Εἰ δὲ καί τινες Χριστιανοὶ ἠρνήσαντο, ἀλλ’ οὐ τοσοῦτοι ὡς ὑμεῖς ἐν Βαβυλῶνι, μήτε τυφθέντες, μήτε δαρέντες, ἀλλ’ ἀπὸ ψιλοῦ ῥήματος πάντες ἠρνήσασθε, καὶ εἰκόνα προσεκυνήσατε ἀνθρώπου· καὶ εἰ μὴ οἱ τρεῖς παῖδες πιστὰ τῷ Θεῷ ἐφύλαξαν, ποῦ, εἰπέ μοι, πιστὰ ἐφυλάξατε τῷ Θεῷ; καίτοι γε τοσαῦτα σημεῖα θεωρήσαντες ἐν παντὶ τόπῳ, ἐν Αἰγύπτῳ ὑπὸ Μωϋσέως, ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἐν τῇ ἐρήμῳ, ἐν στύλῳ πυρὸς, ἐν νεφέλῃ φωτὸς, ἐν τῷ ὄρει Σινᾶ· πότε ὁ Θεὸς τοιαῦτα ἀγαθά τινι ἐποίησεν; πότε ὁ Θεός τινι ἐλάλησεν οὕτως διὰ νόμων καὶ σαλπίγγων ἀγγελικῶν, καὶ σημείων τοιούτων νόμον δώσας ὑμῖν, μάννα βρέξας, προφήτας ἐν ὑμῖν ἀποστείλας, τὰ ἔθνη ὑποτάξας, ἀλλοφύλους ἐξολοθρεύσας, τὰς πλάκας ἐπιδώσας, τὴν σκηνὴν ὑμῶν αὐτὸς διατυπώσας, Μωϋσέα δεύτερον θεὸν τυποποιοῦντα αὐτὸν πρὸς ὑμᾶς καταστήσας; Ὢ τῆς πολλῆς ὑμῶν πωρώσεως! ὢ τῆς κακῆς γνώμης! ὢ τῆς ἀχαρίστου ὑμῶν προαιρέσεως καὶ ἐθελουσίου τυφλώσεως! Ἄνω ἐν τῷ ὄρει Μωϋσῆς ὑπὲρ ὑμῶν ἠγωνίζετο, καὶ κάτω ὑμεῖς τὴν μόσχον ἐχωνεύετε· ἄνω ἐκεῖνος τὸν Θεὸν παρεκάλει, καὶ κάτω σὺ τὸν Θεὸν παρώργιζες, καὶ τὸν μόσχον προσεκύνεις· τὸ μάννα ἤσθιες, καὶ τὸν Θεὸν ὠνείδιζες. Λέγει γὰρ ὁ Δαβὶδ, ὅτι «Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς.» Καὶ ἡμᾶς τοὺς Χριστιανοὺς τί ὑμεῖς ἔχετε εἰπεῖν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ προσκυνοῦμεν; Ἀλλ’ εἴπατε, διὰ τί ὑμεῖς τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας, ὡς λέγει Δαβὶδ, ἐθύσατε τοῖς δαιμονίοις, τῷ Βεελφεγώρ; τί γάρ; ὑμεῖς ὅλως πίστιν ἔχετε; μὴ γένοιτο! Ἄκουσον Μωϋσέως λέγοντος πρὸς τὸν λαὸν (καίτοι γε τότε θεοσεβὴς ἦν ὁ λαὸς τῶν Ἑβραίων), ἀλλ’ ἄκουσον τί λέγει Μωϋσῆς· «Ὅτι γενεὰ ἐξεστραμμένη εἰσὶν, ᾗ οὐκ ἔστι πίστις ἐν αὐτῇ.» Καὶ πάλιν· «Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε;» Καὶ ἄλλαι μυρίαι μαρτυρίαι περὶ ὑμῶν πονηραί εἰσιν ἐν ταῖς προφητείαις ὑμῶν ἐκ τοῦ Θεοῦ εἰρημέναι. «Υἱοὺς γὰρ, φησὶν, ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν.» Καὶ πάλιν ὁ αὐτὸς προφήτης Ἡσαΐας πρὸς ὑμᾶς· «Ἀκούσατε λόγον Κυρίου, οἶκος Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.» Ὁρᾶτε, ὅτι καὶ Σοδομίτας, καὶ ἀπίστους, καὶ λαὸν μωρὸν τοὺς Ἰουδαίους λέγει ὁ Θεὸς, καὶ εἰδωλοθύτας, καὶ ἀχαρίστους, καὶ γενεὰν πονηρὰν καὶ διεστραμμένην, καὶ τέκνα μωμητά; «Καὶ ἔθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ, καὶ ἐγκατέλιπον Θεὸν τὸν ποιήσαντα αὐτοὺς, καὶ ἀπέστησαν ἀπὸ Θεοῦ Σωτῆρος αὐτῶν.»