Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Α΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ

Ἀναστάσιος Σιναΐτης

Το ακατάληπτο και η τριμερής δομή της ψυχής ως εικόνα του Θεού

Η αγνωσία της ουσίας της ψυχής ως έκφραση του ακαταλήπτου του Θεού και η αντιστοιχία των δυνάμεων και των μερών της με τα υποστατικά ιδιώματα και τις δημιουργικές ενέργειες της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 2 από 4

Πῶς δὲ τοῦτο καλῶς διαγνῶναι δυνήσῃ; Ἄκουσόν τινος τῶν σοφῶν σοι παραινοῦντος καὶ λέγοντος· «Εἰ βούλει γνῶναι θεόν, προλαβὼν γνῶθι σαυτόν, ἐκ τῆς σαυτοῦ φησι κατασκευῆς, ἐκ τῆς σαυτοῦ συνθέσεως, ἐκ τῶν ἐντὸς σεαυτοῦ. Εἴσιθι ὑποδὺς ἐν σαυτῷ· διάβλεψον ὡς ἐν ἐσόπτρῳ τινὶ ἐν τῇ ψυχῇ ἑαυτοῦ· διάκρινον τὴν ταύτης κατασκευήν, καὶ ὄψει σαυτὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ τυγχάνοντα.»

Ἀνώνυμός σου γὰρ καὶ ἄγνωστος ἡ νοερὰ καὶ ἀθάνατος τῆς ψυχῆς οὐσία κατ’ εἰκόνα καὶ ὁμοίωσιν τυπικὴν τοῦ ἀνωνύμου καὶ ἀγνωρίστου καὶ ἀθανάτου θεοῦ καθέστηκεν. Οὔτε γὰρ θεοῦ, οὔτε ψυχῆς λογικῆς οὐσίαν ἔγνω τῶν ἐξ αἰῶνός τις γεγεννημένων ἀνθρώπων. Ζωοποιὸς καὶ συστατικὴ καὶ προνοητικὴ ἡ ψυχὴ ὑπάρχει τῆς τετραστοίχου τοῦ σώματος φύσεως κατ’ εἰκόνα θεοῦ τοῦ προνοητοῦ πάσης τῆς τετραπεράτου καὶ τῆς ἄνω κτίσεως. Διόπερ οὔτε τὸν τοῦ θεοῦ τόπον ἔγνωμεν ἔνθα κατοικεῖ, ἀλλὰ μόνον πιστεύομεν ὅτι παντί ἐστιν· οὔτε μὴν τὸν τόπον τῆς ψυχῆς ἔνθα οἰκεῖ ἐν τῷ σώματι ἐπιστάμεθα, ἀλλὰ μόνον οἴδαμεν ὅτι ἐν τῷ παντὶ σώματί ἐστι καὶ ἐνεργεῖ.

Ἔχει σου καὶ ἕτερόν τι κατ’ εἰκόνα θεοῦ ἡ ψυχή, λέγω δὴ τὸ ἑτεροούσιον αὐτὴν εἶναι πάσης κτιστῆς φύσεως. Τὸ δὲ πάντων παραδοξότερον τοῦ ἐν ἡμῖν κατ’ εἰκόνα ἐκεῖνό ἐστιν, ὅτι οὔτε τῆς τοῦ θεοῦ ὑπάρξεως τοὺς λόγους ἀνθρώπινος νοῦς καταλαβέσθαι δύναται, οὔτε μὴν τῆς τῆς ψυχῆς ἡμῶν οὐσίας, πῶς εἰς ὕπαρξιν πέφυκέ τε καὶ παραγίνεται. Ὅθεν οἱ ταύτην καταλαβεῖν κακῶς δογματίσαντες ὥσπερ ἄμφω ἕν τινι σκοτεινῷ βυθῷ καταντήσαντες ὄντως προσέκοψαν, οἵτινες ἐξ οὐρανοῦ φάσκουσι τὰς ψυχὰς ἐν τοῖς σώμασι καταπέμπεσθαι, οἱ δὲ σὺν τῷ σώματί φασιν αὐτὰς εἰς ὕπαρξιν ἔρχεσθαι ὑπὸ θεοῦ δημιουργουμένας, ἕτεροι δὲ τὸν ἄνθρωπον λέγουσιν, ὡς κατ’ εἰκόνα ὄντα τοῦ δημιουργοῦ, γεννητικὸν εἶναι σὺν τῇ σπορᾷ καὶ τῆς ψυχῆς, ἄλλοι ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ἄῤῥενος καὶ τοῦ θήλεός φασι τὴν ψυχὴν ἀποτίκτεσθαι, ὥσπερ λίθου τινὸς καὶ σιδήρου προσκρουομένων καὶ τῇ πυρώσει τὸ πῦρ ἀπογεννώντων. Καὶ οἱ μέν φασιν αὐτῇ τῇ ἀκαριαίᾳ ῥοπῇ τῆς συλλήψεως τοῦ σώματος καὶ τὴν ψυχὴν ὑφίστασθαι, οἱ δὲ τῇ τεσσαρακοστῇ ἡμέρᾳ μετὰ τὴν σύλληψιν, φέροντές τινα, ὡς οἴονται, νομικὴν περὶ τούτου σύστασιν· καὶ οἱ μὲν ὁμοούσιον αὐτὴν τῶν ἀγγέλων ἐφαντάσθησαν, οἱ δὲ ἑτεροούσιον· καὶ οἱ μὲν ἄνω νῦν διάγειν, οἱ δὲ κάτω, οἱ δὲ ἐν τῷ ἀέρι, οἱ δὲ ἐν τῷ παντὶ ὡς θείαν τινὰ περιϊέναι οὐσίαν.

