Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Διάλογος κατὰ Ἰουδαίων

Ἀναστάσιος Σιναΐτης

Προφητείες περί της Ενσαρκώσεως, τιμή των εικόνων και τα αίτια της ιουδαϊκής διασποράς

Εξέταση προφητικών μαρτυριών για το πάθος του Κυρίου, την καθαίρεση της ειδωλολατρίας, την απολογία της προσκύνησης του Σταυρού και την παρακοή του Ισραήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 4 από 8

ΤΟΥ ΑΥΤΟΥ ΔΕΥΤΕΡΑ ΕΡΩΤΗΣΙΣ. Καὶ γὰρ ἅπαντα τὰ περὶ αὐτοῦ οἱ προφῆται προεκήρυξαν, ἀλλ’ ὑμεῖς οὐκ ἐμβλέπετε. Εἰ δὲ λέγετε ὅτι ἐὰν οἱ προφῆται ὑμῶν Χριστοῦ εἰπόντες, διὰ τί μὴ φανερῶς καὶ διαῤῥήδην εἶπον ἡμῖν; Ὅτι ἵνα εἰδῆτε, Ἰουδαῖοι, ὅτι ὁ Χριστὸς μέλλει ἐλθεῖν καὶ παῦσαι τὸν νόμον καὶ τὰς θυσίας τοῦ νόμου· καὶ λέγω σοι ὅτι εἰ εἶπον οὕτως γυμνὸν τὸ πρᾶγμα, εὐθέως ἐλιθάζετε αὐτοὺς καὶ τὰς βίβλους αὐτῶν ἐκαίετε. Καὶ ἡμεῖς λοιπὸν εἰς τοῦτο βλεπόμεθα· ἄρτι γὰρ ἐκ τῶν προφητῶν ὑμῶν ὑμᾶς καταισχύνομεν, ὅλα τὰ τοῦ Χριστοῦ ἐξ αὐτῶν ὑμᾶς ἐλέγχοντες καὶ παριστῶντες. Ὁ Δαβὶδ μὲν γὰρ λέγει· «Ἔκλινεν οὐρανοὺς καὶ κατέβη.» Ἡσαΐας λέγει· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» ἰδοὺ ἡ γέννησις. Καὶ πάλιν ὁ αὐτὸς προφήτης λέγει· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη·» ἰδοὺ μετὰ τῶν ἀνθρώπων αὐτοῦ συναναστροφή· καὶ οὐκ ἦν δυνατὸν ἄλλως πως αὐτὸν τοῖς ἀνθρώποις ὀφθῆναι, γυμνῇ τῇ θεότητι συναναστραφῆναι, εἰ μὴ τὴν ἀνθρωπείαν φύσιν καὶ σάρκα ἐφόρεσε καὶ ἐνεδύσατο. Καὶ ὁ Μωϋσῆς μετὰ τὸ ἰδεῖν τὴν δόξαν τοῦ Θεοῦ, ὥστε μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ὁρᾷν τὸ πρόσωπον αὐτοῦ ἀνακεκαλυμμένον, εἰ μὴ ἐπετίθετο τὸ κάλυμμα, εἶπε πρὸς αὐτοὺς οὕτως· «Ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.» Τί ἐστι τὸ, «ὡς ἐμέ;» Ὥσπερ γὰρ τὸ πρόσωπον Μωϋσέως ἐδοξάσθη, καὶ διὰ τὸ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίζειν τὴν δόξαν αὐτοῦ, ἐτίθει κάλυμμα τῷ προσώπῳ, εἶθ’ οὕτως αὐτοῖς ὡμίλει· οὕτως καὶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἀντὶ περιβολῆς ἔσχε τὸν ναὸν τοῦ σώματος, κρύπτων αὐτοῦ τὴν θεότητα, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων· ὁ μεσιτεύων κρεῖττον ἢ παρὰ Μωϋσεῖ, ἀνθρώπους μὲν πρὸς Θεὸν, Θεὸν δὲ πρὸς ἀνθρώπους· καὶ γὰρ κρείττων καὶ μείζων δεσπότης παρὰ δούλου. Ὁ γὰρ Μωϋσῆς δοῦλος ὑπῆρχεν· ὁ δὲ Χριστὸς, καθ’ ὃ Θεὸς, Δεσπότης· καὶ διὰ τοῦτο, «Ὡς ἐμὲ,» διὰ τὸ ἔνδυμα καὶ τὴν μεσιτείαν· καὶ ὅτι ὅστις οὐκ ἀκούσει τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἡ ψυχὴ αὐτοῦ ἐκ τοῦ λαοῦ αὐτοῦ· καὶ ὅτι αὐτός ἐστιν ὁ λυτρούμενος τὸν Ἰσραὴλ, ὁ ἐνανθρωπήσας Κύριος, καὶ συναναστραφεὶς ἡμῖν τοῖς ἀνθρώποις, καὶ οὐκ ἄλλος.

