Ἔργον
Ἀναστάσιος Σιναΐτης – Διάλογος κατὰ Ἰουδαίων
Η κατάπαυση της Νέας Διαθήκης, η κλήση των εθνών και η δικαίωση του Αβραάμ
Ανάλυση της απιστίας του Ισραήλ, η μετάβαση στη χάρη του Ευαγγελίου και η θεολογική σημασία της δικαιώσεως διά της πίστεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η κατάπαυση της Νέας Διαθήκης, η κλήση των εθνών και η δικαίωση του Αβραάμ
Ανάλυση της απιστίας του Ισραήλ, η μετάβαση στη χάρη του Ευαγγελίου και η θεολογική σημασία της δικαιώσεως διά της πίστεως.
Περὶ τίνος δὲ εἶπε Μωϋσῆς ὅτι «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσετε;» ὥστε εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν καὶ τῷ Χριστῷ· ἀλλ’ ὥσπερ οὐκ ἠθέλησαν αὐτῷ ὑπήκοοι γενέσθαι οἱ πατέρες ὑμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἀπεστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον, εἰπόντες τῷ Ἀαρὼν, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ· καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν τῇ βίβλῳ τῶν προφητῶν· «Μὴ σφαγὰς καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραὴλ, καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·» καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος εἰς σκηνὴν τοῦ μαρτυρίου, ἣν τοῖς πατράσιν ὑμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ὑμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ὑμῶν ἕως τῶν ἡμερῶν Δαβὶδ, ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ· Σολομὼν δὲ ᾠκοδόμησεν ἑαυτῷ οἶκον· ἀλλ’ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» —«Ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;» — «Ὦ Ἰουδαῖοι, σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς καὶ οἱ πατέρες ὑμῶν· καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου· οὐ φονεῖς καὶ προδόται γεγόνασιν οἱ ἐν Ἱερουσαλὴμ πατέρες ὑμῶν;» Οὕτω καὶ ὑμεῖς, οἱ ἐκείνων παῖδες τούτους μιμούμενοι τὰς φωνὰς τῶν προφητῶν ἀπιστοῦντες, μισόχριστοι διαμένετε, οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
Λέγει δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ τοῦ προφήτου· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου· τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·» ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἀπ’ Αἰγύπτου εἰσῆλθον· παρεπίκραναν γὰρ οἱ παρακούσαντες καὶ ἀπιστήσαντες· τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη, εἰ μὴ τοῖς ἁμαρτήσασι καὶ παρακούσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπιθήσασι; Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν, πλὴν Χαλὲβ τοῦ Ἰεφωνὴ, καὶ Ἰησοῦ τοῦ Ναυῆ· ἑξακόσιαι διεφθάρησαν χιλιάδες, ταύτας γὰρ τὰς χιλιάδας εἶπεν ἐξεληλυθότας ἐξ Αἰγύπτου· τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος εἰς τὴν ἐπηγγελμένην ἀπᾶραι γῆν, ἀντεῖπον ἐκεῖνοι, προβαλλόμενοι τὸν φόβον καὶ τὸ μέγεθος τῶν πολεμίων· οὗ δὴ χάριν ὁ τῶν ὅλων Θεὸς ἅπαντας κατὰ μέρος ἐν τῇ ἐρήμῳ κατανάλωσεν, τοὺς ἐκείνων παῖδας ἀντ’ ἐκείνων εἰσήγαγεν, ἤγουν τοὺς περὶ Χαλὲβ τοῦ Ἰεχωνίου καὶ Ἰησοῦ τοῦ Ναυῆ αὐτοὺς κατέπαυσεν· καὶ εἰ περὶ τῆς γῆς αὐτῆς κατάπαυσιν ὁ προφήτης εἴρηκε Δαβίδ· εἰς ἐκείνην γὰρ Ἰησοῦς αὐτοὺς κατέπαυσεν· ἐν αὐτῇ δὲ ἦν καὶ θεῖος Δαβὶδ ὅτε ταῦτα εἰρηκὼς ἐπηγγείλατο τὴν κατάπαυσιν· τὸ, «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,» καὶ τὰ ἑξῆς.
