Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Α΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ

Ἀναστάσιος Σιναΐτης

Η ανάπτυξη και οι ενέργειες της ψυχής ως τύπος της τριαδικής αποκαλύψεως

Ο παραλληλισμός της σταδιακής ανάπτυξης του ανθρώπου με την ιστορική αποκάλυψη του Τριαδικού Θεού, καθώς και η ανάλυση της αλληλοπεριχώρησης και της κοινής ενέργειας των δυνάμεων της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 3 από 4

Μᾶλλον δὲ σαφέστερον ἡμᾶς διδάσκουσι ταύτην τὴν ἐν ἡμῖν κατ’ εἰκόνα τυπικὴν θεοῦ τριάδα τινὲς τῶν ἀνθρώπων, ἔκ τινος πολλάκις σωματικῆς αἰτίας ψυχὴν μὲν ἔσθ’ ὅτε ἔχοντες, νοῦν δὲ ἢ λόγον μὴ ἔχοντες· ἕτεροι δὲ πάλιν ψυχῆς καὶ λόγου εὐποροῦντες, νοῦ δὲ τὸ καθόλου ἀποροῦντες· ἄλλοι πάλιν νοῦν καὶ ψυχὴν ἔχοντες, τοῦ δὲ λόγου ἐστερημένοι. Ὅθεν καὶ ἡ τῶν νηπίων φύσις, ὡς ἐκ σκότους εἰς φῶς τικτομένη καὶ προερχομένη, εὐθέως μὲν τὴν ψυχὴν φανεροῖ ἔχειν εἰς τύπον τοῦ θεοῦ καὶ πατρός, δυνάμει μὲν νοερὰν οὖσαν καὶ οὐσιωδῶς ἐν ἑαυτῇ ἔχουσαν τὸν λόγον καὶ τὸν νοῦν· κατὰ πρόσβασιν δὲ προκόπτοντος καὶ αὐξοῦντος τοῦ σώματος, δεύτερον ἐμφανίζει τὸν λόγον, καὶ τοῦτον οὐκ ἀθρόως οὐδὲ ἐξαίφνης, ἀλλὰ προψελλίζουσα καὶ οἱονεὶ σκιαγραφοῦσα καὶ προμηνύουσα τὴν τοῦ λόγου διὰ σαρκὸς γέννησιν καὶ τελειοτάτην φανέρωσιν, μεθ’ ἣν λοιπὸν ἡ τοῦ νοῦ δηλοῦται παρουσία, ὅτε εἰς ἄνδρα τέλειον προκόψει τὸ νήπιον.

«Ἀλλὰ τί» φησι «ταῦτα συντείνει εἰς τὴν προκειμένην τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τοῦ ἀνθρώπου ὑπόθεσιν;»