Ἄνωθεν Ἱερεμίας εἴρηκεν εἰπὼν, ὅτι «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν,» καὶ τὰ ἑξῆς. Καὶ ὁ προφήτης Ἡσαΐας λέγει· «Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος, ἥξει καὶ σώσει ἡμᾶς·» καὶ ὅτι ἔμελλον τὰ ἔθνη πιστεῦσαι καὶ ἀποστῆναι ὑμᾶς τοὺς Ἰουδαίους διὰ τὴν ὑμῶν ἀπιστίαν. Ὁ προφήτης Ὠσηὲ λέγει· «Καλέσω τὸν οὐ λαόν μου, λαόν μου,» ἤγουν τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη. Καὶ ὁ Δαβὶδ, δεικνὺς, ὅτι ὁ Θεὸς διὰ τὰ ἔθνη σαρκοῦσθαι ἔμελλεν, εἶπεν· «Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη·» διὰ τί οὐκ εἶπεν, Ἐβασίλευσεν ἐπὶ τοὺς Ἰουδαίους; Ὅτι μὲν βασιλεύς ἐστιν ὁ Θεὸς ἐπὶ πάντας, δῆλον ἦν· ἀλλ’ οὐκ ἦν τοῖς ἔθνεσι πρὸ τοῦ πιστεῦσαι ἐν ἐπιγνώσει, διὰ τὸ ὑπὸ τῆς εἰδωλολατρείας κατέχεσθαι αὐτοὺς, καὶ ὑπὸ τῶν δαιμόνων δεσποζομένους τυραννικῶς· διὰ δὲ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τῶν εἰδώλων διὰ τοῦ ἰδίου αἵματος αὐτοῦ, οὗ ἐξέχεεν ἐπὶ τοῦ σταυροῦ, καὶ ἐβασίλευσεν εἰς ἡμᾶς, διότι ἐπιστεύσαμεν εἰς αὐτόν. Διὸ καὶ πάλιν λέγει· «Πάντα ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε»· ὅσοι μὲν ἐν τῷ νῦν αἰῶνι προσέλθωσιν αὐτῷ διὰ τοῦ ἁγίου βαπτίσματος· καθάπερ ὁ αὐτὸς προφήτης ἡμῖν παρῄνεσε, λέγων· «Προσέλθατε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.» Καὶ ἄλλος προφήτης λέγει· «Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλητε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν καρδιῶν ὑμῶν.» Καὶ εἰ οὕτως αὐτῷ προσέλθωσι, μισθὸν λήψονται τῆς πίστεως, τὸ χωρὶς λατρείας νόμου διὰ τῆς πίστεως σωθῆναι· ὅσοι δὲ νῦν μὴ θελήσωσιν αὐτῷ προσελθεῖν, ἐν τῷ μέλλοντι αἰῶνι, καὶ μὴ βουλόμενοι, αὐτὸν μετ’ αἰσχύνης μεγάλης καὶ φόβου καὶ τρόμου πολλοῦ προσκυνήσουσι· καθὼς ὁ προφήτης εἶπε· «Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ἔδεισαν,» ἤγουν νῦν ἠπίστησαν· «γνόντες δὲ αἰσχυνθήτωσαν·» τουτέστιν ἐν τῷ μέλλοντι ὃν νῦν ἠπίστησαν Χριστὸν, τότε γνώσονται καὶ αἰσχυνθήσονται, καὶ τῷ ἀσβέστῳ πυρὶ παρ’ αὐτοῦ παραπεμφθήσονται αἰωνίως κολαζόμενοι· ὅτι ἐκ Σιὼν ἔμελλε φανεροῦσθαι ὁ Χριστὸς, καὶ ὅτι ὕψιστός ἐστι, καὶ αὐτὸς τὴν Σιὼν ἐθεμελίωσεν. Εἶπεν ὁ Δαβὶδ, «Μήτηρ Σιὼν, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.»

