Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Διάλογος κατὰ Ἰουδαίων

Ἀναστάσιος Σιναΐτης

Χριστολογία, απολυτρωτικό έργο και η τυπολογία της Εξόδου

Ερμηνεία της διπλής φύσεως του Χριστού, της πρόσληψης της ανθρώπινης φύσης, του πάθους και της τυπολογικής σχέσης της Εξόδου με τη χριστιανική σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 7 από 8

Ὅταν δὲ πάλιν εἰσάγει τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· «Καὶ προσκυνείτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὕτω καὶ ὁ Θεὸς διὰ τοῦ στόματος τοῦ μακαρίου Δαβὶδ λέγει· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Καὶ πάλιν· «Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ· αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Ὅς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱὸς μονογενὴς, καὶ τῶν αἰώνων Ποιητὴς, καὶ Δημιουργὸς πάντων. Πόθεν δὲ εἰς τὴν οἰκουμένην εἰσέρχεται; πῶς δὲ πρωτότοκος ὁ Μονογενής; Πῶς; διὰ τῆς οἰκονομίας τῆς αὐτοῦ ἐνανθρωπήσεως; Εἰ δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτὸν οἱ ἄγγελοι προσεκύνησαν, πρὸ τῆς ἐνανθρωπήσεως ταύτην αὐτῷ τὴν τιμὴν οὐ προσέφερον ἐκ παντός; Καὶ πανταχοῦ ἦν ὁ Θεὸς, καὶ εἰς τὴν οἰκουμένην εἰσῆλθεν ὡς ἄνθρωπος· «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, πῶς ἦλθεν; εἰ δὲ ἦλθε, πῶς ἐν τῷ κόσμῳ ἦν; ἀλλὰ καὶ ἐν τῷ κόσμῳ ἦν ὡς Θεὸς, καὶ ἦλθεν ὡς ἄνθρωπος· οὕτω καὶ Μονογενής ἐστιν ὡς Θεὸς, καὶ πρωτότοκος ὡς ἄνθρωπος ἐν πολλοῖς ἀδελφοῖς· οὗτος ἀεὶ τὸ σέβας παρὰ τῶν ἀγγέλων ἐδέχετο· ἦν γὰρ Θεὸς ἀεί· προσεκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·» πρὸς δὲ τὸν Υἱόν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Διὰ τοῦτο σαφῶς ἔδειξε τοὺς μὲν ἀγγέλους κτιστὴν ἔχοντας φύσιν, τοῦ δὲ μονογενοῦς Υἱοῦ ἄκτιστον καὶ ἀΐδιον· ὡς γὰρ Θεὸς αἰώνιον ἔχει τὸν θρόνον, ἄναρχον τὴν βασιλείαν καὶ ἀτελεύτητον· τὸ δὲ, «Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν,» καὶ τὰ ἑξῆς, κατὰ τὸ ἀνθρώπινον εἴρηται· καὶ γὰρ ὁ προφήτης Ἡσαΐας, τὰ περὶ τοῦ Ἐμμανουὴλ προθεσπίσας, καὶ ταῦτα προστέθεικε· «Πρὶν γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Καὶ ἡ χρίσις δὲ οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος· «Ἔλαιον γὰρ, φησὶ, ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Μέτοχοι δὲ καὶ ἡμεῖς καὶ κοινωνοὶ, οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος, καθὼς γέγραπται· «Ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες·» καὶ τοῦτο ἀνθρώπινον· κτιστὴ γὰρ ἡ ληφθεῖσα φύσις, εἷς δέ γε καὶ ἡμῶν καὶ αὐτὸς ὁ Ποιητής· ἀλλὰ δι’ ἐκείνης ἁγιαζόμεθα, δι’ ἢν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.» Καὶ πάλιν· «Ἔσομαι ἐγὼ πεποιθὼς ἐπ’ αὐτῷ.» Καὶ πάλιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.»

