Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Γ΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ (κατὰ Μονοθελητῶν)

Ἀναστάσιος Σιναΐτης

Προοίμιο και ιστορική ανασκόπηση της μονοθελητικής έριδας

Μεθοδολογική εισαγωγή για την αντιμετώπιση των αιρέσεων και παρουσίαση του ιστορικού πλαισίου: η εμφάνιση της έριδας των ενεργειών, οι αυτοκρατορικές παρεμβάσεις, οι διωγμοί των ορθοδόξων και η τελική ειρήνευση διά της Οικουμενικής Συνόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 1 από 7

{Τοῦ αὐτοῦ ἀκολούθως λόγος γʹ.} [Ἐν τούτῳ τῷ λόγῳ δηλοῖ ὁ ἐξηγητὴς τὴν αἰτίαν δι’ ἣν αὐτῷ οἱ δύο λόγοι εἰς τὸ κατ’ εἰκόνα πεπόνηνται, φανεροῖ δὲ καὶ τὴν αἰτίαν, τὸ πόθεν τὴν ἀρχὴν ἔσχεν ἡ περὶ ἐνεργειῶν καὶ θελημάτων κίνησις, εἶθ’ οὕτως ἑξῆς δείκνυσι, τίνες μὲν εὐσεβῶς, τίνες δὲ οὐκ ὀρθῶς ταῦτα ἐν Χριστῷ δογματίζουσιν.]

Του αυτού, ακολούθως, λόγος γʹ. Ἰατρῶν ἐχέφρονες καὶ σοφῶν γνωμόνων ἐπιστήμονες, ἐπὶ τὰς θεραπευτικὰς ὁρμῶντες τῶν νόσων ἐπιστήμας, οὐ πρότερον τὰς τούτων ἀλεξιφαρμάκους κατασκευὰς ἀπεργάζονται, ἄχρις ἂν τὰς αἰτιοποιοὺς ὕλας προῤῥίζους διαγνόντες καταμάθωσι. Ταύτῃ τοι καὶ οἱ τὰς τῶν αἱρέσεων λοιμώδεις νόσους τε καὶ φθοροποιοὺς βλάβας ἀναστέλλειν καὶ ἐκριζοῦν εὖ μάλα ῥᾳδίως βουλόμενοι, τὰς προῤῥίζους αὐτῶν καὶ οἱονεὶ προθεμελίους καταβολὰς ἀνορύττοντές τε καὶ γυμνοῦντες καὶ προκατασείοντες, τηνικαῦτα εὐμαρῶς, ὡς ἄριστα διαγνόντες, ἄριστα καὶ ἰατρεύειν δυνήσονται.

Οὐκ εἰσὶ τοίνυν λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν, ἀλλὰ μὴν καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, ἐκείνων, λέγω, τῶν πολεμικῶν Περσικῶν τε καὶ Ῥωμαϊκῶν παρατάξεων, ἡνίκα τὸ νικητικὸν τρόπαιον τοῦ σταυροῦ συνεργείᾳ θεοῦ ἐπανῆλθε μεθ’ Ἡρακλείου τοῦ βασιλέως ἐν Ἱερουσαλήμ.

Οὗτος δὴ ὁ τῆς Ῥωμαϊκῆς κατ’ ἐκεῖνο καιροῦ σκηπτοῦχος βασιλείας Ἡράκλειος ἐπὶ τὰ Χαλδαῖά τε καὶ Περσικὰ μέλαθρα τὰς πορείας ποιούμενος, κατὰ τὴν Ἀντιοχέων πόλιν περιτυγχάνει τινὶ Ἀθανασίῳ, πατριάρχῃ λεγομένῳ τῆς τῶν Ἰακωβιτῶν μυσεραρχίας, δεινῷ τινι ὄντι περὶ λόγους καὶ κακούργῳ τῇ τῶν Σύρων ἐμφύτῳ πανουργίᾳ. Καὶ κινήσας πρὸς αὐτὸν τοὺς περὶ πίστεως τῶν δύο Χριστοῦ φύσεων λόγους, ὁ βασιλεὺς ὑπισχνεῖτο ὡς εἰ πεισθείη αὐτῷ καὶ δέξηται τὴν ἁγίαν σύνοδον Χαλκηδόνος, πατριάρχην αὐτὸν καθιστᾶν τῆς αὐτόθι ἁγίας καθολικῆς ἐκκλησίας. Εἴτε οὖν ἐν ὑποκρίσει, εἴτε καὶ καθ’ ἕτερον τρόπον, ὅμως ἐδέξατο τὴν σύνοδον ὁ Ἀθανάσιος, ὁμολογήσας τὰς δύο ἐν Χριστῷ ἡνωμένας φύσεις. Καὶ τούτων στοιχηθέντων ἠρώτησε τὸν βασιλέα περὶ τῆς ἐνεργείας καὶ τῶν θελημάτων, τὸ πῶς δεῖ ταῦτα λέγειν ἐν τῷ Χριστῷ, διπλᾶ ἢ μοναδικά.