Ὅτι δὲ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ, καὶ μαρτυρηθῆναι αὐτὸν ἄνωθεν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, εἶπε· «Φωνὴ Κυρίου ἐπὶ ὑδάτων· ὁ Θεὸς τῆς δόξης ἐβρόντησε· Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Ὅτι δὲ διὰ τοῦ ἁγίου βαπτίσματος συνέτριψε τὸν διάβολον καὶ τὰς δυνάμεις αὐτοῦ, λέγει· «Ἐκεῖ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος·» τουτέστι τῶν δαιμόνων. Συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, τουτέστι τοῦ διαβόλου. Τὸ δὲ, ποιητὴς οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσσης, αὐτός ἐστιν ὁ Χριστὸς, καὶ ἐν τῇ θαλάσσῃ περιπατῆσαι αὐτὸν ὡς ἐπὶ ἐδάφους· καὶ ὅτι ἰάσεις πολλὰς ποιῆσαι ἐν τῷ λαῷ, καὶ ὅτι ὑπὲρ τοῦ κόσμου ἔμελλε παθεῖν, ἡ βίβλος Ἰὼβ οὕτως λέγει· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος, ὁ περιπατήσας ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.» Καὶ ὁ προφήτης λέγει· «Τότε ὀφθαλμοὶ τυφλῶν ἀνοιχθήσονται, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· τότε ὁ χωλὸς ὡς ἔλαφος ἁλεῖται». Ὅτι δὲ ἐλθεῖν ἔμελλε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ παθεῖν ἐν Ἱερουσαλὴμ καθεζόμενος ἐπὶ πώλου ὅνου ὑποζυγίου ὡς βασιλεὺς παρὼν, ὁ προφήτης Ζαχαρίας λέγει· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζυγίου καὶ πώλου.» Ὅτι δὲ καὶ ὑπὸ τῶν παίδων ὑμῶν τῶν Ἰουδαίων τὸ, «Ὡσαννὰ,» εὐφημίσθη, ὑπὸ Θεοῦ τοῦτο διδαχθέντες, ὁ Δαβὶδ προανεφώνησεν· «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Ὁ δὲ Ἡσαΐας· «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἦρε, καὶ τὰς νόσους ἐβάστασε, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται·»

Οὐχ ὁρᾶς, ὦ Ἰουδαῖε, πῶς ἔδει πληρωθῆναι εἰς αὐτὸν τὰς Γραφὰς τῶν προφητῶν; Περὶ γὰρ τοῦ προδεδόσθαι αὐτὸν παρὰ τοῦ Ἰούδα ἑνὸς τῶν ιβʹ μαθητῶν αὐτοῦ, ὁ ψαλμὸς λέγει· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν καινά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.» Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ τὸν ἅγιον Παῖδα τοῦ Θεοῦ Ἰησοῦν, ὅς ἐστι Χριστὸς, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. Καὶ ὁ Δαβὶδ λέγει περὶ αὐτοῦ· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλλον κλῆρον· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου.» Ἰδοὺ καὶ ἡ σταύρωσις, καὶ ὅτι ὄξος μετὰ χολῆς αὐτὸν ἐπότισαν. Ὁ αὐτὸς Δαβὶδ πάλιν εἶπεν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ἆρα ἐψεύσαντο οἱ προφῆται καὶ οἱ εὐαγγελισταὶ ἡμῶν τῶν Χριστιανῶν, τὰ ἴσα τούτων εἰπόντες, ὅτι ταῦτα ἔπαθεν ὁ Χριστός; καὶ εἰ οἱ εὐαγγελισταὶ ἡμῶν ἐψεύσαντο, καὶ οἱ προφῆται λοιπὸν ἐψεύσαντο τὰ ὅμοια τούτων εἰπόντες. Θέλεις ἀκοῦσαι καὶ περὶ τῆς ταφῆς αὐτοῦ; Ὁ Προφήτης λέγει ἐν βίβλῳ Ψαλμῶν· «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου, καὶ ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος,» τουτέστιν ἀναμάρτητος. Καὶ ἐν τῷ Ἰὼβ λέγει· «Ἀνοίγονταί σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν·» δηλονότι αἱ τῶν ἐναντίων δαιμόνων δυνάμεις αἱ ἐν τῷ ᾅδῃ. Ὅτι δὲ πολλὰ σώματα τῶν κεκοιμημένων ἀπ’ αἰῶνος ἁγίων ὁ Χριστὸς ἐν τῷ σταυρῷ κρεμάμενος ἤγειρεν ἐκ τῶν νεκρῶν, ὁ Ψαλμῳδὸς εἶπεν· «Ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.» Ἀλλὰ καὶ περὶ τῆς τριημέρου αὐτοῦ ταφῆς καὶ τῆς ἀναστάσεως ὁ προφήτης Ὠσηὲ λέγει οὕτως· «Ζητήσωμεν τὸν Κύριον, καὶ ἁγιάσει ἡμᾶς μετὰ ἡμέρας δύο, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσομαι.» Ὅτι δὲ ἡ ψυχὴ αὐτοῦ ἐν ᾅδῃ οὐ καταλέλειπται, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθορὰν, ὁ Δαβὶδ λέγει· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Μὴ νομίσῃς δὲ ὅτι περὶ ἑαυτοῦ εἶπεν ὁ Δαβὶδ, καὶ οὐ περὶ Χριστοῦ· ὁ δὲ Δαβὶδ μὲν τῇ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ οἶδε διαφθοράν· αὐτὸς γὰρ ὁ Θεὸς τὴν ἀνθρωπίνην φύσιν, ἣν ἀνέλαβεν, ἀνέστησε. Καὶ ἀλλαχοῦ γέγραπται· «Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ, τιμή·» τουτέστιν ἡ μὲν ἀνάπαυσις, ταφή· ἡ δὲ τιμὴ, ἀνάστασις.