Ἄρα οὖν ἀπολείπεται ἕτερος σαββατισμὸς καὶ ἑτέρα κατάπαυσις, ἥτις ἐστὶν εἰς Χριστὸν πίστις, καθὼς λέγει Κύριος διὰ Ἱερεμίου τοῦ προφήτου· «Ἰδοὺ ἡμέραι ἔρχονται καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν·» ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· «Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τὴν διαθήκην μου· καὶ ἐγὼ ἠμέλησα αὐτοὺς, φησὶ Κύριος, ὅτι αὔτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.» —«Ἄρα οὖν ἡ πίστις ἐξ ἀκοῆς, ἡ δ’ ἀκοὴ διὰ ῥήματος Θεοῦ·» δεῖ γὰρ πρῶτον ἀκοῦσαι, εἶτα ἐν διανοίᾳ καὶ ἐν τῇ καρδίᾳ δέξασθαι τοῦ Θεοῦ ῥήματα καὶ πιστεῦσαι· καθάπερ καί· «Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» —«Διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.» —«Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· Ἐπικατάρατος ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά·» ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται ἐν αὐτοῖς· ὁ δὲ Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραάμ.
Γινώσκετε οὖν ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ· τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει, Ἐν τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Ἐν τῷ σπέρματί σου· τοῦτο γάρ ἐστι διαθήκη προκεκυρωμένη ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν, ὁ μετὰ τετρακόσια τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν· καὶ ἡ παλαιὰ Γραφὴ διαθήκην τοῦ Θεοῦ καλεῖ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν· ἐπηγγείλατο δὲ διὰ σπέρματος τοῦ Ἀβραὰμ εὐλογεῖν τὰ ἔθνη ὁ τῶν ὅλων Θεός· τοῦτο δὲ τὸ σπέρμα αὐτός ἐστιν ὁ Δεσπότης Χριστός· δι’ αὐτοῦ γὰρ πέρας ἡ ὑπόσχεσις ἔλαβεν· εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκ ἔστιν ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεὸς τὸ σπέρμα. Τί οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἦλθε τὸ σπέρμα ὃ ἐπήγγελται, εἰς ἐπιμέλειαν ἐτέθη ὁ νόμος τοῦ γένους, ἐξ οὗ τὸ σπέρμα ἔμελλεν ἐκεῖνο κατὰ σάρκα βλαστάνειν· ἐτέθη δὲ ἀγγέλων ὑπουργούντων, καὶ τῇ τούτου θέσει Μωϋσέως διακονοῦντος. Εἰ δὲ Ἰουδαῖος ὀνομάζει καὶ ἐπαναπαύῃ τῷ νόμῳ, ὡς ἐν νόμῳ καυχᾶσθαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις· περιτομὴ μὲν ὠφελεῖ, ἐὰν νόμον πράσσεις· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε, καθά φησιν Ἱερεμίας, ὅτι «Πάντα τὰ ἔθνη ἀπερίτμητα τῇ σαρκὶ, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητος τῇ καρδίᾳ.» —«Περιτμηθῆναι τῷ Θεῷ καὶ περιτμηθῆναι τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.» —«Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας· νῦν γὰρ δικαιοσύνη Θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ νόμου καὶ τῶν προφητῶν· δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας, δικαιούμεθα δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.»
«Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου.» Τί; «Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ πίστεως· ὡς νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν.» —«Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Λέγει γὰρ ὁ Δαβίδ· «Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.» — «Ὁ νόμος, φησὶ, τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν ἐπάγει·» ὁ δὲ προφήτης μακαρίζει τοὺς τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν· «ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην· πῶς οὖν ἐλογίσθη, ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; δῆλον οὐκ ἐν περιτομῇ, ἀλλ’ ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβε περιτομῆς σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην· καὶ πατέρα περιτομῆς οὐ τοῖς ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως, τοῖς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ὑμῶν Ἀβραάμ· οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμος εἶναι κόσμου, ἀλλὰ δικαιοσύνης πίστεως· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· ἔθος γὰρ τῷ νόμῳ κολάζειν τοὺς παραβαίνοντας· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν ᾖ, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε· κατέναντι οὗ ἐπίστευσε Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· ὃς παρ’ ἐλπίδα, ἐπ’ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τῷ σπέρματί σου· καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ αὑτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που τυγχάνων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ Θεῷ· καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.»
«Οὐκ ἐγράφη δὲ εἰς αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν.» —«Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ σπέρμα Ἀβραὰμ, ἀλλὰ τῆς ἀρετῆς ἐπιζητεῖ τὴν συγγένειαν· οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα Θεοῦ, ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Σάῤῥας δὲ τέκνα καλεῖ τὰ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν γεγενημένα· ἐπαγγελίας δὲ, τὰ κατὰ χάριν παρεσχημένα τῆς πίστεως· ἐπαγγελίας γὰρ ὁ καιρὸς οὗτος, «Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.» Τῆς φύσεως ἀπειρηκυίας κατὰ θείαν φιλοτιμίαν ἀπεφάνθη πατήρ. Διὰ τί οὖν τοίνυν μεγαλοφρονεῖς, ὦ Ἰουδαῖε, ὡς μόνος σπέρμα Ἀβραὰμ προσαγορευόμενος; καὶ ὁ Ἰσμαὴλ τοῦ Ἀβραὰμ ἦν υἱὸς καὶ πρωτότοκος. Εἰ δὲ νομίζεις ἐκεῖνον ὡς ἡμίδουλον ἐκβεβλῆσθαι τῆς συγγενείας, ἀλλ’ ἐκ πατέρων καὶ οὐκ ἐκ μητέρων γενεαλογεῖν ἔθος τῇ Γραφῇ, καὶ οἱ ἐκ τῆς Χετούρας γεγενημένοι, ἐλευθέρα γὰρ αὕτη, ἀλλὰ σπέρμα Ἀβραὰμ μὴ καλούμενοι· καὶ τοὺς ιβʹ παῖδας τοῦ Ἰακὼβ ἐκ διαφόρων μητέρων γεγενημένους, καὶ τοὺς τέσσαρας ἡμιδούλους, καὶ ὅλους Ἰσραὴλ χρηματίζοντας, καὶ μηδὲν ἐκ τῆς τῶν μητέρων παραβλαβέντας δουλείας· οὐ μόνον δὲ οὗτοι, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· μήπω γὰρ γεννηθέντων αὐτῶν μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν· ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μείνῃ οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος· ἐῤῥέθη δὲ αὐτῇ, «Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.»