Ὁ γοῦν βασιλεὺς ξενοφωνηθεὶς ἐπὶ τῇ ἐρωτήσει, ἅτε δὴ οὔπω κατὰ τοὺς ἡμετέρους καιροὺς κινηθείσῃ, γράφει πρὸς Μαρτῖνον τὸν πάπαν Ῥώμης περὶ τούτου, ὁμοίως καὶ πρὸς Σέργιον τὸν ἐπίσκοπον Κωνσταντινουπόλεως. Καὶ ὁ μὲν πάπας ἐσήμανεν αὐτῷ κατὰ τὴν παράδοσιν τῶν ἁγίων πατέρων, λέγων ὅτι «Ἔνθα δύο φύσεις γνωρίζονται, κτιστὴ ὁμοῦ τε καὶ ἄκτιστος, ἀνάγκη πᾶσα ἔχειν αὐτὰς καὶ τὰς δύο αὐτῶν φυσικὰς ἰδιότητας, λέγω δὴ τὰ θελήματα καὶ τὰς ἐνεργείας· ὦν γὰρ ἡ θέλησις καὶ ἡ ἐνέργεια μία, τούτων πάντως καὶ ἡ φύσις μία, καὶ οὐ δύο τυγχάνουσι.» Ταῦτα καὶ τὰ τοιαῦτα Μαρτίνου τὰ γράμματα. Ὁ δὲ Κωνσταντινουπόλεως Σέργιος, ἅτε δὴ ἅτε συρογενὴς ὑπάρχων, ὡς δὲ λόγος, καὶ γονέων Ἰακωβιτῶν ἔκγονος, τὰ ἐναντία Μαρτίνου ἐπέστειλε πρὸς Ἡράκλειον, μίαν τε φυσικὴν θέλησιν καὶ ἐνέργειαν ἐν Χριστῷ ὁμολογήσας. Δεξάμενος οὖν ὁ βασιλεὺς ἐξ ἀμφοτέρων τὰ γράμματα, ἐστοίχησε μᾶλλον τοῖς ὑπὸ Σεργίου γραφεῖσιν, ἅπερ καὶ Ἀθανάσιος ὑπτίαις χερσὶν ἀσμένως ἐδέξατο, ὡς κακοῦργος γινώσκων ὅτι ἔνθα μία ἐνέργεια εἴρηται, ἐκεῖ πάντως καὶ μία φύσις γνωρίζεται.

Εἶτα ἀποστέλλεται ὁ πάπας Κῦρος ἐν Ἀλεξανδρείᾳ· ποιεῖ καὐτὸς ὁμοίως κἀκεῖ τὴν ὑδροβαφῆ ἐκείνην διὰ Θεοδώρου τοῦ Φαρανίτου ἕνωσιν, μᾶλλον δὲ κένωσιν, μίαν καὐτοὶ αὐτόθι γράψαντες ἐν Χριστῷ φυσικὴν τὴν ἐνέργειαν. Τούτων δὴ λοιπὸν οὕτως κατὰ τὴν Ἀντιοχέων καὶ Ἀλεξανδρέων παρακολουθησάντων, εἰς μέγα ὄνειδος ἡ σύνοδος Χαλκηδόνος καὶ ἡ καθολικὴ περιέπεσεν ἐκκλησία. Κατεκαυχῶντο γὰρ οἱ τὰ Ἰακώβου ἐν Συρίᾳ φρονοῦντες, ὁμοίως καὶ οἱ τὰ Θεοδοσίου ἐν Ἀλεξανδρείᾳ, φάσκοντες ὅτι «Οὐχ ἡμεῖς τῇ Χαλκηδόνι, ἀλλ’ ἡ Χαλκηδὼν μᾶλλον ἡμῖν ἐκοινώνησε, διὰ τῆς μιᾶς ἐνεργείας μίαν ὁμολογήσασα φύσιν Χριστοῦ.»

Εἶτα ἀκούσας ταῦτα Ἡράκλειος ᾐσχύνθη· καὶ καταλῦσαι μὲν τὰ οἰκεῖα οὐκ ἤθελε, καὶ πάλιν τὸν ὀνειδισμὸν οὐχ ὑπέφερε. Τότε δὴ ὡς μέγα τι νομίζων ποιεῖν, ἐκτίθεται τὸ λεγόμενον Ἴδικτον τὸ περιέχον μήτε μίαν, μήτε δύο ἐνεργείας ὁμολογεῖν ἐν Χριστῷ. Ὅπερ δὴ ἀναγνόντες οἱ τὰ Σευήρου φρονοῦντες, ἐπὶ καπηλείων καὶ βαλανείων διέσυραν τὴν καθολικὴν ἐκκλησίαν λέγοντες· «Πρώην μὲν τὰ Νεστορίου φρονοῦντες οἱ Χαλκηδονῖται ἀνένηψαν ἐπιστρέψαντες εἰς τὴν ἀλήθειαν, ἑνωθέντες ἡμῖν διὰ τῆς μιᾶς ἐνεργείας εἰς τὴν μίαν τοῦ Χριστοῦ φύσιν· νῦν δὲ καταγνόντες τοῦ καλῶς ἔχοντος, ἀπώλεσαν ἀμφότερα, μήτε μίαν, μήτε δύο ἐν Χριστῷ ὁμολογοῦντες.»