Λοιπὸν τίς ταῦτα ἀκούων ἐκ τῶν προφητῶν περὶ τοῦ Χριστοῦ, οὐχ ὁμολογεῖ αὐτὸν Θεὸν ἀληθινὸν διὰ τὴν τοῦ κόσμου σωτηρίαν ἐνανθρωπήσαντα, εἴδωλά τε καταργήσαντα, θυσίας δαιμόνων καταστρέψαντα; Ποῦ εἰσιν αἱ θυσίαι Αἰγύπτου; ποῦ αἱ μαντεῖαι Μέμφεως; ποῦ Σεβήνυτος ἡ τὸν Σίμωνα σεβομένη; ποῦ Νούφις ἡ τὸν οἶνον προσκυνοῦσα; ποῦ εἰσι σήμερον οἱ τὸν ἥλιον σεβόμενοι; ποῦ τῆς Ἀρτέμιδος ὁ ναός; ποῦ τοῦ ναοῦ Κυζίκου αἱ μαντεῖαι Ἀπόλλωνος καὶ πάντων τῶν δαιμόνων; Τοῦ γὰρ Χριστοῦ φανέντος καὶ σταυροῦ παγέντος, ὁ Θεὸς πανταχοῦ προσκυνεῖται καὶ δοξάζεται. Καὶ οὐκ αἰσχύνεσθε, Ἰουδαῖοι, εἰδωλοθύτας ἡμᾶς καὶ εἰδωλολάτρας ὀνομάζοντες; Ὅμως οὐδὲν ξένον· πᾶσα γὰρ πόρνη τῇ ἐλευθέρᾳ γυναικὶ τὸ ἴδιον ὄνομα περιτίθησι, κράζουσα αὐτῇ· Πεπορνευμένη. Καὶ γὰρ Ἡσαΐου καὶ Ἱερεμίου καὶ τῶν λοιπῶν προφητῶν, οὐ μὴν ἀλλὰ καὶ αὐτοῦ τοῦ Χριστοῦ, οὐκ ἐφείσασθε· καὶ πῶς ἡμῖν τοῖς Χριστιανοῖς ἔχετε φείσασθαι; Ἀλλ’ εἰ καὶ εἴχετε ὑμεῖς ἐξουσίαν, καὶ ἡμεῖς σήμερον ἔχομεν, οὐκ ἂν ἐάσατε ἕνα ἐξ ἡμῶν μέσον ὑμῶν ζῆσαι, καθάπερ καὶ ἡμεῖς ὑμᾶς ἀνεχόμεθα. Ἐπειδὴ δὲ εἴπατε· Διὰ τί οὐκ εἶπαν οἱ προφῆται φανερῶς καὶ γυμνῷ τῷ πράγματι περὶ τοῦ Χριστοῦ; ἐρωτῶ κἀγὼ ὑμᾶς τοῦτό γε· Πῶς οὐκ εἶπον οἱ προφῆται περὶ τοῦ Χριστοῦ ὑμῖν τοῖς Ἰουδαίοις, ὅτι Βλέπετε, ἐλθεῖν ἔχει ἄνθρωπος καλούμενος Ἰησοῦς, μὴ πιστεύσατε αὐτῷ ὅτι πλάνος ἐστίν; ἀλλ’ οὕτως τὸν ἀληθινὸν Χριστὸν καὶ Θεὸν, ὃν οἱ προφῆται προεκήρυξαν, μὴ θελήσαντες πιστεῦσαι, πλάνον καὶ οὐ Χριστὸν ἐνδέχεσθε.

Εἰ δὲ εἴπῃ ὁ Ἰουδαῖος, ὅτι Πῶς τοῦ Θεοῦ παραγγείλαντος μὴ προσκυνεῖν ξύλα ἢ λίθον καὶ ἔργα χειρῶν ἀνθρώπων, πῶς ὑμεῖς οἱ Χριστιανοὶ αὐτὰ προσκυνεῖτε καὶ σέβεσθε, ποιοῦντες αὐτῶν σταυροὺς καὶ εἰκόνας; εἰπὲ αὐτῷ· Λέγε μοι καὶ σὺ, Ἰουδαῖε, διὰ τί καὶ σὺ προσκυνεῖς τὸ βιβλίον τοῦ νόμου, ἐπειδὴ ἐκ δερμάτων τυγχάνει καὶ ἐν ἀκαθαρσίᾳ βεβυρσευμένον; διὰ τί δὲ καὶ ὁ Ἰακὼβ ὁ πατριάρχης προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσήφ; Καὶ εἰ μὲν ἔχει εἰπεῖν, ὅτι Κἂν προσκυνῶ τοῦ νόμου τὸ βιβλίον, οὐ τὴν φύσιν τῶν δερμάτων προσκυνῶ, ἀλλὰ τὴν δύναμιν τῶν ῥημάτων· καὶ ὁ Ἰακὼβ προσκυνήσας τὴν ῥάβδον, οὐ τὸ ξύλον προσεκύνησεν, ἀλλὰ τὸν κρατοῦντα αὐτὴν Ἰωσήφ· εἰπὲ αὐτῷ, ὅτι Οὕτως καὶ ἡμεῖς οἱ Χριστιανοὶ προσκυνοῦντες τοῦ Χριστοῦ σταυρὸν, οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνοῦμεν, μὴ γένοιτο! ἀλλὰ Χριστὸν τὸν σταυρωθέντα ἐν αὐτῷ. Καὶ ὥσπερ ὑμεῖς ἐὰν ηὕρατε ἄρτι τὰς δύο πλάκας καὶ τὰ δύο Χερουβὶμ τὰ χρυσᾶ, ἅπερ ἐποίησε Μωϋσῆς, καὶ τὴν κιβωτὸν, προσ[ε]κυνήσατε ἂν αὐτὰ τιμῶντες τὸν ἐπιτάξαντα ταῦτα· τῷ αὐτῷ τρόπῳ καὶ ἡμεῖς, τὰς εἰκόνας προσκυνοῦντες, οὐ τὸ ξύλον προσκυνοῦμεν, μὴ γένοιτο! ἀλλὰ Χριστὸν τιμῶντες, καὶ τοὺς ἁγίους αὐτοῦ· καὶ οὔτε τὸ ξύλον, οὔτε τὴν ζωγραφίαν προσκυνοῦμεν· ἐπεὶ πολλάκις τὰς εἰκόνας παλαιουμένας ἀπαλείφομεν καὶ ἀνακαινίζομεν, ἢ καὶ σαθρωθείσας καίομεν, καὶ ἄλλας καινουργίας ποιοῦμεν, πρὸς ὑπόμνησιν ἀγαθὴν μόνον. Ὑμεῖς δὲ ἐκεῖνό μοι εἴπατε· διὰ τί τὴν εἰκόνα τὴν ἐν Βαβυλῶνι Ναβουχοδονόσορ προσ[ε]κυνήσατε; καίτοι γε ἔχοντες ἐκεῖ τὸν Δανιὴλ καὶ ἄλλους προφήτας διδάσκοντας ὑμᾶς; Κἀγὼ μὲν ὁ Χριστιανὸς προσκυνῶν εἰκόνα τοῦ Χριστοῦ, λέγω· Δόξα ὁ Θεὸς τῶν ἁγίων, οὐ λέγω, Δόξα ξύλου ἢ ζωγραφίας· σὺ δὲ προσκυνήσας τὴν εἰκόνα, εἶπας· Δόξα Ναβουχοδονόσορ· ἐγὼ προσκυνῶ τὸν σταυρὸν, οὐ λέγω, Δόξα ξύλου, μὴ γένοιτο! σὺ δὲ προσκυνεῖς τὴν μόσχον, λέγεις· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου·» ἡμεῖς δὲ οἱ Χριστιανοὶ αἰχμαλωτιζόμενοι πολλὰ ἔτη καὶ καταπονούμενοι, τὸν Θεὸν οὐκ ἀρνούμεθα.

Εἰ δὲ καί τινες Χριστιανοὶ ἠρνήσαντο, ἀλλ’ οὐ τοσοῦτοι ὡς ὑμεῖς ἐν Βαβυλῶνι, μήτε τυφθέντες, μήτε δαρέντες, ἀλλ’ ἀπὸ ψιλοῦ ῥήματος πάντες ἠρνήσασθε, καὶ εἰκόνα προσεκυνήσατε ἀνθρώπου· καὶ εἰ μὴ οἱ τρεῖς παῖδες πιστὰ τῷ Θεῷ ἐφύλαξαν, ποῦ, εἰπέ μοι, πιστὰ ἐφυλάξατε τῷ Θεῷ; καίτοι γε τοσαῦτα σημεῖα θεωρήσαντες ἐν παντὶ τόπῳ, ἐν Αἰγύπτῳ ὑπὸ Μωϋσέως, ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἐν τῇ ἐρήμῳ, ἐν στύλῳ πυρὸς, ἐν νεφέλῃ φωτὸς, ἐν τῷ ὄρει Σινᾶ· πότε ὁ Θεὸς τοιαῦτα ἀγαθά τινι ἐποίησεν; πότε ὁ Θεός τινι ἐλάλησεν οὕτως διὰ νόμων καὶ σαλπίγγων ἀγγελικῶν, καὶ σημείων τοιούτων νόμον δώσας ὑμῖν, μάννα βρέξας, προφήτας ἐν ὑμῖν ἀποστείλας, τὰ ἔθνη ὑποτάξας, ἀλλοφύλους ἐξολοθρεύσας, τὰς πλάκας ἐπιδώσας, τὴν σκηνὴν ὑμῶν αὐτὸς διατυπώσας, Μωϋσέα δεύτερον θεὸν τυποποιοῦντα αὐτὸν πρὸς ὑμᾶς καταστήσας; Ὢ τῆς πολλῆς ὑμῶν πωρώσεως! ὢ τῆς κακῆς γνώμης! ὢ τῆς ἀχαρίστου ὑμῶν προαιρέσεως καὶ ἐθελουσίου τυφλώσεως! Ἄνω ἐν τῷ ὄρει Μωϋσῆς ὑπὲρ ὑμῶν ἠγωνίζετο, καὶ κάτω ὑμεῖς τὴν μόσχον ἐχωνεύετε· ἄνω ἐκεῖνος τὸν Θεὸν