Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Διάλογος κατὰ Ἰουδαίων

Ἀναστάσιος Σιναΐτης

Το μυστήριο του Σταυρού και ιστορικές μαρτυρίες για το πρόσωπο του Χριστού

Θεολογική ανάλυση μέσω της προφητείας του Δανιήλ, τυπολογικές αναφορές στη σταύρωση και επίκληση βιβλικών και εξωβιβλικών μαρτυριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 5 από 8

ΤΟΥ ΑΥΤΟΥ ΤΡΙΤΗ ΕΡΩΤΗΣΙΣ Εἴπατέ μοι· τὸν εἰλημμένον ὃν ἐκδέχεσθε ὑμεῖς οἱ Ἰουδαῖοι τί μέλλει εἶναι; Ἰουδαῖος ἆρα ἐξακολουθῶν τὸν νόμον Μωϋσέως, ἢ Χριστιανὸς καταφρονῶν καὶ παραβαίνων τὸν νόμον καὶ τὰς θυσίας καταλύων, Οἶδα γὰρ, εἰπεῖν ἔχετε, ὅτι Ἰουδαῖός ἐστιν ἐξ Ἰουδαίων ὁ υἱὸς Δαβὶδ τοῦ πατρὸς ὑμῶν, φυλάττων τὸν νόμον, ἀνακαινίζων τὰς θυσίας καὶ τὸ γένος ὑμῶν· καὶ εἰπέ μοι, πόσοι χρόνοι εἰσὶν ἀπὸ τῆς πρώτης αἰχμαλωσίας τῶν Ἰουδαίων ἐπὶ Ναβουχοδονόσορ τοῦ Πέρσου; ἔχουσιν εἰπεῖν ὅτι χίλια ἔτη καὶ πλεῖον· καὶ οὕτως ἔχει· καὶ εἰπὲ αὐτοῖς· Βλέπετε τί εἴπατε, ὅτι ὁ ἐρχόμενος Χριστὸς ὑμῶν Ἰουδαῖός ἐστι, καὶ ὅτι τὰς θυσίας τὰς Μωσαϊκὰς ἀνακαινίζει καὶ θύει, καὶ ὅτι ἀκμὴν οὐκ ἦλθε, καὶ ὅτι Ναβουχοδονόσορ ὅτε ἦν Δανιὴλ ἐν Βαβυλῶνι, χίλια ἔτη εἰσὶ ἢ πλεῖον· καὶ ἀλήθειαν εἴπατε. Ἄκουσον οὖν ἄρτι νουνεχῶς· καὶ ἐὰν, ὡς λέγεις, Ἰουδαῖός ἐστιν ὁ ἐρχόμενος Χριστὸς, καὶ θυσίας μέλλει νομικὰς ποιῆσαι, καὶ ὅτι ἀκμὴν οὐκ ἦλθε, πῶς Δανιὴλ ὁ προφήτης λέγει ἐν ταῖς αὐτοῦ ὁράσεσιν, ὡς ὁ ἀρχάγγελος Γαβριὴλ συνετίζων οὕτως· «Ἕως Χριστοῦ ἡγεμόνος ἑβδομάδες ἐτῶν ἑβδομήκοντα συνετμήθη ἐπὶ τοῦ λαοῦ σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν.» Καὶ μετ’ ὀλίγα· «Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτας, καὶ τοῦ χρίσαι ἅγια ἁγίων, τοῦ καταργῆσαι τὴν θυσίαν καὶ τὴν σπουδὴν τὴν νομικήν.» Δείξατε οὖν ἡμῖν ἄρτι, ποῖος Χριστὸς ἦλθε χρισθεὶς ἅγιος ἁγίων μετὰ τὰς ἑβδομήκοντα ἑβδομάδας, τουτέστι μετὰ τετρακόσια ἐνενήκοντα ἔτη ἀπὸ Δανιὴλ, καταργήσας τὴν θυσίαν καὶ τὴν νομικήν; καὶ πότε ἤρθη ἡ σπουδὴ καὶ ἡ θυσία τοῦ νόμου; Εἰ οὖν οὐ ψεύδεσθε λέγοντες, ὅτι οὔπω ἦλθεν ὁ Χριστὸς, ἀλλὰ μέλλει, δείξατε ἡμῖν ποῖος Χριστὸς ἦλθε μετὰ τετρακόσια ἐνενήκοντα ἔτη τοῦ Δανιὴλ ἅγιος ἁγίων; Ἀλλ’ οὐκ ἔχεις ἄλλον τινὰ δεῖξαι τοῦτο ποιήσαντα, εἰ μὴ Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ πάλιν, εἰ ἀληθεύοντες λέγετε ὅτι θυσίας μέλλει ποιεῖν νομικὰς ὁ ἐρχόμενος Χριστὸς ὁ Θεὸς ἡμῶν, λοιπὸν Δανιὴλ ψεύδεται λέγων, ὅτι «Χριστοῦ ἐρχομένου ἀρθήσεται θυσία καὶ σπουδή.» Καὶ εἰ ἄρα ἡμεῖς παρανομοῦμεν τὴν νέαν διαθήκην τοῦ Χριστοῦ κατέχοντες, καὶ ὁ ἐρχόμενος Χριστὸς ὑμῶν τὴν παλαιὰν καὶ τὸν νόμον Μωϋσέως ἀνακαινίζει, ὡς λέγετε· ποῦ λοιπὸν ζητοῦμεν τὴν διαθήκην ἐκείνην τὴν περὶ ἧς εἶπεν ὁ Θεὸς δι’ Ἱερεμίου τοῦ προφήτου· «Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἡνίκα ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου;» μετὰ γὰρ τὸ δοθῆναι αὐτοῖς τὸν νόμον, εἶπεν ὁ Θεὸς διὰ Ἡσαΐου καὶ Μιχαίου τῶν προφητῶν· «Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ·» ὥστε τοῦ Χριστοῦ ἐλθόντος αὐτὸς τὸν νέον νόμον ἤγαγε καὶ τὸν παλαιὸν ἐπλήρωσεν.

