Πλὴν μὴ μέχρι τῶν Χριστοῦ προθύρων στῇς, τουτέστι τῶν ἀνθρωπίνων, ἀλλ’ εἴσιθι εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, εἰς τὰ ἅγια τῶν ἁγίων τῆς αὐτοῦ θεότητος, καὶ μάθε ὅτι εἰ καὶ περιεγράφη ἐν μήτρᾳ ὡς ἄνθρωπος, ἀλλ’ αὐτός ἐστιν ὁ φυλάττων τὰ νήπια ἐν τῇ μήτρᾳ ὡς θεός· καὶ ὁ μικροφυὴς τεχθεὶς κατὰ σάρκα, αὐτὸς αὔξει τὰ πάντα ὡς θεός· καὶ ὁ ἐν φάτνῃ σπαργανωθεὶς σαρκί, αὐτὸς τὴν ἄβυσσον ὁμίχλῃ ἐσπαργάνωσεν ὡς θεός· καὶ ὁ θηλάσας παιζοπρεπῶς μαζῶν μητρικῶν, αὐτὸς ζωοποιεῖ τοὺς ἀνθρώπους θεοπρεπῶς· καὶ ὁ καθεύδων ἐν τῷ πλοίῳ σαρκί, αὐτὸς ἐγείρει τοὺς νεκροὺς ἐξουσίᾳ θεϊκῇ· καὶ ὁ κεκοπιακὼς ὡς ἄνθρωπος, αὐτὸς βοᾷ· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, κἀγὼ ἀναπαύσω ὑμᾶς ὡς θεός»· καὶ ὁ βοήσας Διψῶ, αὐτός ἐστιν ὁ θεὸς ὁ λέγων· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ἐγὼ γάρ εἰμι ἡ πηγὴ τῆς ζωῆς»· καὶ ὁ πεινάσας ἑκουσίως ὡς ἄνθρωπος, αὐτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ διδοὺς *** Χριστῷ τῷ κλίναντι γόνυ καὶ τρίτον προσευξαμένῳ ἐν τῷ πάθει ἀνθρωποπρεπῶς, αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων ὡς θεῷ· ὁ ῥαπισθεὶς ἑκουσίως ὡς ἄνθρωπος, αὐτὸς ῥαπίζει καὶ ἀστράπτει καὶ σείει τὴν γῆν ὡς θεὸς παντοδύναμος· τῷ ἐκδυθέντι γυμνῷ ἐν σταυρῷ ἀνθρωποπρεπῶς, αὐτῷ παριστάμεθα πάντες γυμνοὶ καὶ τετραχηλισμένοι ὡς θεῷ· ὁ ἐξετασθεὶς ὑπὸ Πιλάτου Ἰησοῦς, αὐτὸς ἐτάζει καρδίας καὶ νεφροὺς ἐν τῇ κρίσει, θεὸς ὤν, ὡς δικαστὴς φοβερός· ὃν ἐλοιδόρησαν οἱ Ἰουδαῖοι ὡς ἄνθρωπον, αὐτὸν δοξολογοῦσι πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων ὡς θεὸν φιλάνθρωπον· καὶ οἱ πόδες καὶ χεῖρες αἱ ὀρυχθεῖσαι τοῖς ἥλοις Ἰησοῦ, αὐτοὶ δεσμήσουσι χεῖρας καὶ πόδας Ἰουδαίων δι’ ἀγγέλων καὶ παραπέμψουσι τῷ σκότει τῷ ἐξωτέρῳ· τὸ πρόσωπον ἐκεῖνο τὸ μὴ ἔχον εἶδος οὐδὲ κάλλος ἐπὶ σταυροῦ, αὐτὸ ἀστράψει ἐξ οὐρανοῦ καὶ σαλευθήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν· τὸ ἅγιον σῶμα τὸ διψῆσαν ἀνθρωπίνως ἐν σταυρῷ, αὐτὸ λαλήσει ὅτε ἔλθῃ, καὶ ταραχθήσονται καὶ θροηθήσονται καὶ σκοτισθήσονται καὶ σαλευθήσονται πάντα τὰ πέρατα τῆς γῆς. Θεοῦ γὰρ ἦν στόμα, θεοῦ ὄμμα, θεοῦ γλῶσσα, θεοῦ σῶμα, θεοῦ μέλη, θεοῦ χεῖρες, θεοῦ πόδες, θεοῦ πλευρά, θεοῦ σάρξ, καὶ θεοῦ πάντα τὰ τῆς σαρκός. Ἀλλὰ μὴ καταδράμῃ ταῖς φωναῖς ὁ αἱρετικός· οὐ γὰρ εἶπον θεότητος σῶμα, ἀλλὰ θεοῦ λόγου τὸ σῶμα καὶ διατοῦτο θεοῦ τὸ αἷμα, οὐ θεότητος τὸ αἷμα· θεοῦ ἡ γλῶσσα, οὐ θεότητος ἡ γλῶσσα· θεοῦ τὸ στόμα, οὐ θεότητος τὸ στόμα· θεοῦ οἱ πόδες, οὐ θεότητος οἱ πόδες· ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τουτέστι καθ’ ὑπόστασιν ἡνώθη τῇ οἰκείᾳ καὶ ἁγίᾳ καὶ τιμίᾳ ἐμψύχῳ καὶ λογικῇ τοῦ ἀνθρώπου σαρκί.