Ἢ νομίζεις, ὦ Ἰουδαῖε, διὰ τὴν Σάῤῥαν προτιμηθῆναι τὸν Ἰσαὰκ τοῦ Ἰσμαὴλ καὶ τῶν ἀπὸ τῆς Χετούρας γεννωμένων παίδων τῷ Ἀβραάμ; τί ἂν εἴπῃς περὶ τῆς Ῥεβέκκας; ἐνταῦθα γὰρ καὶ μία μήτηρ, καὶ μία σύλληψις, δίδυμοι γὰρ οἱ παῖδες· τοῦτο γάρ ἐστι τὸ ἐξ ἑνὸς κοίτην ἔχουσα, κατ’ αὐτὸν τὸν καιρὸν ἀμφοτέρους συνέλαβεν· ἀλλ’ ὁ μὲν θεοφιλὴς, ὁ δὲ τῆς θείας κηδεμονίας ἀνάξιος· καὶ οὐκ ἂν ἔμεινεν ὁ Θεὸς τῶν πραγμάτων τὴν πεῖραν, ἀλλ’ ἐκ τῶν πυϊσκομένων τὴν τούτων διαφορὰν προηγόρευσεν· προηγόρευσε δὲ τὴν ἑκάστου πρόθεσιν προμηθῶν· οὐ γὰρ ἄδικος ἡ ἐκλογὴ, ἀλλὰ τῇ προθέσει τῶν ἀνθρώπων συμβαίνουσα, καθὼς γέγραπται, «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.» Τὸ γὰρ ὑπὸ τοῦ Θεοῦ πρὸς τὸν Ἀβραὰμ εἰρημένον, ὅτι «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,» δείκνυσιν ὡς οὐδὲ τὸ τοῦ γένους ἅπαν τῆς εὐλογίας μετειληφώς· οὐ γὰρ τῇ φύσει προσέχει ὁ Θεὸς, ἀλλὰ πίστιν καὶ ἀρετὴν ἐπιζητεῖ, ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει· «Καλέσω τὸν Οὐ λαόν μου, Λαόν μου· καὶ τὴν Οὐκ ἠγαπημένην, Ἠγαπημένην· καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου, ὑμεῖς, αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος· διότι τὰ ἔθνη τὰ μὴ γινώσκοντα δικαιοσύνην, κατέλαβον δικαιοσύνην·» δικαιοσύνην δὲ λέγει τὴν ἐκ πίστεως. Ἰσραὴλ δὲ διώκων νόμον ἰδίας δικαιοσύνης, δικαιοσύνην οὐκ ἔφθασεν. Διὰ τί; Διότι οὐκ ἐκ πίστεως, ἀλλ’ ἐξ ἔργων νόμου· ἐνόμισαν γὰρ ἐπαρκεῖν αὐτοῖς τὴν κατὰ νόμον πολιτείαν εἰς κτῆσιν δικαιοσύνης, καὶ πίστεως κατεφρόνησαν· οὗ δὴ χάριν καὶ τῶν τῆς πίστεως οὐ μετέσχον δωρεῶν· «Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτὸν οὐ καταισχυνθήσεται.» Προσπταίειν εἰώθασιν οἱ ἑτέρωσε τὴν διάνοιαν τῶν Γραφῶν τῶν προφητειῶν ἔχοντες καὶ τὴν ὁδὸν προκόπτειν οὐκ ἐθέλοντες· τοῦτο πεπόνθασιν οἱ Ἰουδαῖοι· περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου ἔχοντες, τὸν ὑπὸ τῶν προφητῶν προσαγορευθέντα λίθον ἰδεῖν οὐκ ἐθέλησαν· καίτοι σαφῶς οἱ προφῆται προεθέσπισαν, ὡς ὁ τούτοις πιστεύων, μεγίστων τεύξεται ἀγαθῶν· «Ζῆλον γὰρ Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑποτάσσονται·» τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι· ὁ γὰρ νόμος πάντας ἡμᾶς, ἤγουν πᾶσαν φύσιν ἀνθρώπων, πρὸς τὸν Δεσπότην Χριστὸν ἐποδήγησεν.
Τὸν τοῦ νόμου τοίνυν πληροῖ σκοπὸν ὁ πιστεύων τῷ Σωτῆρι Χριστῷ· διότι περιέχει ἐν τῇ Γραφῇ· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ καταισχυνθῇ. «Ἡμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, οἳ προκόπτουσι τῷ Λόγῳ ἀπειθοῦντες εἰς ὃν καὶ ἐτέθησαν·» ἡμεῖς δὲ οἱ πιστεύοντες καὶ βαπτισθέντες, «Γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν· ὅπως τὰς ἀρετὰς ἐξαγγείλωμεν τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες·» —«Οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν· ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει, «Καλέσω τὸν Οὐ λαόν μου, Λαόν μου· καὶ τὴν Οὐκ ἠγαπημένην, Ἠγαπημένην· καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.» —«Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» —«Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτοῖς· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν Χριστὸν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· λέγει γὰρ ἡ Γραφὴ, ὅτι Ὁ πιστεύων εἰς αὐτὸν οὐκ αἰσχυνθήσεται· ὁ γὰρ αὐτὸς Κύριος πάντων καὶ εἰς πάντας πλούσιος τοὺς ἐπικαλουμένους αὐτόν· καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν, οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσι ἂν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! μενοῦν γε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.»