Ὁ Ἰουδαῖος· Εἰς ἄνθρωπον πεφουρκισμένον καὶ κατάδικον ἐλπίζετε, οἱ Χριστιανοί. —Ὁ Χριστιανός· Τί ἐστι τιμιώτερον παρὰ τῷ Θεῷ, ἄνθρωπος ἢ ὄφις χαλκοῦς ὃν ὑμεῖς προσκυνεῖτε κρεμάμενον; Πλὴν ἄκουσον μετὰ συνέσεως· ἀλλ’ ὅμως εἴπατέ μοι, ἐσταύρωσαν οἱ πατέρες ὑμῶν τινα λεγόμενον Ἰησοῦν Χριστόν; ναὶ ἢ οὔ; καὶ διὰ ποίαν αἰτίαν ἐσταυρώσατε αὐτόν; Διότι παράνομος ἦν, καὶ κατέλυε τὸν νόμον καὶ τὸ Σάββατον. Καὶ διὰ ποῖον ἐκήρυξαν οἱ προφῆται ἐλθεῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τοῦ πραθῆναι, καὶ τὸ πόσου ἔχει πραθῆναι, καὶ ὅτι ἔχει ἀχθῆναι εἰς θάνατον καὶ τῷ ξύλῳ ἥλοις χεῖρας καὶ πόδας προσηλωθήσεται, καὶ ὅξους καὶ χολῆς γεύσεται, καὶ ὅτι λόγχῃ κεντηθήσεται, καὶ ὁ οὐρανὸς σκοτισθήσεται; Καὶ ἀδύνατον ἦν μὴ πληρωθῆναι τοὺς λόγους τῶν προφητῶν· τί λέγει ταῦτα πάντα; Εἰς τὸν Χριστὸν ἡμῶν ἐγένοντο, ἢ εἰς τὸν εἰλημμένον ὑμῶν μέλλουσι γίνεσθαι; Καὶ εἰ μὲν εἰς τὸν εἰλημμένον ὑμῶν μέλλουσι γίνεσθαι, ἰδοὺ καὶ ὑμεῖς εἰς ἄνθρωπον κατάδικον ἐλπίζετε· εἰ δὲ εἰς τὸν Χριστὸν ἡμῶν πάντα ἐπληρώθησαν, συγκαταθέντες εἴπατε τὴν ἀλήθειαν· εἰ δὲ οὔτε εἰς τὸν ἡμέτερον Χριστὸν, οὔτε εἰς τὸν εἰλημμένον ὑμῶν, πάντως οἱ προφῆται ψεύδονται· εἰ δὲ στενούμενοι ἄκοντες ὁμολογεῖτε ὅτι τὸν Χριστὸν ἡμῶν κακῷ θανάτῳ οἱ πατέρες ὑμῶν ἐφόνευσαν ὡς κακοῦργον τὸν καὶ νόμον καταλύοντα, ἐνέγκωμεν τοὺς προφήτας, καὶ ἴδωμεν ἐὰν κακοῦργον λέγωσι τὸν ὑφ’ ὑμῶν σταυρωθέντα.

