρχει ἑτέρα πίστις εὐσεβεστέρα ἐπὶ τῆς γῆς, ἀλλ’ ἢ μόνη ἡ εἰς Χριστόν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος. Ἀμήν.