Ἔργον
Ἀναστάσιος Σιναΐτης – Διάλογος κατὰ Ἰουδαίων
Η προαιώνια γέννηση και η ακατάλυτη βασιλεία του Χριστού
Θεολογική προσέγγιση της θείας οικονομίας και αντιπαραβολή της αιώνιας βασιλείας του Λόγου με τις παροδικές ιστορικές αυτοκρατορίες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η προαιώνια γέννηση και η ακατάλυτη βασιλεία του Χριστού
Θεολογική προσέγγιση της θείας οικονομίας και αντιπαραβολή της αιώνιας βασιλείας του Λόγου με τις παροδικές ιστορικές αυτοκρατορίες.
Εἰ δὲ εἴπῃ ὁ Ἰουδαῖος· Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, ὡς λέγετε, πῶς εἶπεν ὁ Θεὸς ὡς πρὸς δοῦλον· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι;» καὶ πάλιν· «Ἐγὼ σήμερον γεγέννηκά σε;» Τάχα ὡς πρὸς δοῦλον, διὰ τὸ αἰτεῖν καὶ λαμβάνειν· καὶ ὡς ἐφήμερον, διὰ τὸ, «Ἐγὼ σήμερον γεγέννηκά σε·» καὶ γὰρ ὑμεῖς οἱ Χριστιανοὶ πρὸ τοῦ κόσμου ὅλου λέγετε ὅτι ἐγεννήθη· εἰπὲ αὐτῷ οὕτως· Περὶ τοῦ εἰπεῖν τὸν Πατέρα πρὸς τὸν Υἱὸν, ὅτι «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι,» μὴ σκανδαλίζου· πολλὰ γὰρ καὶ βασιλεὺς πρὸς τὸν αὑτοῦ υἱὸν λέγει ἀπὸ πολλῆς ἀγάπης· Αἴτησαί μοι, καὶ παρέχω σοι εἴ τι θέλεις. Καὶ πάλιν περὶ τοῦ εἰπεῖν, «Ἐγὼ σήμερον γεγέννηκά σε,» περὶ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ λέγει· εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς, ἐτέχθη ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;» — «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα;» Καὶ πάλιν ἀλλαχοῦ· «Ἐγὼ ἔσομαι εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν.» Ταῦτα γὰρ κατὰ τὸ ἀνθρώπινον καὶ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν εἴρηκεν, οὐ τὴν αἰώνιον γέννησιν δηλοῖ, ἀλλὰ τὴν τῶν χρόνων συνεζευγμένην. Ὁ γὰρ φύσει Υἱὸς Θεοῦ γέγονε καὶ φύσει ἄνθρωπος διὰ τὴν ἡμῶν σωτηρίαν, οὐ κατὰ χάριν τοῦτο λαμβάνων (ἔχει γὰρ αὐτὸ κατὰ φύσιν· καὶ λαμβάνει τοῦτο πάλιν ὡς ἄνθρωπος, ὅπερ εἶχεν, ὡς Θεός. Ὕψιστος γὰρ ὢν, Θεὸς ἐγένετο)· ἀλλ’ ὡς μὲν Θεὸς, Δεσπότης ἦν τῶν ὅλων ἀεί· ὡς δὲ ἄνθρωπος, προσελάβετο δόξαν ἥνπερ εἶχεν ὡς Θεός· καὶ ᾔτησεν οὐ λαβεῖν ἅπερ οὐκ εἶχεν, ἀλλ’ ἅπερ εἶχε δειχθῆναι, καθὼς γέγραπται, ὅτι «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,» ἥτις ἐστὶν ἡ τῶν Ῥωμαίων βασιλεία· ταύτην γὰρ πιστοῖς καὶ Χριστιανοῖς βασιλεῦσι δοὺς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ἐπιστατεύει καὶ συμβασιλεύει αὐτοῖς. Δι’ αὐτοῦ τὰ πιστὰ ἔθνη εἰς κατάσχεσιν κληρωθέντα πιστεύειν ποιμαίνονται αὐτόν. Ὅθεν καὶ πάντα τὰ ἔθνη συγκρούοντα μετὰ τῆς τῶν Χριστιανῶν βασιλείας, εἰ καὶ ἡττηθῶσιν, πλὴν ταύτην οὐ μετέστησαν, οὔτε μὴν μεταστήσωσι· καθὼς γέγραπται ἐν βίβλῳ Ψαλμῶν περὶ τῆς βασιλείας τοῦ Χριστοῦ, ὅτι «Ἡ ἀλήθειά μου, καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ· καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ· αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου,» ἤτοι οἱ Χριστιανοὶ, «καὶ τοῖς κρίμασί μου οὐ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσι, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἐπ’ αὐτῶν, οὐδ’ οὐ μὴ ἀδικήσω τὴν διαθήκην μου. Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ἦ τῷ Δαβὶδ ψεύσομαι; τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει,» ὅς ἐστι Χριστὸς τὸ κατὰ σάρκα σπέρμα τοῦ Δαβὶδ, «καὶ ὁ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.»
Διὰ δὲ τὸ μὴ ὑπολαβεῖν σε Ἰουδαῖον ὅτι διὰ Δαβὶδ ταῦτα ἐῤῥέθη καὶ τὴν αὐτοῦ βασιλείαν, ἤγουν τοὺς Ἰουδαίους, καὶ οὐχὶ διὰ τὸν Χριστὸν, ἐπάγει τὸ γεγονὸς διὰ τὸ ἀποθανεῖν μὲν τὸν Δαβὶδ, καὶ παρελθεῖν τὴν βασιλείαν τῶν Ἰουδαίων, καὶ τὴν παλαιὰν διαθήκην βεβηλῶσθαι, λέγει οὕτως· «Σὺ δὲ ἀπώσω καὶ ἐξουδενώσας ἀνεβάλλου τὸν χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου· ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, σὺν τοῖς λοιποῖς, καὶ [τὸ] κατέχεας αὐτῷ αἰσχύνην.» Καὶ ἀληθῶς καλῶς Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου ταῦτα εἶπεν· ἀδύνατον γὰρ τὸν Θεὸν ψεύσασθαι, ἀλλὰ δι’ ὅρκου ἐμεσίτευσε τὸ ἀμετάθετον τῆς ἀληθείας, καθὼς εἴρηται, ὅτι «Ἅπαξ ὤμοσα ἐν τῇ ἀληθείᾳ μου. Ἦ τῷ Δαβὶδ ψεύσομαι;» Σπέρμα γὰρ τοῦ Δαβὶδ τὸ κατὰ σάρκα ἐστὶν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ἐκ γένους γὰρ τοῦ Δαβὶδ τὸ κατὰ σάρκα ὑπῆρχεν ἡ Θεοτόκος Ἀειπαρθένος Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· καὶ ἢν βασιλείαν ὡς ἄνθρωπος ἔλαβεν, μένει διηνεκῶς. Ὁ γὰρ Δαβὶδ καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ ἡ βασιλεία αὐτοῦ, ἡ τῶν Ἰουδαίων, ἀφῃρέθη (1).
Ἣν δὲ ὁ Θεὸς βασιλείαν ὑπέσχετο δοῦναι κατὰ τὸ ἀνθρώπινον τῷ σαρκωθέντι Χριστῷ τῷ Θεῷ ἡμῶν, μένει διηνεκῶς, ἢν καὶ παρέθετο πιστοῖς βασιλεῦσι, καὶ συμβασιλεύει αὐτοῖς, ὡς εἴπομεν· οὐ γάρ ἐστί τις ἑτέρα βασιλεία ἢ δυναστεία ταύτης περιφανεστέρα. Καὶ εἰ βούλει σκοπῆσαι τὸ ἀκριβὲς, λάβε μοι τὸν τοῦ Μωσέως λαὸν τὸν τοσούτοις σημείοις καὶ βυθῷ θαλάσσης τοὺς Αἰγυπτίους ἐκστείλαντα· ἴδε μοι Ἰησοῦν τὸν Ναυὴ ἀφ’ οὗ καὶ ὁ ἥλιος κατὰ Γαβαὼν ἵσταται, καὶ ἡ σελήνη κατὰ φάραγγα, καὶ ἄλλα τινὰ ἐξαίσια θαύματα· καὶ ἁπλῶς ἅπαν τὸ τῶν Ἑβραίων νόησον κράτος. Οὐ χίλια ἔτη ἐβασίλευσαν, καὶ ἐξεκόπη ἡ βασιλεία αὐτῶν; Πῶς ὑπὸ τῆς τῶν Ῥωμαίων βασιλείας ἐξέλιπε; Οὐ Τῖτος καὶ Οὐεσπασιανὸς κατέκοψαν ἅπαντας; οὐκ ἀρότρῳ τὸν ναὸν ἐκπορθήσαντες; οὐχὶ τῶν Βαβυλωνίων, καὶ οὐχὶ τῶν Μήδων, οὐχὶ τῶν Περσῶν βασιλεία κατεπόθη ὑπὸ τῶν Βαρβάρων τούτων τῶν Τουρκῶν; Ἀλλὰ καὶ αὐτοὶ ἐκκοπήσονται. Οὐχὶ τῶν Μακεδόνων παρῆλθεν, ἡ δὲ τῶν Ῥωμαίων βασιλεία, ἤτοι τῶν Χριστιανῶν, ὡς συμβασιλευομένη παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕως τῆς συντελείας τοῦ κόσμου οὐ παρελεύσεται, ἀλλ’ ὡς Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, δι’ αὐτῆς ποιμαίνει τὸν λαὸν αὐτοῦ, μέχρι τῆς δευτέρας αὐτοῦ παρουσίας, ἥτις λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται; Καὶ τότε ταύτην ὡς Πατὴρ τοῦ μέλλοντος αἰῶνος καθέξει, ὅτε πάντες ἀναστησόμεθα, καθὼς γέγραπται· Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ παραστησόμεθα τῷ βήματι τῆς ἀδεκάστου κρίσεως αὐτοῦ· καὶ τοὺς ἐχθροὺς αὐτοῦ, ἤγουν τοὺς μὴ θελήσαντας νῦν πιστεῦσαι αὐτῷ καὶ βασιλεῦσαι αὐτὸν ἐπ’ αὐτοὺς, σκορπίσει ἐν τῷ ᾅδῃ αἰωνίῳ κολασθησομένους, καὶ συμβασιλεύσουσιν αὐτῷ εἰς αἰῶνας οἱ πιστεύσαντες καὶ γνησίως τὰς ἐντολὰς αὐτοῦ τηρήσαντες· καθὰ Σολομῶν λέγει ἐν Παροιμίαις· «Καὶ βασιλεύσει αὐτῶν Κύριος, εἰς τοὺς αἰῶνας.» —«Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ αὐτῷ προσηνέχθη ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πᾶσαι αἱ φυλαὶ αὐτῷ δουλεύσουσιν· ἡ βασιλεία αὐτοῦ βασιλεία διηνεκὴς, καὶ ἐξουσία αὐτοῦ εἰς γενεὰς καὶ ἔτη, ἥτις οὐ παρελεύσεται.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.