Καὶ πάνυ μὲν οὖν, ὦ ἄνθρωπε, διὰ τούτων μανθάνομεν τὸν τρόπον τῆς τοῦ θεοῦ, ὥσπερ ἔν τινι σώματι, ἐν τῷ κόσμῳ φανερώσεώς τε καὶ ἀναδείξεως, καὶ πῶς κατὰ πρόσβασιν ἡ ἡμετέρα φύσις τὸ τῆς τριάδος ἐπέγνω μυστήριον. Συνελήφθη γὰρ ὑπὸ τοῦ σπόρου τοῦ πονηροῦ ὥσπερ ἐν γαστρί τινι τῆς πλάνης ὁ ἄνθρωπος, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καθήμενος. Εἶτα εἰς φῶς θεογνωσίας ὥσπερ νήπιος ἐν ἀρχῇ προερχόμενος, διὰ τῆς τοῦ νόμου χειραγωγίας ἐδείχθη ἔμψυχος, ἐπιγνοὺς τὸν πατέρα καὶ θεόν, ἐν ἑαυτῷ μὲν ἔχοντα καθάπερ καὶ ἡ ψυχὴ ἐνούσιον τὸν λόγον καὶ τὸ πνεῦμα, μὴ χωροῦντα δὲ τὸν ἄνθρωπον διὰ πολλὴν γνώμης ἀσθένειάν τε καὶ νηπιότητα τὴν τοῦ λόγου καὶ τοῦ νοῦ φανέρωσιν, ἵνα μὴ εἰς πολυθεΐαν διὰ θεοσεβείας ἐξολισθήσῃ. Εἶτα τοῦ χρόνου προκόπτοντος ἐσοφίζετο λοιπὸν ὥσπερ νήπιον αὐξανόμενον ἡ ἡμετέρα τοῦ κόσμου φύσις, καθάπερ ἀπὸ ψυχῆς τινος διδασκομένη ὑπὸ τοῦ θεοῦ καὶ πατρὸς ἐπιγινώσκειν ἀμυδρῶς πως, ὥσπερ διά τινων ἀσαφῶν ψελλισμάτων τῶν προφητικῶν διδαγμάτων, τὴν πεῖραν καὶ προφορὰν καὶ ἐπιφάνειαν τοῦ ἐνουσίου καὶ ἀποκρύφου πατρὸς λόγου. Μεθ’ ἃ ψελλίσματα, λέγω δὴ Μωσαϊκὰ καὶ προφητικὰ τοῦ λόγου αἰνίγματα, προελθόντος δὲ τρανῶς τε καὶ ἐνάρθρως, ὥσπερ ἔκ τινων χειλέων τῆς παρθενικῆς νηδύος, τοῦ τελείου θεοῦ λόγου, γνωρίζει λοιπὸν μετὰ τοῦτον καὶ διὰ τούτου τὸ ἐντελὲς πλήρωμα αὐτῆς τὸ τριαδικὸν ἡ ἀνθρωπίνη τοῦ κόσμου φύσις, ὥσπερ νοῦν τινα δεξαμένη τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἐκ τῶν ἐκτὸς μεταβατικῶς ἐν αὐτῇ ἐνδημῆσαν, ἀλλ’ ἐκ τῶν ἐντὸς ἑαυτῆς, τουτέστι τῆς ψυχῆς καὶ τοῦ λόγου, ἤγουν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, αὐτῇ φανερωθέν, οὐ κτιστῶς, οὐδ’ ἐπεισάκτως, οὐδ’ ἀλλογενῶς, ἀλλ’ οὐσιωδῶς ἐκ τῆς ἐμφύτου αὐτῆς καὶ συμφυοῦς ὑποστατικῆς ὑπάρξεως ἡ ψυχὴ τὸν ἐνούσιον αὐτῆς λόγον ἀποτίκτουσα καὶ τὸ ὁμοφυὲς αὐτῆς τοῦ νοῦ πνεῦμα προβάλλουσα, οὐ προΰπαρκτος τούτων ἐν τῷ σώματι ἐνδημοῦσα, ἀλλὰ συνύπαρκτος αὐτῶν καὶ συνούσιος ὑπάρχουσα καὶ ὥσπέρ τι σῶμα ἡ ἀσώματος τὰ συνασώματα ταὐτὰ αὐτῆς μέλη συμφυῆ ἔχουσα, δι’ ὧν ὥσπέρ τινων χαρακτήρων ἡ ἀχαρακτήριστος χαρακτηρίζεται καὶ μορφοῦται καὶ συνίσταται ἡ ὑπὲρ μορφὴν καὶ σχῆμα ὑπάρχουσα, ὥσπερ πνοήν τινα συστατικὴν τὸ πνεῦμα τοῦ νοῦ ἔχουσα καὶ ὡς ζωὴν τὸν σύζῳον αὐτῆς λόγον φέρουσα· ὧν κατὰ στέρησιν οὔτε εἶναι οὔτε γνωρίζεσθαι ἡ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ψυχὴ λογικὴ καὶ νοερὰ δύναται, ὅπως διὰ τούτων τῶν ἐν αὐτῇ μάθωμεν καὶ παιδευθῶμεν, ὡς οὔτε πατὴρ ἦν ποτὲ πρὸ τοῦ υἱοῦ ὥσπερ οὐδὲ ψυχὴ λογικὴ ἐκτὸς τοῦ συμφυοῦς αὐτῆς λόγου, οὔτε υἱὸς καὶ πατὴρ προϋπῆρχον τοῦ παναγίου πνεύματος, ἀλλ’ ὥσπερ ἐπὶ τῆς ψυχῆς ἅμα ψυχὴ λογική, ἅμα σὺν αὐτῇ ὁ λόγος ὁ ἐν αὐτῇ, καὶ ἅμα καὶ συνάμα ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ζωτικὸν καὶ συστατικὸν καὶ συμπληρωτικόν, οὕτως ἅμα πατήρ, ἅμα θεὸς λόγος σὺν πατρί, ἅμα υἱὸς σὺν πατρί, συνάμα τὸ πνεῦμα σὺν υἱῷ καὶ πατρί.