Διὸ καὶ σώματι ἑνουμένη καὶ ὡς κατ’ εἰκόνα θεοῦ οὖσα καὶ τοῦτο ζωοποιοῦσα, ἀπαθὴς μένει τῶν σωματικῶν παθῶν καὶ φθορῶν τῶν τοῦ σώματος, μήτε ὁρωμένη, μήτε ἑρμηνευομένη, μήτε καταλαμβανομένη τῇ φύσει, οὔτε τῷ εἴδει, οὐ σχήματι, οὐ μορφῇ, οὐ ποιότητι, οὐ ποσότητι, οὐχ ὑπάρξει, οὐ συστάσει, οὐ κάλλει. Ὅθεν καί φησι τὴν ψυχὴν ἐν τῷ Συμποσίῳ ὁ Μεθόδιος ἀμήχανον καὶ ἀδιήγητον κάλλος ἔχειν, καὶ τούτου χάριν ὥσπερ καὶ ζηλοτυπεῖσθαι καὶ ἐρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἐναντίων πνευμάτων ὡς κρείττονα αὐτῶν τῶν νοερῶν περικειμένην μορφήν. Πᾶσα δὲ ἡ περὶ αὐτῆς ἀκαταληψία καὶ ἀσάφεια καὶ ἀδηλία οὐδὲν ἕτερον αἰνίττεται εἰ μὴ τὸ κυρίως καὶ ἀληθῶς εἰκόνα αὐτὴν εἶναι τοῦ ἀκαταλήπτου θεοῦ. Ὅθεν πάντα τὰ κατ’ αὐτὴν ἀγνοοῦντες ἐκ μόνων τῶν ἐν τῷ σώματι ταύτης ἐνεργειῶν τὴν ὕπαρξιν αὐτῆς πιστούμεθα, καθὰ καὶ τὸν θεὸν ἐκ τῶν ἐν τῇ ὁρωμένῃ κτίσει αὐτοῦ ἐνεργημάτων τὴν αὐτοῦ βεβαιούμεθα ὕπαρξιν.

Ἀλλ’ ἄγε δὴ ἐπ’ αὐτὸ τὸ κυριώτατον τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἔλθωμεν, ὅπως κατὰ τὰς ὑποσχέσεις δείξωμεν τὸ μοναδικὸν τῆς ἐν τριάδι θεότητος. Ποῖον δέ ἐστι τοῦτο; Εὔδηλον ὅτι ἡ ἡμετέρα πάλιν ψυχὴ καὶ ὁ ταύτης νοερὸς λόγος καὶ ὁ νοῦς, ὅντινα ὁ Ἀπόστολος πνεῦμα προσηγόρευσεν, ὅτε διακελεύεται ἁγίους ἡμᾶς εἶναι τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Ἀγέννητος μὲν γὰρ πάλιν ἐστὶν ἡ ψυχὴ καὶ ἀναίτιος εἰς τύπον τοῦ ἀγεννήτου καὶ ἀναιτίου θεοῦ καὶ πατρός, οὐκ ἀγέννητος δὲ ὁ νοερὸς αὐτῆς λόγος, ἀλλ’ ἐξ αὐτῆς γεννώμενος ἀῤῥήτως καὶ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀπαθῶς. Ὁ δὲ νοῦς οὐδὲ ἀναίτιός ἐστιν, οὐδὲ γεννητός, ἀλλ’ ἐκπορευτός, παντὶ διατρέχων καὶ τὰ πάντα διασκοπῶν καὶ ἀοράτως ψηλαφῶν κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ παναγίου καὶ ἐκπορευτοῦ πνεύματος, περὶ οὗ εἴρηται ὅτι Τὸ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. Οὐκ ἔστιν ἐκπορευτὴ ἡ ψυχή, ἕως οὖ ἐστιν ἐν τῷ σώματι, ἐπεὶ εἰ ἐκπορευτὴ ἦν, ἄρα ἂν καθ’ ὥραν ἀπεθνῄσκαμεν. Οὐκ ἔστιν ἀγέννητος ὁ λόγος ἡμῶν, ἐπεὶ ἄλογοί τινες καὶ κτηνώδεις ὑπήρχομεν.

