Ὅτι δὲ ἡ ζωοποιὸς τῆς λογικῆς ἡμῶν ψυχῆς ἐνέργεια ζωοποιεῖ τὸ σῶμα, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα ὅτι Καὶ ἐνεφύσησεν ὁ θεὸς εἰς τὸν ἄψυχον χοῦν ὃν ἔπλασε, πνοὴν ζωῆς, καὶ ἐγένετο τῷ ἀνθρώπῳ εἰς ψυχὴν ζῶσαν. Ὅθεν καὶ ὁ θεῖος Σολομὼν ἐγκαλῶν τοῖς ἀσεβέσι φησί· Πηλοῦ ἀτιμότερος ὁ βίος αὐτῶν, ὅτι ἠγνόησαν τὸν δόντα αὐτοῖς ψυχὴν ἐνεργοῦσαν καὶ ἐμπνεύσαντα αὐτοῖς πνεῦμα ζωτικόν· καθὰ καὶ αὐτὸς ὁ Χριστὸς περὶ τῆς ζωοποιοῦ ψυχικῆς ἡμῶν ἐνεργείας φησὶν ὅτι Ἡ σὰρξ οὐδὲν ὠφελεῖ· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Ἰδοὺ ταύτην τὴν ζωοποιὸν τῆς ψυχῆς ἐνέργειαν, ἣν αὐτὸς ἐμαρτύρησεν, ὁμολογοῦμεν ἀνθρωπίνην ἐνέργειαν ἐν αὐτῷ, ὁρῶντες τὸ πανάγιον αὐτοῦ σῶμα, εἰ καὶ τὰ μάλιστα καινοτέρῳ καὶ ξένῳ παρὰ τοὺς τῆς φύσεως ὅρους καὶ νόμους <τρόπῳ> ἀσπόρως ἔμψυχον ἐκ τῆς ἁγίας ἀειπαρθένου ὑπέστη, ἀλλ’ ὅμως κατὰ τὸν θεό<σ>δοτον τῆς φύσεως νόμον ὑπὸ τῆς συγκτίστου αὐτοῦ ψυχῆς ζωοποιούμενον, καὶ πάλιν κατὰ τὸν ταύτης ἐν τῷ σταυρῷ χωρισμὸν εὐθέως νεκρὸν καθ’ ἡμᾶς καὶ ἀκίνητον καὶ ἀνενέργητον ὁρώμενον, εἶτα διὰ τῆς ἐπανόδου αὐτῆς τῇ τρίτῃ ἡμέρᾳ ζωοποιούμενον καὶ κινούμενον καὶ ἀνιστάμενον καὶ τοῦ τάφου προερχόμενον, καὶ ἄνθρωπον τέλειον τὸν κυριακὸν ἄνθρωπον γνωριζόμενον, καὶ διὰ τῆς ψυχώσεως τῆς μετὰ τὴν νέκρωσιν πάλιν λόγον προβαλλόμενον, πάλιν ἐμψύχως λαλοῦντα διὰ τῆς ζωτικῆς καὶ λογιστικῆς τῆς νοερᾶς αὐτοῦ ψυχῆς ἐνεργείας, πάλιν διδάσκοντα μετὰ τὴν ψύχωσιν, ἅπερ ἐν τῷ τάφῳ οὐκ ἐφθέγγετο διὰ τὴν ἄψυχον νέκρωσιν καὶ τῆς ζωτικῆς ἐνεργείας τῆς ψυχῆς στέρησιν καὶ διάζευξιν. Ἡ γὰρ θεία καὶ ἀναλλοίωτος καὶ ἀδιάβλητος ἐνέργεια οὔτε νεκροῦται, οὔτε σιγᾷ, οὔτε ἠρεμεῖ, οὔτε παύεται, οὔτε θνῄσκει, οὔτε ἀναζῇ, οὔτε ἀποψύχει, οὔτε ἀναψυχοῦται, οὔτε ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀλλάττεται, οὔτε παύεται καὶ πάλιν ἄρχεται, οὔτε περιγράφεται, οὔτε ἐκπορεύεται ἀπὸ σώματος καὶ πάλιν εἰσπορεύεται, οὔτε ποτὲ μὲν ὁρᾷ, ποτὲ δὲ οὐχ ὁρᾷ, ὥσπερ τὸ τοῦ Χριστοῦ ὄμμα νεκρωθὲν ἐκέκλειστο.