Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Α΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ

Ἀναστάσιος Σιναΐτης

Η τυπική αναλογία του κατ' εικόνα, η ενανθρώπηση και η αξία του ανθρώπου

Διευκρίνιση της τυπικής αναλογίας της ψυχής προς τον Θεό, παραλληλισμός του ανθρώπινου λόγου με την ενανθρώπηση του θείου Λόγου, αναφορά στην υπεροχή της ανθρώπινης φύσης και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 4 από 4

Εἰ δὲ ὡς εἰκὸς διαπαίζει τὰ εἰρημένα ὁ δι’ ἐναντίας, ὡς μὴ δείξαντας ἡμᾶς τρεῖς κυρίως ἀπηρτισμένας ἐπὶ τῆς ψυχῆς ὑποστάσεις κατ’ ἰσότητα τῆς ἁγίας τριάδος, μανθανέτω ὁ ἄφρων ὅτι κατ’ εἰκόνα ἐστὶν ἡ ψυχὴ τυπικήν τινα καὶ οὐ κατ’ ἰσότητα φυσικὴν τῆς τριάδος. Πλὴν καὶ ἐπὶ τῆς θεότητος ἐμοὶ φοβερόν ἐστι τὸ εἰπεῖν τοπικὴν διαίρεσιν καὶ περιγεγραμμένην διάστασιν ἐξ ἀλλήλων ἔχειν τὸν πατέρα ἀπὸ τοῦ υἱοῦ ἢ τὸ ἅγιον πνεῦμα ἐξ αὐτῶν.

Μὴ παραδράμῃς εἰς τὴν κατ’ εἰκόνα σου πρὸς θεὸν ὁμοίωσιν μηδὲ τοῦτο, λέγω δὴ ὅτι διὰ τῆς τοῦ λόγου σου σωματικῆς ἐκ χειλέων γεννήσεως ἡ ἀρετὴ καὶ ἡ σοφία καὶ ἡ φρόνησις καὶ ἡ δύναμις καὶ τὸ βάθος καὶ ἡ γνῶσις τῆς ψυχῆς σου καὶ τοῦ νοὸς τοῖς πᾶσι γνωρίζεται καὶ δημοσιεύεται, δηλοῦντός σε καὶ τούτου τοῦ ὑποδείγματος κατ’ εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχειν θεοῦ. Διὰ γὰρ τῆς κατὰ σάρκα γεννήσεως τοῦ θεοῦ λόγου ἐφανερώθη ἐν κόσμῳ ἡ ἀρετὴ καὶ ἡ δύναμις καὶ ἡ γνῶσις καὶ ἡ σοφία καὶ πάντα τὰ λοιπὰ ἀγαθὰ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος.

Ὅρα γὰρ πόσα καὶ οἷα τοῦ λόγου εἰς τύπον τοῦ θεοῦ λόγου ἐν κόσμῳ τὰ κατορθώματα, καὶ πῶς διὰ λόγου τὰ πάντα δημιουργοῦνται καὶ συνίστανται. Λόγῳ ὑπέστησαν ἄγγελοι, λόγῳ τὸν δημιουργὸν γεραίρουσι· λόγῳ τὰ ὁρώμενα γέγοναν· λόγῳ ἡ κτίσις φωτίζεται· λόγῳ τὰ ὄντα ἐγνώσθησαν· λόγῳ νόμοι ἐξεφάνθησαν· λόγῳ ἐδείχθησαν τέρατα· λόγῳ τὸν κτίστην γεραίρομεν· λόγῳ θεογνωσία κεκήρυκται· διὰ λόγου τὸν θεὸν ἐπεγνώκαμεν· διὰ λόγου τὰ πάντα συνίσταται. Καὶ ὥσπερ τὸ ἄλαλον νήπιον ἀνόητόν ἐστι τοῖς ἀνθρώποις ἄχρι τῆς διὰ χειλέων τοῦ λόγου γεννήσεως, οὕτως διὰ τῆς τοῦ θεοῦ λόγου κατὰ σάρκα γεννήσεως πᾶσα ἡ ἀλογία παρῆλθε τῆς ἡμετέρας φύσεως, τοῦ θεοῦ λόγου δηλώσαντος τρανῶς τῇ κτίσει τὸν πατέρα καὶ τὸ ἅγιον πνεῦμα.

Ὅθεν ὡς θεοτίμητος ἡμῶν ἡ ψυχὴ οὐδὲ ἀποστέλλεται εἰς διακονίαν μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος, καθὼς οἱ ἄγγελοι ἀποστέλλονται· ἐπειδὴ ἐκεῖνα μέν εἰσι λειτουργικὰ ἤγουν δουλικὰ πνεύματα, αἱ δὲ τῶν ἁγίων μάλιστα ψυχαὶ κατ’ εἰκόνα θεοῦ δεσποτικὰ πνεύματα. Εἰ γὰρ καὶ ἠλάττωται ὁ ἄνθρωπος μετὰ τὴν παρακοὴν βραχύ τι παρ’ ἀγγέλους ὡς θνητὸς γεγονώς, ἀλλ’ ὅμως τετίμηται πολύ τι παρ’ ἀγγέλους διὰ τῆς τοῦ θεοῦ λόγου ἐν αὐτῷ καθ’ ὑπόστασιν ἑνώσεως. Ὁ γὰρ ποτὲ κατ’ εἰκόνα θεοῦ νῦν γέγονεν ἐν τῷ ἅμα θεῷ, καὶ ὁ πρὶν μεταληπτικὸς τῆς εἰκόνος θεοῦ γέγονε μεταδοτικὸς τῆς ἑαυτοῦ εἰκόνος τῷ θεῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.