Εἴπατε δέ μοι, τίς ἐστιν ἐπὶ γῆς ἀναμάρτητος; καὶ, ὡς ἡ Γραφὴ λέγει, οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μίαν ἡμέραν ἡ ζωὴ αὐτοῦ, καὶ δῆλον ὅτι οὐδεὶς εἰ μόνος ὁ Θεός. Καὶ ἀκούσωμεν τί περὶ τοῦ παθόντος Χριστοῦ ἡμῶν ὁ Ἡσαΐας λέγει· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου· ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἆρα οὐκ αἰσχύνεσθε λοιπόν; ἰδοὺ προφανῶς ᾐσχημονήσατε· εἴπατε γὰρ ὅτι διὰ τὸ παρανομεῖν ἐσταυρώσατε αὐτὸν, ὁ δὲ προφήτης λέγει ὅτι ἁμαρτίαν οὐκ ἐποίησε. Καὶ ἐπεὶ οὐδεὶς ἀναμάρτητος εἰ μὴ μόνος ὁ Θεὸς, δῆλον ὅτι καὶ Θεός ἐστιν ἀληθινὸς ὁ σταυρωθεὶς ὑφ’ ὑμῶν· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἴδωμεν δὲ τί καὶ οἱ λοιποὶ προφῆται περὶ τοῦ παθόντος Χριστοῦ ἡμῶν λέγουσιν· ἐὰν ὡς κἀκοῦργον, ἢ ἐὰν ὡς Κύριον αὐτὸν ὁμολογοῦσι· τάχα γὰρ τὸ πλῆθος τῶν προφητῶν ἐντρέπεσθε, καὶ φιμοῦσθε λοιπὸν τοῦ λέγειν κατὰ Χριστοῦ καὶ Χριστιανῶν· ἰδοὺ γὰρ ὡσαύτως περὶ τῆς πράσεως τοῦ Χριστοῦ καὶ τῶν τριάκοντα ἀργυρίων τῆς τιμῆς αὐτοῦ Ζαχαρίας καὶ Ἱερεμίας οἱ προφῆται λέγουσι· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις.» Ὅτι δὲ καὶ ψευδομαρτυρίαν δεδώκασι κατ’ αὐτοῦ οἱ Ἰουδαῖοι ἐν τῷ καιρῷ τοῦ πάθους, ὁ ψαλμὸς λέγει· «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταπεδίδωσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν.»