Εἰ δὲ καὶ Δεσπότης καὶ Ποιητὴς πάντων, καὶ διὰ τὴν τῶν δούλων αὐτοῦ σωτηρίαν σάρκα ἀνέλαβε καὶ ἄνθρωπος γέγονε κατὰ πάντα χωρὶς ἁμαρτίας ἐξ ἁγίας Ἀειπαρθένου, καὶ μετὰ τῶν δούλων αὐτοῦ ἐσθίων, καὶ πίνων, καὶ συγκαταθέμενος, καὶ τοὺς τούτων ἀῤῥώστους δι’ ἑαυτοῦ θεραπεύων, καὶ τὸ ὑπὲρ ἡμῶν καταδεξάμενος πάθος. οὐκ ἐπαισχύνεται καλεῖν καὶ ἀδελφοὺς τούτους ὑπὲρ ὧν τὸ πάθος ὑπέμεινε, δηλονότι τοὺς πιστούς· οὐ μόνον δὲ ἀδελφοὺς, ἀλλὰ καὶ παιδία· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου αὐτοῦ καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Καὶ πῶς οἷόν τε αὐτὸν ἀδελφὸν ἡμῶν χρηματίσαι, ἢ παιδία ἡμᾶς γνησίως καλέσαι, μὴ τὴν αὐτὴν περικείμενος φύσιν; οὗ δὴ χάριν ταύτην ἀναλαβὼν, τὴν τοῦ θανάτου κατέλυσε δυναστείαν, καὶ τὸν ἐπικείμενον ἡμῖν διέλυσε φόβον· φοβούμενοι γὰρ ἀεὶ διατελοῦμεν τὸν θάνατον· «Οὐ γὰρ δήπου ἀγγέλους ἐπιλαμβάνεται, ἀλλὰ σπέρμα Ἀβραὰμ ἐπιλαμβάνεται.» Εἰ γὰρ ἀγγέλων ἀνείληφε φύσιν, κρείττων ἂν ἐγεγόνει θανάτου· ἐπεὶ δὲ ἀνθρώπινον ἦν ὃ ἀνέλαβε σῶμα, διὰ μὲν τοῦ πάθους τὸ τῶν ἀνθρώπων ἀπέδωκε χρέος· διὰ δὲ τοῦ πεπονθότος σώματος, ἀναστὰς τὴν οἰκείαν ἐπεδείξατο δύναμιν· «Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ὁμοίως γὰρ ἡμῖν καὶ τροφῆς μετέλαβε, καὶ πόνον ὑπέμεινε, καὶ ἠθύμησε καὶ ἐδάκρυσε, καὶ θάνατον κατεδέξατο, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς ἐπηρεαζομένοις βοηθῆσαι· καὶ ταῦτα κατὰ τὸ ἀνθρώπινον εἴρηται· οὔτε γὰρ ἀρχιερεὺς ἡμῶν ὡς Θεὸς, ἀλλ’ ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς πέπονθεν, ἀλλ’ ὡς ἄνθρωπος· οὔτε διὰ τῆς πείρας μεμάθηκε τὰ ἡμέτερα, ἀλλ’ ὡς Θεὸς καὶ Δημιουργὸς γινώσκει πάντα σαφῶς.

«Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἶπέ ποτε· Κάθου ἐκ δεξιῶν ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;» οὐ γὰρ ὡς Θεῷ μόνον λέγει· «Κάθου ἐκ δεξιῶν μου·» πῶς γὰρ ὁ θρόνος αὐτοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος; ἀλλ’ ὡς ἄνθρωπος τοίνυν ταύτης μετέλαχε τῆς τιμῆς· ὡς δὲ Θεὸς, αἰώνιον ἔχει τὸν θρόνον. Καὶ πάλιν· «Τίς ἐστιν ἄνθρωπος ὅτι μιμνήσκει αὐτόν; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτει αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» —«Τὸ δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου, ὅπως χωρὶς Θεοῦ, ὑπὲρ παντὸς γεύσηται θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένος·» οὐ τῇ φύσει τῆς θεότητος τῶν ἀγγέλων ἠλάττωται, ἀλλὰ τῷ πάθει τῆς ἀνθρωπότητος. Ὥσπερ τοίνυν ἐλάττων ἦν ἀγγέλων ὡς ἄνθρωπος διὰ τὸ πάθημα τοῦ θανάτου· ἐπειδὴ μὲν οἱ ἄγγελοι ἀθάνατον ἔχουσι φύσιν, αὐτὸς δὲ ὡς ἄνθρωπος τὸ πάθος ὑπέμεινε χωρὶς Θεοῦ διὰ τὴν πάντων σωτηρίαν· πάντα γὰρ ὅσα θνητὴν ἔχουσι φύσιν, ταύτης ἐδεῖτο τῆς θεραπείας, τοῦ τῆς ἐνανθρωπήσεως φαρμάκου· μόνη γὰρ ἡ θεία φύσις ἀνενδεὴς, τοῦτο γὰρ εἶπε· «Χωρὶς Θεοῦ» ὑπὲρ παντὸς γεύσεται θανάτου. «Δόξῃ δὲ καὶ τιμῇ ἐστεφανωμένον» ὡς ἄνθρωπον· μετὰ γὰρ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν τῆς θείας μετέλαχε δόξης, καὶ κρείττων ἀγγέλων ἐγένετο· ἐκάθισε γὰρ ἐπάνω ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.

Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ πάντα ὑποτεταγμένα, ἐν δ’ ἐκείνῳ τῷ αἰῶνι ἤγουν τῷ μέλλοντι πάντων κρατήσει· ὑποταγήσονται γὰρ τότε καὶ οἱ νῦν ἀντιλέγοντες· ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος, κατέλυσε τοῦ θανάτου τὸ κράτος· καταλύσας δὲ ἐπηγγείλατο ἡμῖν τὴν ἀνάστασιν· τῇ δὲ ἀναστάσει ἀφθαρσία καὶ ἀθανασία συνέζευκται, ἐν ᾗ ὑπάρχει καὶ ἡ τῶν πατέρων ἡμῶν ἐπαγγελθεῖσα διὰ πίστεως ἀτελευτήτου κατάπαυσις καὶ ζωὴ αἰώνιος, καὶ πάντων τῶν διὰ τῆς ὁμοίας πίστεως ἐλπιζόντων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ· εἰ γὰρ ἦν ἐν Ἱερουσαλὴμ ἡ τελεία κατάπαυσις, εἰς ἐκείνην Ἰησοῦς τοῦ Ναυῆ ἡμᾶς κατέπαυσεν· ἀλλ’ οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Ἀβραὰμ ἐν αὐτῇ κληρονομίαν, οὐδὲ βῆμα ποδὸς, οὐδὲ τοῖς ἐκείνου τέκνοις τοῖς διὰ πίστεως αὐτῷ ὁ ὡμοιωμένοις δέδωκεν ἐν αὐτῇ κληρονομίαν εἰς αἰῶνα· ἀλλὰ παροικοῦντες ἐν αὐτῇ καὶ ἐπὶ πᾶσι δὲ προσκαίρως τῶν ὧδε μετερχόμεθα· ἐκεῖ δὲ ὑπάρχει ἡ ἀτελεύτητος κατάπαυσις, ἥντινα καὶ κληρονομήσαντες οἱ ἀκούσαντες τῇ πίστει σήμερον, κατὰ τὸν θεῖον Δαβὶδ, καὶ μὴ σκληρυνθῶσι τῇ καρδίᾳ, ὡς οἱ πονηροὶ πατέρες ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ· ὥσπερ γὰρ ἐκεῖνοι ἐν τῇ παρούσῃ προσκαίρῳ καταπαύσει οὐκ εἰσῆλθον δι’ ἀπιστίας, ἀλλὰ τὰ κῶλα αὐτῶν ἔπεσον ἐν τῇ ἐρήμῳ, ἀντ’ ἐκείνων δὲ εἰσῆλθον ἐν αὐτῇ οἱ ἐκείνων παῖδες, οὕτως ἐν τῇ αἰωνίᾳ καταπαύσει τῇ ἐπαγγελθείσῃ διὰ στόματος Δαβὶδ παρὰ τοῦ Θεοῦ, ἐκεῖνοι ὀφείλουσιν ἐν τῇ ἀναστάσει εἰσελθεῖν ἐν αὐτῇ, οἱ ἀκούσαντες νῦν τὸν λόγον τῆς πίστεως, ὃν δεξάμενοι φωτισθῶσιν· οἱ δὲ ἀπιστήσαντες καὶ τὸν Θεὸν πειράζοντες, εἰς πῦρ αἰώνιον ἀποπεμφθήσονται αἰωνίως κολαζόμενοι.

