Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Κεφάλαια ἓξ κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Η θέωση του ανθρωπίνου θελήματος και τα αδιάβλητα πάθη του Χριστού

Θεολογική ανάλυση της θέωσης που δεν αναιρεί τα φυσικά θελήματα, με έμφαση στα φυσικά πάθη της ψυχής, όπως η λύπη, και τη θεραπεία του ανθρωπίνου θελήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 3 από 8

Εἶτα πρὸς ταῦτα μηδὲν εὔλογον ἀντειπεῖν εὑρίσκοντες, ἐπὶ τοὺς πατέρας ὡς νομίζουσι καταφεύγουσι φάσκοντες τὰ ἐξ ἔθους, ὅτι ἐθεώθη τὸ θέλημα τὸ ἀνθρώπινον τοῦ Χριστοῦ καὶ ἡ ἐνέργεια, καὶ οὐ δύνανται μετὰ τὴν θέωσιν δύο λοιπὸν θελήματα λέγεσθαι, οὔτε δύο ἐνέργειαι.

Πρὸς δὲ ταύτην αὐτῶν τὴν ἀπορίαν μᾶλλον δὲ τὴν ἀπειρίαν, ἐκεῖνο ἐροῦμεν, ὅτι ὁ θεῖος Γρηγόριος ὁ εἰπὼν τὸ θέλημα τὸ ἀνθρώπινον Χριστοῦ θεωθέν, ὁμοίως εἶπε καὶ τὴν σάρκα αὐτοῦ θεωθεῖσαν ἤγουν τὴν καθ’ ἡμᾶς φύσιν. Λοιπὸν εἰ ἡ θέωσις τοῦ θελήματος τοῦ ἀριθμοῦ ἐστι μείωσις, πρόδηλον ὅτι καὶ τῆς φύσεως θεωθείσης μία αἱ δύο φύσεις γεγόνασι. Λέγει γὰρ τὸν Χριστὸν ἔνα ὄντα ἐκ δύο τῶν ἐναντίων, θεότητός τέ φημι καὶ σαρκός, ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὡσαύτως καὶ τὴν παναγίαν αὐτοῦ ψυχὴν λέγει μεσιτεύειν τῇ αὐτοῦ θεότητι καὶ τῇ σαρκὸς παχύτητι. Εἰ οὖν ἀθελής ἐστι καὶ ἀνενέργητος, πῶς δύναται μεσιτεύειν; Τὸ γὰρ μεσιτεῦον δηλονότι βουλευτικῶς καὶ ἐνεργητικῶς μεσιτεύει.

Πῶς δὲ καὶ ἐλυπεῖτο ἡ νοερὰ ψυχὴ τοῦ Χριστοῦ καὶ ἠδημόνει; Λύπη γὰρ καὶ ἀδημονία οὐ συνίσταται εἰ μὴ ἐπὶ στερήσει θελήματος ἤγουν ἐπὶ ἀποτυχίᾳ τοῦ καταθυμίου οὗπερ ἡ ψυχὴ βούλεται· λύπη γὰρ κατὰ τὸ λεῖπον λέγεται. Οὐκοῦν ὡς κυρίως καὶ ἀληθῶς ὁμοούσιος ἡμῶν οὖσα ἡ ἄχραντος ψυχὴ τοῦ Χριστοῦ ὁμοουσίους ἡμῖν καὶ ἀνελλιπεῖς καὶ τὰς οἰκείας δυνάμεις καὶ ἕξεις ἐκέκτητο καὶ ἐπὶ τοῖς πρέπουσι πράγμασιν αὐταῖς ἐκέχρητο ἐν αἰσθήσει ἀληθεῖ, λογιστικῇ καὶ θελητικῇ καὶ ἐνεργητικῇ. Ἐπεὶ εἰπέ μοι, πῶς ἐλυπήθη ὁ Χριστὸς τὴν ἀπώλειαν τοῦ Ἰούδα καὶ τὴν ἀπώλειαν τῶν σταυρωσάντων αὐτὸν καὶ τὴν ἐρήμωσιν τῆς Ἱερουσαλήμ, ἣν ἐδάκρυσεν ἐν ἀληθινῇ λύπῃ καὶ αἰσθήσει καρδίας λογικῆς καὶ συμπαθητικῆς;

