Ὅταν δὲ πάλιν εἰσάγει τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· «Καὶ προσκυνείτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὕτω καὶ ὁ Θεὸς διὰ τοῦ στόματος τοῦ μακαρίου Δαβὶδ λέγει· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Καὶ πάλιν· «Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ· αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Ὅς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱὸς μονογενὴς, καὶ τῶν αἰώνων Ποιητὴς, καὶ Δημιουργὸς πάντων. Πόθεν δὲ εἰς τὴν οἰκουμένην εἰσέρχεται; πῶς δὲ πρωτότοκος ὁ Μονογενής; Πῶς; διὰ τῆς οἰκονομίας τῆς αὐτοῦ ἐνανθρωπήσεως; Εἰ δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτὸν οἱ ἄγγελοι προσεκύνησαν, πρὸ τῆς ἐνανθρωπήσεως ταύτην αὐτῷ τὴν τιμὴν οὐ προσέφερον ἐκ παντός; Καὶ πανταχοῦ ἦν ὁ Θεὸς, καὶ εἰς τὴν οἰκουμένην εἰσῆλθεν ὡς ἄνθρωπος· «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, πῶς ἦλθεν; εἰ δὲ ἦλθε, πῶς ἐν τῷ κόσμῳ ἦν; ἀλλὰ καὶ ἐν τῷ κόσμῳ ἦν ὡς Θεὸς, καὶ ἦλθεν ὡς ἄνθρωπος· οὕτω καὶ Μονογενής ἐστιν ὡς Θεὸς, καὶ πρωτότοκος ὡς ἄνθρωπος ἐν πολλοῖς ἀδελφοῖς· οὗτος ἀεὶ τὸ σέβας παρὰ τῶν ἀγγέλων ἐδέχετο· ἦν γὰρ Θεὸς ἀεί· προσεκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·» πρὸς δὲ τὸν Υἱόν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Διὰ τοῦτο σαφῶς ἔδειξε τοὺς μὲν ἀγγέλους κτιστὴν ἔχοντας φύσιν, τοῦ δὲ μονογενοῦς Υἱοῦ ἄκτιστον καὶ ἀΐδιον· ὡς γὰρ Θεὸς αἰώνιον ἔχει τὸν θρόνον, ἄναρχον τὴν βασιλείαν καὶ ἀτελεύτητον· τὸ δὲ, «Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν,» καὶ τὰ ἑξῆς, κατὰ τὸ ἀνθρώπινον εἴρηται· καὶ γὰρ ὁ προφήτης Ἡσαΐας, τὰ περὶ τοῦ Ἐμμανουὴλ προθεσπίσας, καὶ ταῦτα προστέθεικε· «Πρὶν γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Καὶ ἡ χρίσις δὲ οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος· «Ἔλαιον γὰρ, φησὶ, ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Μέτοχοι δὲ καὶ ἡμεῖς καὶ κοινωνοὶ, οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος, καθὼς γέγραπται· «Ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες·» καὶ τοῦτο ἀνθρώπινον· κτιστὴ γὰρ ἡ ληφθεῖσα φύσις, εἷς δέ γε καὶ ἡμῶν καὶ αὐτὸς ὁ Ποιητής· ἀλλὰ δι’ ἐκείνης ἁγιαζόμεθα, δι’ ἢν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.» Καὶ πάλιν· «Ἔσομαι ἐγὼ πεποιθὼς ἐπ’ αὐτῷ.» Καὶ πάλιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.»