παρεκάλει, καὶ κάτω σὺ τὸν Θεὸν παρώργιζες, καὶ τὸν μόσχον προσεκύνεις· τὸ μάννα ἤσθιες, καὶ τὸν Θεὸν ὠνείδιζες. Λέγει γὰρ ὁ Δαβὶδ, ὅτι «Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς.» Καὶ ἡμᾶς τοὺς Χριστιανοὺς τί ὑμεῖς ἔχετε εἰπεῖν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ προσκυνοῦμεν; Ἀλλ’ εἴπατε, διὰ τί ὑμεῖς τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας, ὡς λέγει Δαβὶδ, ἐθύσατε τοῖς δαιμονίοις, τῷ Βεελφεγώρ; τί γάρ; ὑμεῖς ὅλως πίστιν ἔχετε; μὴ γένοιτο! Ἄκουσον Μωϋσέως λέγοντος πρὸς τὸν λαὸν (καίτοι γε τότε θεοσεβὴς ἦν ὁ λαὸς τῶν Ἑβραίων), ἀλλ’ ἄκουσον τί λέγει Μωϋσῆς· «Ὅτι γενεὰ ἐξεστραμμένη εἰσὶν, ᾗ οὐκ ἔστι πίστις ἐν αὐτῇ.» Καὶ πάλιν· «Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε;» Καὶ ἄλλαι μυρίαι μαρτυρίαι περὶ ὑμῶν πονηραί εἰσιν ἐν ταῖς προφητείαις ὑμῶν ἐκ τοῦ Θεοῦ εἰρημέναι. «Υἱοὺς γὰρ, φησὶν, ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν.» Καὶ πάλιν ὁ αὐτὸς προφήτης Ἡσαΐας πρὸς ὑμᾶς· «Ἀκούσατε λόγον Κυρίου, οἶκος Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.» Ὁρᾶτε, ὅτι καὶ Σοδομίτας, καὶ ἀπίστους, καὶ λαὸν μωρὸν τοὺς Ἰουδαίους λέγει ὁ Θεὸς, καὶ εἰδωλοθύτας, καὶ ἀχαρίστους, καὶ γενεὰν πονηρὰν καὶ διεστραμμένην, καὶ τέκνα μωμητά; «Καὶ ἔθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ, καὶ ἐγκατέλιπον Θεὸν τὸν ποιήσαντα αὐτοὺς, καὶ ἀπέστησαν ἀπὸ Θεοῦ Σωτῆρος αὐτῶν.»

Ἐρευνήσωμεν οὖν τὰς Γραφὰς λοιπὸν, ἐὰν περὶ ἄλλου οἱουδήποτε ἔθνους τοσαῦτα ὁ Θεὸς κατήγγειλεν. Καὶ γὰρ ἐν Ἱεροσολύμοις πεντήκοντα δύο ἔτη ἐποιήσατε θύοντες ἐν τῷ ναῷ τοῦ Θεοῦ τοῖς εἰδώλοις ἐπὶ Μανασσῆ τοῦ βασιλέως ὑμῶν, βεβηλώσαντες τὸν ναὸν καὶ τὴν πόλιν τοῦ Θεοῦ· διὰ τοῦτο ἐν Βαβυλῶνι καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς.» Καὶ ἡμᾶς τοὺς Χριστιανοὺς τί ὑμεῖς ἔχετε εἰπεῖν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ προσκυνοῦμεν; Ἀλλ’ εἴπατε, διὰ τί ὑμεῖς τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας, ὡς λέγει Δαβὶδ, ἐθύσατε τοῖς δαιμονίοις, τῷ Βεελφεγώρ; τί γάρ; ὑμεῖς ὅλως πίστιν ἔχετε; μὴ γένοιτο! Ἄκουσον Μωϋσέως λέγοντος πρὸς τὸν λαὸν (καίτοι γε τότε θεοσεβὴς