Καὶ ὅτι ἑκουσίως ταῦτα ἠνέσχετο παθεῖν καὶ οὐκ ἀκουσίως, ὁ προφήτης λέγει· «Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπεστράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ ἐμπτύσμασι μιαροῖς αὐτῶν ἐνέπτυσάν με.» Περὶ δὲ τοῦ ἐξ ἀκανθῶν στέφανον φορέσαι, ὁ Ἱερεμίας λέγει· «Ταῖς ἀκάνθαις τῶν ἀνομιῶν αὐτῶν ἔστεψάν με.» Καὶ ὅτι τὴν ἀρχὴν τῆς σωτηρίας ἡμῶν, τουτέστι τὸν σταυρὸν, ἐν τοῖς ἰδίοις ὤμοις ἐβάσταζεν ὁ ὑψωθεὶς ἐν αὐτῷ, Ἡσαΐας λέγει, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ», τουτέστιν ὁ σταυρός. Ὅτι Θεὸς καὶ βασιλεὺς πρὸ αἰώνων ἦν ὁ Χριστὸς, καὶ ἐν μέσῳ γῆς σταυροῦσθαι αὐτὸν ἔμελλε πρὸς σωτηρίαν αὐτοῦ κόσμου, ὁ Δαβὶδ λέγει· «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν προαιώνιος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.» Καὶ ὅτι προσήλωσαν αὐτοῦ χεῖρας καὶ πόδας, ὁμοῦ Ζαχαρίας λέγει, ὅτι «Αἱ πληγαὶ αὐτῶν ἀνὰ μέσον τῶν χειρῶν μου· καὶ ἐρεῖ, ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.» Ἴδε πῶς καὶ μετὰ τὰ παθήματα ταῦτα ἀγαπητοὺς ὑμᾶς καλεῖ, καὶ οὐκ ἐπιστρέφετε πρὸς αὐτόν! ὄντως ἀχάριστοι ὑμεῖς. Περὶ δὲ τοῦ θανόντα αὐτὸν λόγχῃ κεντηθῆναι τὴν ἁγίαν αὐτοῦ πλευρὰν καὶ βλύσαι ἐξ αὐτῆς αἷμα καὶ ὕδωρ, ὁ προφήτης Ζαχαρίας εἶπεν· «Ἐπιβλέψονται πρός με εἰς ὃν ἐξεκέντησαν.» Καὶ ὁ Μωϋσῆς σαφῶς ταύτην προεικονίζει διὰ τῆς ἀκροτόμου πέτρας, ἧς διὰ τῆς ῥάβδου αὐτοῦ πλήξας, ἔβλυσεν ὕδωρ πρὸς σωτηρίαν τοῦ λαοῦ· ἡ δὲ πέτρα ἦν εἰκονικῶς ὁ Χριστός· ὡς γὰρ ἡ ἀκρότομος πέτρα ἄψυχος, οὖσα καὶ ἀναίσθητος κρουσθεῖσα ὑπὸ τῆς ῥάβδου Μωϋσέως εὐθὺς ἔβλυσεν ὕδωρ εἰς ζωὴν πρόσκαιρον τῷ τότε λαῷ, οὕτω καὶ τὸ ἄχραντον σῶμα Χριστοῦ τοῦ Θεοῦ νεκρωθὲν τῇ ἁγίᾳ αὐτοῦ πλευρᾷ εὐθὺς ἔβλυσεν αἷμα καὶ ὕδωρ πρὸς σωτηρίαν τῶν πιστευόντων εἰς ζωὴν αἰώνιον εἰς αὐτὸν καὶ οὐ πρόσκαιρον.

Καὶ πάλιν ὁ αὐτὸς προφήτης Μωϋσῆς λέγει περὶ τὴν τοῦ Χριστοῦ σταύρωσιν καὶ τὴν ὑμῶν ἀπιστίαν, ὅτι «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, καὶ οὐ μὴ πιστεύσετε·» ἰδοὺ καὶ οὗτος ζωὴν αἰώνιον ὀνομάζει τὸν ἐπὶ ξύλου κρεμασθέντα. Καὶ μὴ εἴπῃς ὅτι περὶ τοῦ ὄφεως τοῦ χαλκοῦ εἶπε τοῦτο· εἰς τὸν ὄφιν γὰρ ἐπίστευσαν, εἰς δὲ τὴν ζωὴν, τουτέστι τὸν Χριστὸν, εἶπεν ὅτι οὐ μὴ πιστεύσετε· καὶ γὰρ τὴν ἡμετέραν ἀρὰν ἣν διὰ τῆς παραβάσεως καὶ παρακοῆς ἐπεσπασάμεθα, αὐτὸς ἀνέλαβε, καθὼς γέγραπται, ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου· καὶ κατάρα ὑπὲρ ἡμῶν γέγονεν ὁ ἀναμάρτητος, ἵνα κατάρας ἡμᾶς ἐλευθερώσῃ, καὶ ζωὴν αἰώνιον χαρίσηται τοῖς πιστεύουσιν εἰς αὐτόν. Ὥσπερ γὰρ ὑμεῖς οἱ Ἰουδαῖοι ἐπιστεύσατε τῷ ὄφει τῷ χαλκῷ κρεμαμένῳ ἐπὶ ξύλου, ἐπικατηραμένου ὄντος ἀπὸ παντὸς θηρίου οὗτινος εἰκὼν παρεῖχε τοῖς προγόνοις ὑμῶν· ὡς γὰρ ὁ ὄφις ὁ μὴ δάκνων ὑπὲρ τῶν δακνόντων ὄφεων ζωὴν ἔφερεν, οὕτω καὶ ὁ Χριστὸς ἀναμάρτητος ὢν ὑπὲρ ἁμαρτωλῶν κρεμασθεὶς, ζωὴν τῷ κόσμῳ ἐχαρίσατο. Καὶ περὶ τοῦ σκοτάσαι τὴν ἡμέραν ἐκείνην σταυρουμένου Χριστοῦ, καὶ φωνὴν αὐτοῦ ἀφιέντος ὅταν ἐξέπνευσεν, καὶ σεισθῆναι τὸν οὐρανὸν καὶ πᾶσαν τὴν γῆν διὰ τὴν τόλμαν ταύτην τῶν Ἰουδαίων, ὁ προφήτης Ὠσηὲ λέγει· «Ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.»