Τὸ δὲ παραδοξότερον τῶν παραδόξων τούτων ἐκεῖνό ἐστιν, ὅτι ψυχὴν μὲν ἁπλῆν τινα ἔχομεν, ὁμοίως καὶ νοῦν μοναδικὸν καὶ ἀσύνθετον, λόγον δὲ διπλοῦν, διπλῆν ἔχοντα τὸν αὐτὸν τὴν γέννησιν, καὶ ἕνα καὶ ἀμέριστον φυλαττόμενον. Γεννᾶται γὰρ ὁ λόγος ἐν τῇ καρδίᾳ γέννησίν τινα ἀκατάληπτον καὶ ἀσώματον, καὶ μένει ἔνδον ἀγνώριστος· καὶ γεννᾶται δευτέραν γέννησιν σωματικὴν διὰ χειλέων, καὶ τότε τοῖς πᾶσι γνωρίζεται· τῆς δὲ γεννησάσης αὐτὸν ψυχῆς οὐ χωρίζεται, ἵνα διὰ τῶν δύο τοῦ λόγου ἡμῶν γεννήσεων σαφῶς τὰς δύο τοῦ θεοῦ λόγου γεννήσεις κατ’ εἰκόνα τινὰ καὶ ὁμοίωσιν μάθωμεν. Γεγέννηται γὰρ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀκαταλήπτως πρὸ τῶν αἰώνων ἐκ πατρός, καὶ ἦν ἄγνωστος ὡς ἔν τινι ψυχῇ πρὸς τὸν πατέρα, ἕως ὥσπερ ἐκ καρδίας τινὸς τῆς ἁγίας παρθένου ἀφθόρως καὶ ἀπόνως γεγέννηται τὸ κατὰ σάρκα καὶ ἐνεφανίσθη τῷ κόσμῳ, μὴ χωρισθεὶς τῆς πατρικῆς καὶ κρυφίας οὐσίας τοῦ γεννήτορος θεοῦ. Ὥστε δέδεικται ἐν τῷ μοναδικῷ τῆς ἀθανάτου ἡμῶν καὶ νοερᾶς ψυχικῆς οὐσίας ὡς ἐν εἰκόνι τρεῖς τινες ὑποστατικαὶ ἰδιότητες, ἀγεννησία ψυχῆς καὶ γέννησις λόγου καὶ ἐκπόρευσις πνεύματος ἤγουν τοῦ νοός.

Καὶ καταθαῤῥῶ καὶ ἀποτολμῶ καὶ λέγω ὅτι κατὰ ταύτην τὴν ἀόρατον τριαδικὴν τῆς ψυχῆς θεωρίαν εἶπεν ὁ θεῖος Ἀπόστολος τὸν ἄνθρωπον εἶναι εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου.