ἦν ὁ λαὸς τῶν Ἑβραίων), ἀλλ’ ἄκουσον τί λέγει Μωϋσῆς· «Ὅτι γενεὰ ἐξεστραμμένη εἰσὶν, ᾗ οὐκ ἔστι πίστις ἐν αὐτῇ.» Καὶ πάλιν· «Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε;» Καὶ ἄλλαι μυρίαι μαρτυρίαι περὶ ὑμῶν πονηραί εἰσιν ἐν ταῖς προφητείαις ὑμῶν ἐκ τοῦ Θεοῦ εἰρημέναι. «Υἱοὺς γὰρ, φησὶν, ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν.» Καὶ πάλιν ὁ αὐτὸς προφήτης Ἡσαΐας πρὸς ὑμᾶς· «Ἀκούσατε λόγον Κυρίου, οἶκος Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.» Ὁρᾶτε, ὅτι καὶ Σοδομίτας, καὶ ἀπίστους, καὶ λαὸν μωρὸν τοὺς Ἰουδαίους λέγει ὁ Θεὸς, καὶ εἰδωλοθύτας, καὶ ἀχαρίστους, καὶ γενεὰν πονηρὰν καὶ διεστραμμένην, καὶ τέκνα μωμητά; «Καὶ ἔθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ, καὶ ἐγκατέλιπον Θεὸν τὸν ποιήσαντα αὐτοὺς, καὶ ἀπέστησαν ἀπὸ Θεοῦ Σωτῆρος αὐτῶν.»

Ἐρευνήσωμεν οὖν τὰς Γραφὰς λοιπὸν, ἐὰν περὶ ἄλλου οἱουδήποτε ἔθνους τοσαῦτα ὁ Θεὸς κατήγγειλεν. Καὶ γὰρ ἐν Ἱεροσολύμοις πεντήκοντα δύο ἔτη ἐποιήσατε θύοντες ἐν τῷ ναῷ τοῦ Θεοῦ τοῖς εἰδώλοις ἐπὶ Μανασσῆ τοῦ βασιλέως ὑμῶν, βεβηλώσαντες τὸν ναὸν καὶ τὴν πόλιν τοῦ Θεοῦ· διὰ τοῦτο ἐν Βαβυλῶνι ὡς ἐκεῖνοι; Οὐδαμῶς. Ἆρα εἰς τὸν ναὸν εἴδωλον ἐστήσατε, ὡς ὁ Μανασσῆς; ἆρα προφήτας ἀπεκτείνατε; Οὐδαμῶς. Τίνος ἕνεκεν ὑπὸ Θεοῦ οὕτως ἐγκατελείφθητε; Ἀληθῶς, κἂν ὑμεῖς μὴ εἴπητε, οἱ λίθοι κεκράξονται· ὅτι ἀφ’ οὗπερ τὸν Χριστὸν ἐσταυρώσατε, ἐγκατελείφθητε· διὰ τοῦτο μέχρι καὶ νῦν καὶ εἰς τὸν αἰῶνα ἐγκατελείφθητε, διεσκορπίσθητε, ἐγυμνώθητε; ἀπεῤῥίφητε τοῦ ναοῦ καὶ τῆς Σιών. Οἱ γὰρ πατέρες ὑμῶν οἱ μοσχοποιήσαντες, οἱ πολλὰ παρανομήσαντες, καὶ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες, καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τῷ διαβόλῳ θύσαντες, ἑβδομήκοντα ἔτη καὶ ἑκατὸν ἐν Βαβυλῶνι Περσίδος παιδευθέντες, ἀνεκλήθησαν. Ὑμεῖς δὲ οἱ ἐν Χριστῷ ἁμαρτήσαντες, οὐχ ἑβδομήκοντα οὐδὲ ἑκατὸν ἔτη μόνα, ἀλλ’ ἕως τῆς συντελείας τοῦ αἰῶνος ἐξεβλήθητε. Ἡμεῖς δὲ τὰ ἔθνη, υἱοὶ Χριστοῦ ἐκλήθημεν, καὶ αὐτῷ δουλεύομεν, καὶ αὐτῷ δοξάζομεν ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ αὐτοῦ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.