Εἰ δὲ μὴ ταῦτα οὕτως, εἰπέ μοι· ἰδοὺ εἴρηται ὅτι Μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε, καὶ εἴρηται ὑπὸ Χριστοῦ· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Ἡ λύπη τοῦ πνεύματος τοῦ ἁγίου τοῦ ἀκτίστου καὶ ἡ λύπη τῆς ψυχῆς τοῦ Χριστοῦ τῆς κτιστῆς, ἆρα ὁμοιότροποι ὑπῆρχον; Μὴ γένοιτο. Ἀπαθὲς γὰρ ὡς θεὸς ἄκτιστον τὸ πνεῦμα τὸ ἅγιον, μήτε λυπούμενον, μήτε ἀδημονοῦν, μήτε ταραττόμενον, μήτε ἀγωνιῶν· ψυχῆς δὲ λογικῆς ἴδιον ἡ λύπη ἐπ’ ἀγαθῷ αὐτῇ ἐκ θεοῦ δοθεῖσα, εἴγε ἡ κατὰ θεὸν λύπη, ὡς ὁ Παῦλός φησι, σωτηρίας γίνεται πρόξενος. Ἐπὶ μὲν γὰρ τῆς θεότητος ἡ λύπη καὶ ὁ θυμὸς καὶ ἡ ὀργὴ καὶ ὅλα τὰ τοιαῦτα ἀλλοτρίως καὶ ἀναγωγικῶς λέγονται, ἐν δὲ τῇ λογικῇ ψυχῇ ἐμφύτως ὁρῶνται, ἐπ’ ἀγαθῷ αὐτῇ ὑπὸ θεοῦ δοθέντα· ἔστι γὰρ καὶ καλῶς ὀργίζεσθαι καὶ θυμοῦσθαι κατὰ τῶν πονηρῶν. Ὅθεν καὶ περὶ Χριστοῦ εἴρηται ὅτι ἀνέβλεψε τοῖς Ἰουδαίοις μετ’ ὀργῆς.

Ἀλλ’ ὅμως οὐ κατὰ τὴν ἡμετέραν ὀργὴν ἡ ὀργὴ τοῦ Χριστοῦ, οὐ κατὰ τὴν ἡμετέραν λύπην ἡ λύπη αὐτοῦ, οὐ κατὰ τὴν ἡμετέραν ἀγωνίαν ἡ ἀγωνία αὐτοῦ, οὐδὲ τὰ λοιπὰ τὰ ἀνθρωπίνως γινόμενα ἢ λεγόμενα εἰς αὐτόν. Ἡμεῖς μὲν γὰρ ἐξ ἀνάγκης ὑποκείμεθα ταῖς φυσικαῖς ἀνάγκαις τοῦ σώματος· ὁ δὲ Χριστός, θεὸς καὶ δεσπότης καὶ ποιητὴς τῆς φύσεως ὤν, ὅτε ἠβούλετο, καθὼς ἠβούλετο, ἐχαλιναγώγει τὰ τῆς φύσεως.

Εἰ δὲ καὶ ἀγνοήσαντα Χριστὸν καὶ ἀγωνιάσαντα κατὰ τὸ ἀνθρώπινόν τινες τῶν πατέρων εἰρήκασι, μὴ καταδράμῃς ξηραῖς ταῖς λέξεσιν, ἀλλὰ τὸν νοῦν ἐξέταζε τῶν λεγομένων τὸ πότε καὶ πρὸς τίνας καὶ ποίου σκοποῦ χάριν. Πάντα γὰρ τὰ κατὰ Χριστὸν βαθεῖα καὶ ἀνεξιχνίαστα. Οὐ γὰρ ἅπαξ καὶ μόνον, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ τετράκις παρῃτήσατο τὸ ἀποθανεῖν, πρῶτον μὲν ἀπὸ Ἡρῴδου ἐν Αἰγύπτῳ φεύγων, δεύτερον ἀπὸ Ἀρχελάου εἰς τὴν Ναζαρέτ, τρίτον ἐκ τῶν θελόντων αὐτὸν λιθοβολῆσαι, τέταρτον ἐκ τῶν ἑλκόντων αὐτὸν κατακρημνίσαι, οὐ δειλιῶν τὸν θάνατον ὁ πάσης πνοῆς ζωοποιὸς καὶ πάντας ἀνθρώπους ῥήματι ἐκ τῶν τάφων ἀνιστῶν, ἀλλὰ τὰ ἡμέτερα τὰ ἐκ παρακοῆς ἡμῖν ὑπεισελθόντα ἑκουσίως οἰκειούμενος καὶ ἰώμενος. Ὁ γὰρ τὴν κατάραν ἡμῶν ἀναδεξάμενος καὶ κατάρα γενόμενος, μὴ θαυμάσῃς εἰ καὶ τὴν ἀγωνίαν τοῦ θανάτου οἰκονομικῶς πρὸς τὸ βραχὺ συνεχώρησε τῇ ἰδίᾳ σαρκὶ καταδέξασθαι· τῆς γὰρ ἀγωνίας ἐφυβριστικώτερον καὶ ἀτιμότερόν ἐστι τὸ εἰπεῖν Χριστὸν ἐπὶ τεσσαράκοντα ἡμέραις περιαγόμενον ἐν ἐρήμῳ καὶ πειραζόμενον ὑπὸ τοῦ διαβόλου.