Εἰ δὲ μὴ ταῦτα οὕτως, διὰ τί μὴ μᾶλλον διμερὴς ἢ τετραμερὴς ὑπὸ θεοῦ γέγονεν, ἀλλὰ τριμέρειάν τινα καὶ μόνην ἔχει ἀδιαίρετον καὶ ἀσύγχυτον ἡ ἡμετέρα ψυχὴ κατ’ εἰκόνα τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ὥστε, εἰ θέμις, εἰπεῖν ὅτι καὶ ἐν τῷ ἀνθρώπῳ, καὶ μάλιστα τῷ δικαίῳ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος τυπικῶς ἀλλ’ οὐ φυσικῶς, σκιαγραφοῦν ἀμυδρῶς πως τὸν ἐν τριάδι θεόν;

Ὅθεν καὶ τριμερῆ πάλιν αὐτὴν τὴν ἡμετέραν ψυχὴν καθ’ ἕτερόν τινα τρόπον οἱ ἔξω σοφοὶ εἶναι ὡρίσαντο, ἐπιθυμητικὸν αὐτὴν φάσκοντες ἔχειν καὶ λογιστικὸν καὶ θυμικόν, ὅπως διὰ μὲν τοῦ ἐπιθυμητικοῦ πρὸς τὴν τοῦ θεοῦ ἀγάπην συνάπτηται, διὰ δὲ τοῦ λογιστικοῦ τὴν παρ’ αὐτοῦ γνῶσιν καὶ σοφίαν εἰσδέχηται, διὰ δὲ τοῦ θυμικοῦ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀντιτάττεται, καὶ ἐν τούτοις πάλιν αὐτῆς τοῖς τρισὶ τὸ κατ’ εἰκόνα θεοῦ διαγράφουσα. Τρισὶ γὰρ τρόποις ὁ ἐν τριάδι θεὸς τὰ τρία μέρη διοικεῖ καὶ διέπει, τὰ ἐπουράνια λέγω καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια, τῇ δημιουργικῇ αὐτοῦ δυνάμει καὶ τῇ προνοητικῇ καὶ τῇ κριτικῇ. Πᾶν γὰρ ὃ ὁ θεὸς διαπράττεται, πάντως καθ’ ἕνα τῶν τριῶν τούτων τρόπων αὐτὸ ἐργάζεται, ἢ δημιουργῶν ἢ προνοούμενος ἢ παιδεύων. Καὶ τοῦ μὲν δημιουργητικοῦ τοῦ θεοῦ κατ’ εἰκόνα ἐστὶ τὸ τῆς ψυχῆς ἐπιθυμητικόν· ἡ γὰρ ἐπιθυμία εἰς πρᾶξιν ἄγει· τοῦ δὲ προνοητικοῦ αὐτοῦ πάλιν σύμβολον τὸ τῆς ψυχῆς λογιστικόν, τοῦ δὲ παιδευτικοῦ τὸ θυμικὸν καθέστηκε σύσσημον. Καὶ ἴσως ἴδιον μὲν τῆς ψυχῆς ἡ ἐπιθυμία· πρὸ γὰρ πάσης λαλιᾶς τὰ νήπια ἔμψυχα γενόμενα εὐθέως ὀρέγεται τοῦ μαζοῦ καὶ ὕπνου· τὸ δὲ λογιστικὸν εὔδηλον ὅτι τοῦ λόγου τυγχάνει ἴδιον· τὸ δὲ θυμικὸν περὶ τὸν νοῦν συνίστασθαι πέφυκεν, ὃν καὶ ταράττεται ὁ παρὰ φύσιν θυμούμενος.

Εἴ τις τοίνυν, πῶς τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐστιν ὁ ἄνθρωπος, βούλοιτο μαθεῖν, ταῦτα ψηλαφάτω, ἐν τούτοις καὶ τοῖς τοιούτοις ἀδύτοις τῶν νοημάτων εἰσιέτω, καὶ τὴν ἑαυτοῦ κατασκευὴν τῆς φύσεως διασκοπείτω τὴν τῆς νοερᾶς ψυχῆς, καὶ τὰ τῆς ψυχῆς ἅπαντα λεπτῶς τε καὶ ἰσχνῶς μανθανέτω, τὰ ταύτης μέρη, τὰ μέρη τῶν μερῶν, τοὺς λόγους, τοὺς τρόπους, τὰς προόδους, τὰς ἑνώσεις, τὰς διακρίσεις, τὸ ταύτης μονοειδές, τὸ τριμερές, τὸ ἑνιαῖον, τὸ δυϊκόν, τὸ τριαδικόν, πῶς καὶ μία ἐστὶ καὶ ἐν τρισί τισι θεωρεῖται κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι τυπικῶς γνωριζομένη. Ὅτι γὰρ καὶ μία ἐστὶ τῇ οὐσίᾳ καὶ οὐ μία τῇ θεωρίᾳ τῶν ἑαυτῆς μερῶν, ἐδήλωσε σαφῶς ὁ εἰπών· ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ.