Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Γ΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ (κατὰ Μονοθελητῶν)

Ἀναστάσιος Σιναΐτης

Η πρόσληψη της ανθρώπινης ψυχής και η ενέργειά της κατά την κάθοδο στον Άδη

Θεολογική προσέγγιση της ένωσης του Θεού Λόγου με την ακέραιη ανθρώπινη ψυχή, η οποία διατηρεί τα φυσικά της ιδιώματα και κηρύττει ελευθερώνοντας τους δεσμίους κατά την κάθοδό της στον Άδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 5 από 7

Ἐπιδημήσας οὖν ὁ τοῦ θεοῦ λόγος ἐπὶ τὸ ἀνακαινίσαι τὸν Ἀδάμ, τοιαύτην ἑαυτῷ ψυχὴν ἐδημιούργησεν, οἵαν ἀπαρχῆς ἐξ ἑαυτοῦ διὰ τοῦ ἐμφυσήματος τῷ Ἀδὰμ μετέδωκεν ἤγουν ἐνέπνευσε, κατ’ εἰκόνα αὐτοῦ τοῦ θεοῦ λόγου οὖσαν καὶ καθ’ ὁμοίωσιν, ὥς φησιν ἡ γραφή, κατ’ εἰκόνα αὐτοῦ ὅλην ὑπάρχουσαν, καθ’ ὁμοίωσιν αὐτοῦ τὴν ὕπαρξιν ἔχουσαν, κατ’ εἰκόνα αὐτοῦ τὴν θέλησιν, κατ’ εἰκόνα αὐτοῦ τὴν ἐνέργειαν διαγράφουσαν, καθαράν, ἄμωμον, ἄῤῥητον, ἀναμάρτητον, μὴ δεομένην οὐσιώδους ἀναπλάσεως ὥσπερ τὸ σῶμα καὶ τὰ τοῦ σώματος, μὴ χρῄζουσαν τῶν οἰκείων μερῶν καὶ μελῶν ἀλλοίωσιν καὶ ἀνάκτισιν, μὴ ἔχουσαν θέλησιν ἀφανισμοῦ δεομένην, μὴ ἔχουσαν ἐνέργειαν καταλύσεως χρῄζουσαν. Τί γὰρ ἂν καὶ χρῄζῃ οὐσιώδους ἀναπλάσεως ἡ ἐκ θεοῦ προελθοῦσα καὶ ἐν εἰκόνι θεοῦ καὶ ὁμοιώσει ὑπάρχουσα, καὶ μάλιστα ἡ πανάχραντος τοῦ θεοῦ λόγου ψυχή;

Ἡ μὲν γὰρ τοῦ Ἀδὰμ ψυχὴ ἔκθεον τὴν ὕπαρξιν διὰ τοῦ ἐμφυσήματος ἔσχεν, ἡ δὲ τοῦ Ἐμμανουὴλ ψυχὴ ἔνθεον καὶ σύνθεον καὶ ὁμόθεον τὴν οὐσίωσιν ἔσχεν, ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ σὺν αὐτῷ καὶ ἐν αὐτῷ καθ’ ὑπόστασιν συσσώμως ἐν τῇ παναχράντῳ καὶ θεοδόχῳ μήτρᾳ ὑποστᾶσα, ὥστε εἰ μὴ τολμηρὸν τὸ λέγειν ἐπεὶ εῖπον ἐπεῖπον ἂν ὅτι, ὥσπερ πάλαι ὁ θεὸς λόγος ἐξ ἑαυτοῦ ἀῤῥήτως προήγαγε καὶ ἔκτισε λογικῆς ψυχῆς οὐσίαν, οὕτω καὶ ἐκ παρθενικῶν λαγόνων εἰς ἑαυτὸν εἰσοίκισε. Καὶ ποῖον λοιπὸν μῶμον δύναται ἔχειν οὐσία ἡ ἀπαρχῆς ἐκ θεοῦ προελθοῦσα εἰς κτίσιν καὶ νῦν ἐν αὐτῷ τῷ θεῷ εἰσοικισθεῖσα καὶ σύνθεος ὑπάρξασα καὶ τιμιωτέραν τὴν φύσιν καὶ τὴν θέλησιν καὶ τὴν ἐνέργειαν ἔχουσα, ὅσῳ τότε μὲν χωριστὰς θεοῦ τὰς ἑαυτῆς δυνάμεις καὶ ἰδιότητας ἔσχεν, νῦν δὲ συναπτὰς θεοῦ καὶ οἱονεὶ ὁμοιοθέους καὶ συνθέους τῇ καθ’ ὑπόστασιν ἑνώσει; Καὶ τούτων οὕτως ἐχόντων, ὄντως, πάλιν λέγω, γέλως ὁ πλατὺς τῆς τῶν αἱρετικῶν ἀφροσύνης, ὅτι τὰ ὁμοιοπαθῆ τῆς κτηνώδους φύσεως τῆς σαρκὸς τῆς τραπείσης πάθη λέγουσιν ἐν Χριστῷ, τὰ δὲ τῆς κατ’ εἰκόνα αὐτοῦ ψυχῆς ἰδιώματα τὰ οὐσιωδῶς μὴ τραπέντα παραιτοῦνται εἰπεῖν. Καὶ ὅπως μὴ δόξωσιν ἐξ οἰκείων ἡμῶν ἐννοιῶν καὶ μύθων πρὸς αὐτοὺς διαλέγεσθαι, φέρε τῇ συνεργείᾳ τοῦ θεοῦ γραφικῶς τὰς παραστάσεις ποιήσωμεν.