Καὶ ὁ Δαβὶδ λέγει· «Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ.» Ἰδοὺ καὶ αὐτοὶ Κύριον ὕψιστον τὸν ἐσταυρωμένον ὀνομάζουσι. Καὶ Ζαχαρίας ὁ προφήτης λέγει· «Καὶ ἥξει Κύριος ὁ Θεὸς, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ· καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, καὶ οὐχ ἡμέρα, οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς, καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ.» Ἀπὸ γὰρ ὥρας ἕκτης ἕως ὥρας ἐννάτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν. Ἰδοὺ καὶ Ζαχαρίας Κύριον καὶ Θεὸν τὸν σταυρωθέντα ὠνόμασε. Καὶ ἐὰν μὲν εἴπητε ὅτι ταῦτα περὶ τοῦ εἰλημμένου ὑμῶν λέγουσιν· Ἰδοὺ λοιπὸν καὶ ὑμεῖς εἰς ἄνθρωπον μέλλοντα σταυρωθῆναι ὡς κατάδικον ἐλπίζετε· ἀλλ’ οὐκ ἔστιν ἄλλος ὁ προφητευθεὶς, εἰ μὴ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἐκ τῶν οὐρανῶν κατελθὼν, καὶ σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου ἐκ τῆς ἀειπαρθένου Μαρίας, καὶ ταῦτα παθὼν διὰ τὴν τοῦ κόσμου σωτηρίαν, καθάπερ προηγγείλαντο περὶ αὐτοῦ οἱ προφῆται, ὡς διαλεχθέντες τὰς περὶ Χριστοῦ μαρτυρίας τε καὶ προφητείας αὐτῶν παρηγάγομεν. Καὶ περὶ τοῦ ἀναληφθῆναι αὐτὸν ἐν τοῖς οὐρανοῖς καὶ καθίσαι ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ πρὸς Ζαχαρίαν εἶπεν· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ στήσονται οἱ πόδες Κυρίου εἰς τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ κατὰ ἀνατολάς.» Καὶ Ψαλμῳδὸς λέγει· «Ἐπέβη ἐπὶ Χερουβὶμ, καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων· καὶ ἀνέβη Θεὸς ἐν ἀλαλαγμῷ·» καί· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,» καὶ τὰ ἑξῆς. Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι κατέβη πρότερον;