Ἀλλὰ μὴν οὐκ ἔγνω Ἰσραήλ. Ἡσαΐας λέγει· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Ὁ δὲ Μωϋσῆς πρῶτος λέγει· «Ἐγὼ παραζηλῶ ὑμᾶς ἐπ’ οὐκ ἔθνη, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.» Ἔθνη ἀσύνετα ὑμᾶς προσηγόρευσε· πρό γε τῆς πίστεως ἀφροσύνην ἐπεδείκνυμεν· ἦμεν γάρ ποτε, ἤγουν πρὸ τοῦ πιστεῦσαι, ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι. Διαφερόντως Ἰουδαίους ἠνίασεν ὁ Θεὸς, ἤγουν ἐλύπησεν· οὐ γὰρ οὕτως ἀλγεινὸν ἡ διασπορὰ καὶ ἡ τοῦ ναοῦ ἐρήμωσις, ὡς ἡ τῶν ἐθνῶν εὐσέβειά τε καὶ περιφάνεια. Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» Ἔδειξε κατ’ αὐτὸ καὶ τῆς τῶν ἐθνῶν θεογνωσίας τὴν πρόσρησιν, καὶ τὴν τῶν Ἰουδαίων μιαιφονίαν· τὸ γὰρ ἀποτολμᾷ τοῦτο δηλοῖ, Οὐκ ἐδειλίασε, φησὶ, φονῶντας Ἰουδαίους καὶ μεμηνότας, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν τῶν ἐθνῶν προεκήρυξε σωτηρίαν· προεθέσπισε δὲ καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὁ Μωϋσῆς· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» Οὕτω γὰρ οἱ θαυμάσιοι προφῆται καὶ Ἰουδαίοις κατηγοροῦσι καὶ τὴν τῶν ἐθνῶν προκηρύττουσι πίστιν, λέγω δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν Πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσει τὸν Θεόν· τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων Θεὸς ὑπέσχετο ἐν τῷ σπέρματι αὐτοῦ εὐλογῆσαι τὰ ἔθνη· ἐδέξατο δὲ καὶ αὐτὸς ὁ πατριάρχης καὶ πᾶν τὸ ἐκείνου γένος τῆς περιτομῆς τὸ σημεῖον· ἔδει τοίνυν καὶ τὸ ἐκείνου σπέρμα κατὰ σάρκα προσαγορευόμενον καὶ τοῖς ἔθνεσι τὴν εὐλογίαν πηγάζον, ἔχειν τὸ σημεῖον τῆς συγγενείας, ἵνα δειχθῇ σαφῶς τῆς θείας ἐπαγγελίας ἡ ἀλήθεια· καὶ τὰ ἔθνη τὴν χάριν δεξάμενα ὑμνήσει τῆς φιλανθρωπίας τὸν χορηγὸν τὸν διὰ τῶν θείων προφητῶν αὐτοῦ προσαγορεύσαντα τὴν τῶν ἐθνῶν πίστιν καὶ σωτηρίαν, καθὼς γέγραπται· «Διὰ τοῦτο ἐξομολογησόμεθά σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψάλλομεν.» Καὶ πάλιν λέγει· «Αἰνεῖτε τὸν Κύριον, πάντα ἔθνη, καὶ ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί.» Καὶ πάλιν Ἡσαΐας λέγει· «Καὶ ἔσται ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσι,» καθὼς γέγραπται· «Ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.