Εἰ δὲ χωρίζεις καὶ ἀποστερεῖς τὸν λόγον ἐκ τῆς ψυχῆς, ἄλογός σου λοιπὸν ἡ ψυχή· εἰ δὲ διαιρεῖς τὸ πνεῦμα ἐξ αὐτῆς, νεκρὰ λοιπόν, ἀλλ’ οὐ ζωτικὴ ἡ ψυχή, ἵνα διὰ τούτου τοῦ κατ’ εἰκόνα ὁ κατ’ εἰκόνα θεοῦ ὢν μάθῃς ὅτι, ἐὰν ἀρνήσῃ τὸν θεὸν λόγον λέγειν σὺν τῷ θεῷ καὶ πατρί, ἄλογον λοιπὸν καὶ κτηνώδη κηρύττεις θεόν, καὶ ἐὰν χωρίσῃς τὸ πνεῦμα ἐκ τοῦ θεοῦ, λοιπὸν νεκρόν τινα καὶ οὐ ζῶντα λέγεις θεόν.

Εἰ φιλοσοφεῖν περὶ τοῦ κατ’ εἰκόνα σου καὶ ὁμοίωσιν θεοῦ βούλει, οὕτω φιλοσόφησον· οὐκ ἐκ τῶν ἐκτός, ἀλλ’ ἐκ τῶν ἐντός σου τὸν κρυπτὸν θεὸν γνώρισον· ἐκ τῆς ἐν σοὶ τριάδος τὴν τριάδα ἐπίγνωθι δι’ ἐνυποστάτων πραγμάτων· ὑπὲρ γὰρ πᾶσαν ἄλλην νομικὴν καὶ γραφικὴν μαρτυρίαν βεβαιοτέρα αὕτη καὶ πιστοτέρα. Διὰ γὰρ ταύτην καὶ μόνην τὴν αἰτίαν τοιοῦτον ζῷόν σε ὁ θεὸς κατεσκεύασεν, ἐπειδὴ ἔμελλεν ἐν κόσμῳ κηρυχθῆναι τὸ τῆς τριάδος μυστήριον δυσερμήνευτόν τε καὶ ἀκατάληπτον, ἵνα ἔχῃς ἐν ἑαυτῷ ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ τὴν εἰκόνα καὶ ὁμοίωσιν καὶ τοὺς τύπους καὶ τὰ παραδείγματα τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ἵνα εἰς τὴν σὴν εἰκόνα τῆς ἐκ ψυχῆς κατασκευῆς βλέπων μηκέτι διστάσῃς ἐν τῷ τριαδικῷ μυστηρίῳ, μηκέτι εἴπῃς καὶ περιεργάσῃ λέγων· «Εἰ τριάς ἐστιν ὁ θεός, πῶς ἐστι μονάς; Εἰ δὲ εἶς ἐστι, πῶς λέγεται τριάς; Καὶ εἰ υἱός ἐστιν ὁ λόγος, πῶς τὸ γέννημα δυνατὸν εἶναι συνάναρχον τοῦ γεννήτορος; Καὶ εἰ ἐκ πατρός ἐστι τὸ πνεῦμα, πῶς οὐκ ἔστι γεννητόν, ἀλλ’ ἐκπορευτόν; Ἢ ποῖον ποίου προήγαγεν ὁ πατὴρ πρότερον, τὸν υἱὸν ἢ τὸ πνεῦμα; Εἰ δὲ τὰ ἀμφότερα ἅμα, ἆρα ἂν ἀδελφοθεΐα καὶ διδυμοτοκία ἐστὶν ἐν τῇ τριάδι; Πῶς δὲ καὶ διαγνωσόμεθα ἐπὶ τῶν ἀσωμάτων καὶ ἀκινήτων καὶ ἀμεταστάτων τὸ διάφορον γεννήσεως καὶ ἐκπορεύσεως; Πῶς δὲ καὶ δυνατὸν ὁμόδοξον εἶναι τὸ γέννημα τῷ γεννήτορι; Θέλων δὲ ἆρα τέτοκεν ὁ πατὴρ ἢ μὴ θέλων; Τίς δὲ ὁ μάρτυς ὅτι μιᾶς οὐσίας ὁ υἱὸς καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα; Καὶ εἰ τελεία ὑπόστασίς ἐστι θεὸς ὁ λόγος τοῦ θεοῦ καὶ τέλειος πάλιν θεὸς τὸ πνεῦμα τοῦ θεοῦ, τίς μοι λέγει ὅτι καὶ ὁ νοῦς τοῦ θεοῦ οὐκ ἔστιν ἄλλη ὑπόστασις θεία θεοῦ, καὶ ὁ βραχίων ἄλλος θεός, καὶ ἡ καρδία ἄλλος θεός, καὶ ὁ δάκτυλος ἑτέρα ὑπόστασις θεοῦ, ὁμοίως καὶ ἡ δεξιὰ καὶ πάντα τὰ λοιπὰ τὰ λεγόμενα μέλη θεοῦ ἐν τῇ θείᾳ γραφῇ;»

Ἵνα τοίνυν μὴ ταῦτα λέγῃς καὶ διαλογίζῃ, εἰς ἅπερ οἱ αἱρετικοὶ προσκόψαντες καὶ λογισάμενοι ἔπεσαν, ἐποίησεν ἐν σοὶ ὁ θεὸς κατ’ εἰκόνα καὶ ὁμοίωσιν τῆς ἑαυτοῦ τριαδικῆς ὑπάρξεως τριάδα τινὰ τυπικὴν ὁμοούσιον, μονάδα γνωριζομένην, ἐν ᾗ καλῶς ἀποβλέπων σαφῶς ὡς ἐν ἐσόπτρῳ τινὶ καὶ τύπῳ εὑρήσεις πάντα τὰ περὶ θεοῦ εὐσεβῶς κηρυττόμενα, λέγω δὴ τὸ τριαδικὸν τῶν ὑποστάσεων, τὸ μοναδικὸν τῆς φύσεως, τὸ συγγενές, τὸ σύγχρονον, τὸ ἀδιαίρετον, τὸ ἀκατάληπτον, τὸ ἀσχημάτιστον, τὸ ἀθεώρητον, τὸ ἀγέννητον, τὸ γεννητικόν, τὸ ἐκπορευτόν, τὸ δημιουργικόν, τὸ προνοητικόν, τὸ κριτικόν, τὸ ἀψηλάφητον, τὸ ἀσώματον, τὸ ἄφθαρτον, τὸ ἀνώλεθρον, τὸ ἀθάνατον, τὸ αἰώνιον, τὸ ἀνερμήνευτον, τὸ νοερώτατον· καὶ συντόμως εἰπεῖν, πάντων τῶν ἐν τῇ θεότητι λεγομένων εὐσεβῶς τοὺς τύπους καὶ τὰς εἰκόνας καὶ τὰ ἀποσκιάσματα εὑρήσεις ἐν τῇ ψυχῇ σου σκιαγραφούμενα. Καὶ διατοῦτο εἴρηται ὑπὸ θεοῦ τὸ Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.