Τοῦτο δὲ μὴ ἀγνοεῖτε ὅτι οἱ πατέρες ὑμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· «Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ταῦτα δὲ τύπος, φησὶ, τῶν ὑμετέρων ἐκεῖνα· ἡ θάλασσα γὰρ ἐμιμεῖτο τὴν κολυμβήθραν, ἡ δὲ νεφέλη τὴν χάριν τοῦ Πνεύματος, ὁ Μωϋσῆς δὲ τὸν ἱερέα, ἡ ῥάβδος δὲ τὸν σταυρὸν, ὁ δὲ διελθὼν καὶ περάσας Ἰσραὴλ τοὺς βαπτιζομένους μιμούμενος, οἱ δὲ διώκοντες Αἰγύπτιοι τύπον τῶν δαιμόνων ἐπλήρουν, αὐτὸς δὲ ὁ Φαραὼ εἰκὼν ἦν τοῦ διαβόλου· μετὰ γὰρ τὴν διάβασιν οἱ Ἰσραηλῖται τῆς τῶν Αἰγυπτίων δυναστείας ἠλευθερώθησαν· καὶ τὸ μάννα οὐρανόθεν ὡς ἐν τύπῳ τινὶ τοῦ οὐρανίου ἄρτου τοῦ σώματος τοῦ Χριστοῦ ἐδέξαντο· ἐμιμεῖτο δὲ καὶ ἡ πέτρα τὴν τοῦ Δεσπότου πλευράν· ἀνέβλυσε γὰρ εὐθὺς παρ’ ἐλπίδα τὰ νάματα· καὶ τοῦτο ἦν ἐκείνοις ἡ πέτρα ὅπερ ἡμῖν ὁ Χριστός· ἠκολούθει δὲ καὶ αὐτοῖς οὐχ ἡ πέτρα, ἀλλ’ ἡ θεία χάρις Χριστοῦ τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ, ἡ καὶ τὴν πέτραν ἐκείνην παρ’ ἐλπίδα πᾶσαν ἀναδείξαι τὰ ῥεῖθρα τῶν ὑδάτων παρασκευάσασα· εἰ γὰρ ἡ πέτρα αὐτοῖς ἠκολούθει, ἢ τὰ τῆς πέτρας νάματα, πῶς αὖθις ἐδεήθησαν ὑδάτων τὴν θείαν χάριν;

Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεὸν, ἀκούσατε· Ὁ Θεὸς ἐξελέξατο τοὺς πατέρας ὑμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν τῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς, καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν· καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου· καὶ ἐκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κῖς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν, ἤγειρεν ἀντ’ αὐτοῦ τὸν Δαβὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου· τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ Ἰσραήλ· ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε· «Τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.» Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ Λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη· οἱ γὰρ κατοικήσαντες Ἰσραὴλ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν κατὰ πᾶν Σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾔτησαν τὸν Πιλάτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον· ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς Σάββασιν αὐτῶν ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλὴμ, οἵτινες μάρτυρες αὐτοῦ γεγόνασιν ἐν τῷ λαῷ καὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ ἀποστόλοις, μετὰ τὴν ἀνάστασιν αὐτοῦ ὀπτανόμενος ἐπὶ ἡμέρας τεσσαράκοντα, ὡμίλει αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν· οἵτινες καὶ ὑμῖν εὐηγγελίσαντο καὶ ἡμῖν ὁμοίως εὐαγγελίζονται τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν ἀναστήσας Ἰησοῦν· ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται. «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.»

Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθορὰν, οὕτως εἰρήκασιν· Ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά· διὸ καὶ ἐν ἑτέρῳ λέγει· «Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Δαβὶδ μὲν γὰρ τῇ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ οἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ οἶδε διαφθοράν. Γνωστὸν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τοῦτο ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται· βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ’ ὑμῖν τὸ εἰρημένον ἐν τοῖς προφήταις· «Ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.» Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ λέγων· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς,» ὡς ἄνωθεν προεῖδεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς τῇ πίστει προσελθόντας, καὶ τοὺς τῇ ἀπιστίᾳ νενοσηκότας· ἐπειδὴ γὰρ λέγουσιν ὀλίγους ἐξ αὐτῶν δεχθῆναι τὸ κήρυγμα, τοὺς δὲ ἄλλους ἅπαντας ἐξ ἀπάτης φεύγειν, ἔδειξεν ἄνωθεν ταῦτα προρηθέντα· οὐκ ἂν ὑπερβάλλωσι τῷ πλήθει τῶν ἀριθμῶν καὶ μιμοῦνται τῆς θαλάσσης τὸν ψάμμον· οὐχ ἅπαντες τεύξονται τῆς σωτηρίας, ἀλλ’ οἱ τῇ πίστει κοσμούμενοι· τοῦ γὰρ συντετμημένου λόγου ὃν ποιήσει Κύριος, τὴν πίστιν ἐκάλεσε· καὶ οἱ τῇ πίστει προσελθόντες, οὗτοι ὑπάρχουσιν οἱ ὑπὸ τοῦ προφήτου ἐγκατάλειμμα κακούμενοι, οἵτινες διὰ πίστεως σωθήσονται.