Ὅμως σὺν πᾶσι τοῖς ῥηθεῖσιν, οὐ προφήτας, ἀλλὰ καὶ μάρτυρας ὑμῖν ἄλλως προβαλλόμεθα, οἵτινες παρηκολούθησαν τὴν τοῦ Χριστοῦ ἔνσαρκον παρουσίαν. Καὶ γὰρ καὶ ἡμεῖς ἅπερ μέλλομεν λέγειν, ἐν ὑπομνήμασιν ἔχετε· οἱ γὰρ πατέρες ὑμῶν οἱ τότε λίαν ἡττηθέντες, καὶ τὴν ἧτταν εἰς νίκην ἀνίκητον ἀνακαλούμενοι, ἐκέλευσαν μηδένα τῶν Ἰουδαίων κατέχειν αὐτὰ ἐγγράφως τὰ παρὰ τοῦ Χριστοῦ πρακτέα, ἢ ὅλως ζητεῖν ἢ ἀναγινώσκειν, ἵνα μὴ ἡ φιλοπονία τοῖς πολλοῖς γνῶσιν παράσχῃ· ἀλλ’ εἰδόσιν ὑμῖν ταῦτα λέγομεν, κἂν κρύβειν τὴν ἀλήθειαν ὑπὸ τῆς συνηθείας ἀναγκάζεσθε· τοὺς ἀπὸ τῆς Περσίδος ἐπὶ τὴν Παλαιστίνην περάσαντας Μάγους οὐκ ἠκούσατε ἐκ θείας χρησμῳδίας μετὰ ἀστέρος ἀγομένους, οἳ τῷ Χριστῷ προσκυνήσαντες δῶρα προσήγαγον; μεθ’ ὧν οἱ τότε ὑμῶν ἀρχιερεῖς τῷ τότε βασιλεῖ Ἡρώδῃ συντυχόντες, εἶπε· Ποῦ ὁ Χριστὸς γεννᾶται· καὶ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῇ πόλει τῆς Ἰουδαίας, καθὼς οἱ προφῆται λέγουσιν· ὡς καὶ ζηλώσαντα τὸν Ἡρώδην τὴν ἀναφυεῖσαν βασιλείαν, τὴν τοσαύτην παιδοσφαγίαν ποιήσασθαι. Ἰωάννης ὁ Βαπτιστὴς οὐκ ἐξ Ἰουδαίων κατάγεται; πρὸς ὃν ἀπέσταλκαν τότε οἱ πατέρες ὑμῶν ἐρωτῶντες εἰ αὐτὸς ὁ Χριστὸς, καὶ εἶπεν· «Οὐκ εἰμὶ ἐγώ·» ἀλλὰ δείξας αὐτοῖς τὸν Χριστὸν εἶπεν· «Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»

Λοιπὸν Νικόδημος ὁ ἄρχων ὑμῶν, καὶ Ναθαναὴλ, καὶ Ἰωσὴφ ὁ ἀπ’ Ἀριμαθίας, καὶ Βιζῆς καὶ ὁ Ἀλέξανδρος, οἳ καὶ συνέφαγον αὐτῷ ἐν τῷ γάμῳ Σίμωνος τοῦ Γαλιλαίου, ἐν ᾧ καὶ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν. Οἱ πρεσβύτεροι οἱ ἐπὶ πρεσβείαν διὰ τὸν παῖδα τοῦ ἑκατοντάρχου ὑπ’ αὐτοῦ σταλέντες σκυλλῆναι αὐτὸν διὰ τὴν σωτηρίαν αὐτοῦ, Ἄξιος γάρ ἐστι, φησὶν, ὃ παρέξει τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ὑμῖν. Ὁ βασιλικὸς ὁ ἀνθύπατος ὁ ἀδελφὸς Ἰαείρου τοῦ ἀρχισυναγώγου οὗ τὸν υἱὸν ὑγιῆ ἐποίησε, ὁ τούτου ἀδελφὸς Ἰάειρος παρακαλέσας αὐτὸν καὶ τὴν θυγατέρα ἤγειρεν ἐκ νεκρῶν· Καϊάφας ὁ τότε ἀρχιερεὺς ὑμῶν ὁ συμβουλεύσας ἕνα ἄνθρωπον ἀποθανεῖν καὶ μὴ ὅλον τὸ ἔθνος ἀπολέσθαι. Οἱ παῖδες ὑμῶν οἱ τότε βοήσαντες, «Ὠσαννὰ τῷ υἱῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου βασιλεὺς τοῦ Ἰσραήλ.» Ὁ μαθητὴς Ἰούδας ὃς ἐστήσατο τριάκοντα ἀργύρια ἵνα αὐτὸν παραδώσει ὑμῖν. Οἱ στρατιῶται οἷς ἐδώκατε τὰ ἀργύρια ὥστε εἰπεῖν ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. Ἰώσηπος ὁ συγγραφεὺς ὑμῶν ὃς εἴρηκε περὶ Χριστοῦ λέγων, ἀνδρὸς δικαίου καὶ ἀγαθοῦ ἐκ θείας χάριτος ἀναδειχθέντος, σημείοις καὶ τέρασιν εὐεργετοῦντος πολλούς. Τίνος κατὰ τὸν προφήτην διεμερίσαντο τὰ ἱμάτια καὶ ἔβαλον κλῆρον; τίνος χεῖρας καὶ πόδας ὤρυξαν; τίνα ὄξος καὶ χολὴν ἐπότισαν εἰς τὴν δίψαν αὐτοῦ ἐπὶ σταυροῦ κρεμαμένου;