Ἀλλὰ ταῦτα οἱ αἱρετικοὶ καὶ οἱ νῦν ἄπιστοι οὐ διέγνωσαν, ταῦτα οὐδὲ διενοήθησαν. Εἰ γὰρ καλῶς τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τοῦ ἀνθρώπου ἐσκόπησαν, οὐκ ἂν περὶ τὸ μυστήριον τὸ τριαδικὸν ἐδίστασαν, οὐκ ἂν φυσικαῖς ἀποδείξεσι τὸ ὑπὲρ φύσιν ὑπέβαλον, οὐκ ἂν ἐσκοτίσθησαν λέγοντες· «Ἀδύνατον εἶναι ἕνα θεὸν τὴν τρισυπόστατον τριάδα.» Εἰ τὸ κατ’ εἰκόνα αὐτοῦ ἔμαθεν ὁ Ἄρειος, οὐκ ἂν ἑτεροούσιον τοῦ πατρὸς τὸν λόγον ἐκήρυσσεν. Εἰ τὸ κατ’ εἰκόνα εὐσεβῶς ἐσκόπει Μακεδόνιος, οὐκ ἂν κτίσμα τὸ πνεῦμα τὸ ἅγιον ἔφασκεν. Ἀλλὰ τυφλωθέντες ταὐτὸν πέπονθαν τοῖς ἔνδον ἐν τῷ κόλπῳ ἑαυτῶν τὸν μαργαρίτην ἔχουσι, τοῦτον δὲ ἀγνοοῦσι, καὶ ἐν τῇ ἀβύσσῳ αὐτὸν πλανωμένοις ἐπιζητοῦσιν.

Ὅρα γοῦν ὅτι οὐ μόνον ἐν πράγμασιν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ῥήμασι τὸ κατ’ εἰκόνα θεοῦ τυπικῶς ἡ ἡμετέρα ψυχὴ κέκτηται· τυπικῶς λέγω, ἀλλ’ οὐκ ἰσοφυῶς. Πῶς δὲ τοῦτο; Εὐθέως τὸ λεγόμενον ποιήσω σαφές. Ἀπερίγραπτον εἶναι τὸν θεὸν καὶ πατέρα, ὁμοίως καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα εἶναι πιστεύομεν. Διὸ ὡς ἀπεριόριστοι φεραλλήλους καὶ ἀλληλενδέτους καὶ τὰς οἰκείας προσηγορίας ἔχουσιν· ἐπὰν γὰρ ὀνομάσῃς πατέρα, πρόδηλον ὅτι καὶ υἱοῦ τινος αὐτοῦ ἐμήνυσας ἔμφασιν. Πῶς γὰρ ἂν καὶ κληθήσεται πατὴρ μὴ γνωριζομένου υἱοῦ; Ὡσαύτως καὶ ἐπὰν εἴπῃς πνεῦμα, θεὸν ἐδήλωσας· πνεῦμα γὰρ ὁ θεός, ὥς φησιν ἡ γραφή.

Εἶτα ἐλθὲ ἀπὸ ταύτης τῆς ἁγίας τριάδος ἐπὶ τὴν εἰκόνα αὐτῆς, τὴν ἐν ἡμῖν λέγω ἔνδον ὑπάρχουσαν τριάδα, καὶ ὄψει καὶ τὰς τρεῖς προσηγορίας αὐτῆς φεραλλήλους καὶ ἡνωμένας ὑπαρχούσας. Ἐπὰν γὰρ εἴπῃς ψυχὴν λογικὴν καὶ νοεράν, εὔδηλον ὅτι καὶ λόγον καὶ νοῦν ἐσήμανας· καὶ ἐπὰν ὀνομάσῃς λόγον, πάντως ὅτι καὶ τὴν λογικὴν ψυχὴν τὴν τούτου γεννητικὴν ἐδήλωσας· ὡσαύτως καὶ ἐπὰν εἴπῃς νοῦν, ἐκ παντὸς τρόπου ὅτι καὶ τὴν ψυχὴν καὶ τὸν λόγον ἐδήλωσας. Τίνος γὰρ ἂν καὶ ἔσται νοῦς εἰ μὴ ψυχῆς καὶ λόγου;