Εἰ δὲ λέγει μοι ὁ δι’ ἐναντίας ὅτι ὑπὲρ ἡμῶν ἐπειράσθη, ὅπως ἡμεῖς νικήσωμεν καὶ μὴ πειραζώμεθα, καὶ κατάρα γέγονεν, ἵνα τὴν ἡμετέραν κατάραν ἰάσηται, παρακαλῶ τῷ αὐτῷ κανόνι καὶ ἐπὶ τοῦ ἀνθρωπίνου θελήματος καὶ τῆς ἐνεργείας ἐν Χριστῷ στοιχήσετε καὶ δογματίσετε ὅτι ὁ καταδεξάμενος τὴν κατάραν καὶ τὸν πειρασμὸν τοῦ διαβόλου ὑπὲρ ἡμῶν ἵνα ταῦτα ἰάσηται, κατεδέξατο μετὰ τῶν λοιπῶν τῆς φύσεως ἡμῶν θεοκτίστων ἰδιωμάτων καὶ τὸ θεόφυτον τῆς ψυχῆς θέλημα, ἵνα τοῦτο ἰάσηται πρὸς τὸ μὴ θέλειν μήτε ποιεῖν τὰ τοῦ διαβόλου καὶ τῆς σαρκὸς θελήματα, ἀλλ’ ὑποκλίνεσθαι καὶ θέλειν τὸ τοῦ θεοῦ θέλημα. Ὁμοίως καὶ τὴν ἐνέργειαν ἡμῶν τὴν κατ’ εἰκόνα αὐτοῦ οἰκειώσατο εἰς τὸ διδάξαι αὐτὴν μηκέτι ἐνεργεῖν καὶ πράττειν τὰ τῷ θεῷ μὴ ἀρέσκοντα. Ἡ μὲν γὰρ κατάρα οὐ θεόκτιστός ἐστιν, οὔτε ἡ ἁμαρτία, οὔτε ὁ πειρασμὸς ὁ ὑπὸ τοῦ διαβόλου, οὔτε ἡ ἀγωνία τοῦ θανάτου· οὔτε θάνατον ὁ θεὸς ἐποίησεν, οὔτε φθοράν, οὔτε ἀποφθορὰν ῥύσεως ἀνθρωπίνου σώματος. Καὶ λέγετε ὅτι πάντα ταῦτα Χριστὸς κατεδέξατο ἵνα ταῦτα ἰάσηται. Εἰ οὖν τὰ παρὰ φύσιν, ἅπερ οὐκ ἐποίησε, κατεδέξατο καὶ ἀνέλαβε καὶ οἰκειώσατο, ἃ δὲ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ ἐποίησεν ἐν τῇ ψυχῇ, τὴν θελητικὴν καὶ ἐνεργητικὴν αὐτῆς δύναμιν, οὐ κατεδέξατο, ἀλλ’ ὡς πονηρὰν ἀπεβάλετο, εὑρεθήσεται τὰ θεόκτιστα ὑπὲρ τὴν κατάραν καὶ τὴν ἁμαρτίαν καὶ τὸν πειρασμὸν τοῦ διαβόλου μιαρώτερα καὶ ἀκαθαρτώτερα, οὐ μόνον ὡς ὑπὸ Χριστοῦ ἀποβληθέντα, ἀλλὰ καὶ ὡς ἀνίατα καὶ ἀθεράπευτα ὑπ’ αὐτοῦ καταλειφθέντα. Εἰ δὲ ἀνίατος καὶ ἀπρόσληπτος καὶ ἀθεράπευτος ἔμεινεν ἡμῶν ἡ ψυχικὴ θέλησις καὶ ἐνέργεια, ἀσύγγνωστοι λοιπόν ἐσμεν καὶ ἀνίατοι οἱ τὴν ἁμαρτίαν θέλοντες καὶ ἐνεργοῦντες διὰ τῆς ἀθεραπεύτου ἡμῶν θελήσεως καὶ ἐνεργείας.