Ταῦτα δὴ ἀκούσας καὶ θεωρῶν ὁ τῆς Ῥωμαίων πρόεδρος Μαρτῖνος καὶ μὴ φέρων οὕτως αἰσχρῶς ὁρᾶν ὀνειδιζομένην τὴν ἐκκλησίαν, ποιεῖ ἐν τῇ Ῥώμῃ σύνοδον πλειόνων ὁσίων ἐπισκόπων, κηρύξας ἐκ πατρικῶν μαρτυριῶν δύο ἀδιαιρέτους Χριστοῦ τὰς ἰδιότητας, τουτέστι τὴν θείαν καὶ τὴν ἀνθρωπίνην θέλησιν αὐτοῦ καὶ ἐνέργειαν.

Εἶτα τελευτᾷ Ἡράκλειος, ἐξορίζεται Μαρτῖνος ὑπὸ τοῦ ἐγγόνου Ἡρακλείου· καὶ θᾶττον ἀνέστη ὁ ἐρημικὸς Ἀμαλὴκ τύπτων ἡμᾶς τὸν λαὸν τοῦ Χριστοῦ. Ἐκείνη οὖν ἧν ἡ πρώτη καὶ φοβερὰ καὶ ἀνίατος τοῦ Ῥωμαϊκοῦ στρατοῦ πτῶσις, ἡ κατὰ τὸν Γαβιθᾶν λέγω καὶ Ἱερμουχᾶν καὶ τὴν Δαθεμῶν αἱμοχυσία, μεθ’ ἣν αἱ Παλαιστινῶν καὶ Καισαρέων καὶ Ἱεροσολύμων ἁλώσεις καὶ ἐμπρήσεις, εἶτα ὁ Αἰγύπτιος ὄλεθρος, καὶ καθεξῆς αἱ τῶν μεσογείων καὶ νήσων καὶ Ῥωμανίας πάσης αἰχμαλωσίαι καὶ ἀνίατοι ἐρημώσεις.

Ἀλλ’ οὐδ’ οὕτως εἰς συναίσθησιν ἦλθον οἱ Ῥωμαίων ἄρχοντες καὶ κυριεύοντες, ἀλλὰ δὴ μεταστειλάμενοι τοὺς ἐν τῇ Ῥωμαίων συνόδῳ διαλάμψαντας, γλωσσοτομίαις καὶ χειροκοπίαις εἰς αὐτοὺς ἐχρήσαντο. Τί δὲ καὶ ἡ τούτων ἡμῖν ἐκ θεοῦ ἀντίδοσις; Ἐκείνη ἡ ἐν τῷ Φοίνικι μικροῦ δεῖν παντελὴς τοῦ Ῥωμαϊκοῦ στρατοῦ καὶ τοῦ στόλου ἀπώλεια καὶ ἡ κατὰ πρόσβασιν πάλιν πάντων τῶν Χριστιανικῶν λαῶν καὶ τόπων ἐρήμωσις, ἥτις οὐκ ἐπαύσατο, ἄχρις ἂν ὁ Μαρτίνου διώκτης ἐν Σικελίᾳ ὑπὸ μαχαίρας ἀπέθανεν.

Ὁ δὲ τούτου υἱὸς Κωνσταντῖνος ὁ εὐσεβὴς δι’ οἰκουμενικῆς συνόδου τὰς ἁγίας ἐκκλησίας ἥνωσε, θείαν τε ὁμοῦ καὶ ἀνθρωπίνην ἐν Χριστῷ τῷ θεῷ ἡμῶν κατὰ τοὺς ἁγίους πατέρας ὁμολογήσας θέλησίν τε καὶ ἐνέργειαν. Ἥτις ὁσία σύνοδος ὥσπερ θυσία εὐπρόσδεκτος καὶ ὡς ἐκεῖνο τὸ τοῦ Ἀαρὼν θυμίαμα προσδεχθεῖσα παρὰ τῷ θεῷ, ἐπὶ εἴκοσι χρόνους τὸν ὄλεθρον τοῦ ἡμετέρου λαοῦ ἔπαυσε, τὴν μάχαιραν τῶν ἐχθρῶν κατ’ ἀλλήλων αὐτῶν ἤγαγε, τὰς χώρας ἀνέπαυσε, τὴν θάλασσαν πλώϊμον ἐποίησε, τὰς αἰχμαλωσίας διεκώλυσε, καὶ πάσῃ τῇ Ῥωμανίᾳ ἄνεσιν καὶ παράκλησιν καὶ εἰρήνην οὐ μετρίαν πεποίηκεν.