Διὰ δὴ τοῦτο, ὥσπερ φεράλληλον καὶ ἀλληλένδετον ἔχουσι τὴν προσηγορίαν, οὕτω κοινὴν καὶ ἀδιαίρετον ἔχουσι καὶ τὴν οὐσιώδη ἐνέργειαν. Μία γὰρ καὶ ὁμοία ἡ ἐνέργεια πατρὸς καὶ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, μία ἡ ἰσχύς, μία ἡ δύναμις, μία ἡ θέλησις, μία ἡ γνώμη. Ὅσα γὰρ ἂν πράττῃ ὁ πατήρ, ἀχώριστός ἐστι καὶ συμπράκτωρ καὶ ὁ υἱός· καὶ ὅσα ἂν ἐπιτελῇ ὁ υἱὸς ἢ τὸ ἅγιον πνεῦμα, συνενεργεῖ πάντως ἀδιαιρέτως ὁ πατήρ· οὔτε γὰρ ὁ υἱὸς δίχα πατρὸς ἀφ’ ἑαυτοῦ καὶ καθ’ ἑαυτὸν ποιεῖ τι, οὐδὲ ὁ πατὴρ χωρὶς τοῦ υἱοῦ καὶ τοῦ πνεύματος· οὔτε πάλιν τὸ πνεῦμα ἄνευ τοῦ υἱοῦ καὶ πατρὸς ἐργάζεταί τι.

Δεῦρο λοιπὸν πάλιν ἀπὸ τῶν πρωτοτύπων ἐπὶ τὸν τύπον τὸν κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν τὸν τῆς ἡμετέρας ψυχῆς, καὶ ὄψει μίαν καὶ ὁμοίαν τὴν ἐνέργειαν ἐν ἡμῖν. Οὔτε γὰρ ἡ ψυχὴ δίχα λόγου ἐπιτελεῖ τι, οὔτε ὁ λόγος δίχα ψυχῆς, οὔτε μὴν ὁ νοῦς πάλιν καθ’ ἑαυτὸν χωρὶς τῆς ψυχῆς καὶ τοῦ λόγου κατεργάζεταί τι, διὰ τὴν ὁμοφυῆ καὶ συμφυῆ καὶ ἀλληλένδετον αὐτῶν κοινὴν δύναμίν τε καὶ ἐνέργειαν τὴν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ.

Εἰ δὲ λέγεις μοι ὅτι οὐδὲν καθ’ ἑαυτὴν ἐνεργεῖ ἡ ψυχὴ χωρὶς τοῦ σώματος, ἤδη τοῦτο καὶ ἡμεῖς προειρήκαμεν, ὅτι καὶ ἐν τούτῳ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ οὖσα, διὰ τῆς ὕλης τῆς ὁρωμένης τὰς ἀοράτους αὐτῆς δείκνυσι δυνάμεις, πλὴν ὅτι καὶ χωριζομένη τοῦ σώματος ἡ κατὰ φύσιν καθαρὰ ψυχή, ἡ οὐσίᾳ τότε μάλιστα διορατικωτέρα καὶ πνευματικωτέρα καὶ ἁπλῆ καὶ ἀπαρενόχλητος καὶ φωτεινοτέρα εὑρισκομένη, κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἀληθεστέρως δύναται προσαγορεύεσθαι καὶ εἶναι.