Κατακλεισθεὶς ἐν τῷ δεσμωτηρίῳ ὁ θεῖος Ἰωάννης ὁ Πρόδρομος καὶ ὄμμασι τοῖς νοεροῖς προγνοὺς ὅτι ὑπὸ Ἡρῴδου ἀναιρούμενος ἐν ᾅδῃ πορεύεται, ἀποστείλας δύο τῶν ἑαυτοῦ μαθητῶν ἠρώτησε τὸν Χριστὸν λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, τουτέστιν ἐν τῷ ᾅδῃ κατερχόμενος, ἢ ἕτερον προσδοκῶμεν; καθὰ καὶ ὁ Πέτρος περὶ Χριστοῦ ἐν τῇ ἐπιστολῇ τῇ καθολικῇ λέγει ὅτι Πορευθεὶς ἐκήρυξε καὶ τοῖς ἐν φυλακῇ πνεύμασι τοῖς ποτὲ ἀπειθήσασιν, ἥντινα κατάβασιν αὐτὸς ὁ κύριος πρὸς τὸν Ἰὼβ προκαταγγέλλει λέγων· Ἦλθες δὲ ἐπὶ τρίβους θαλάσσης; ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔφριξαν;

Αὕτη δὴ οὖν ἡ κατάβασις Χριστοῦ ἡ ἐν τῷ ᾅδῃ καὶ ἡ παρουσία καὶ τὸ κήρυγμα, πῶς γέγονε; Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἀλλ’ οὔτε ἰδεῖν δύναται. Πάλιν τε τὸ πανάγιον σῶμα Χριστοῦ ἐν τῷ θανάτῳ αὐτοῦ ἐν τῷ μνήματι ἄνω ἐπὶ γῆς ἔκειτο. Πῶς οὖν ὁ ᾅδης ἐσκυλεύθη; Ποίαν μορφὴν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔφριξαν; Τίς τὰς ἀπ’ αἰῶνος δεσμίους ψυχὰς τῶν κεκοιμημένων ἀνθρώπων ἐπεσκέψατο; Πρόδηλον ὅτι ἡ πανάχραντος τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ψυχὴ τὰς ὁμοουσίους αὐτῆς ψυχὰς τὰς λογικὰς ἐπεσκέψατο· αὕτη πρὸς αὐτὰς κατελήλυθε σύνθεος, αὕτη τὸ δεσμωτήριον ἐσκύλευσεν, αὕτη τὸν τύραννον ἔδησε καὶ τοὺς δεσμίους ἀπέλυσε, βοήσασα τοῖς ἐν δεσμοῖς «Ἐξέλθατε», ὡς τόπον ἀναπληροῦσα τελείου ἀνθρώπου τοῦ ἐκ ψυχῆς συνισταμένου καὶ σώματος, λογιστικῶς τε ὡς λογικὴ καὶ θελητικῶς καὶ ἐνεργητικῶς ἐν τῷ ᾅδῃ κηρύττουσα καὶ ἐπιτρέπουσα καὶ σκυλεύουσα, ἡ νοερὰ τὰς νοερὰς ἐπιβλέψασα ψυχὴ τὰς ψυχάς, ἡ λογικὴ τὰς λογικάς, ἡ ζωτικὴ τὰς ζωτικάς, ἡ ἀθάνατος τὰς ἀθανάτους, ἡ ἐνεργητικὴ τὰς ἐνεργητικάς, ἡ ἐνθελὴς τὰς θελητικάς. Πῶς γὰρ ἂν καὶ ἐδέξαντο τὸ τῆς ἁγίας ψυχῆς κήρυγμα, εἰ μὴ διὰ τῆς νοερᾶς αὐτῶν λογικῆς θελήσεως; Οὐ γὰρ ἀναγκαστικῶς καὶ ἀκουσίως ἐπίστευσαν καὶ ἐσώθησαν, οὐδ’ ἀπροαιρέτως, ἀλλ’ ἑκουσίως καὶ γνώμῃ θελήσεως καὶ ἐνεργείᾳ συγκαταθέσεως.

Πιστοῦται δέ μου τὰ λεγόμενα ὁ τῆς θεολογίας θεοφόρος Γρηγόριος, οὕτω πως φάσκων περὶ τῆς ἐν τῷ ᾅδῃ Χριστοῦ καταβάσεως ἐν τῷ λόγῳ τῷ εἰς τὸ ἅγιον Πάσχα· «Ἐὰν ἐν σταυρῷ Χριστὸς ἀνέρχηται, συνάνελθε· ἐὰν ἐν τῷ ᾅδῃ κατέρχηται, συγκάτελθε. Γνῶθι τὰ ἐκεῖ μυστήρια, τὴν διπλῆν κατάβασιν. Πάντας ἁπλῶς σῴζει ἐπιφανείς, ἢ κἀκεῖ τοὺς πιστεύοντας;» Ἰδοὺ οὐ πάσας λέγει Γρηγόριος τὰς ἐν τῷ ᾅδῃ ψυχὰς σωθείσας, ἀλλὰ μόνας τὰς Χριστῷ πιστευσάσας ἐξ οἰκείας προαιρέσεως καὶ θελήσεως. Πῶς γὰρ καὶ πιστεῦσαι εἶχον χωρὶς λογιστικῆς θελήσεως καὶ ἐνεργείας;

Ἀνθρώπους μὲν γὰρ τοὺς ἐν σαρκὶ καὶ ψυχῇ ἄνω ἐπὶ γῆς ζῶντας διὰ σαρκὸς ὁ Χριστὸς καὶ ψυχῆς ἐπεσκέψατο καὶ ἔσωσε, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων, ὡς Γρηγόριός φησι, τοῖς ὁρατοῖς δι’ ὁρατῆς φύσεως λαλῶν καὶ ἐπιδημῶν· ψυχὰς δὲ σωμάτων ἀπηλλαγμένας διὰ ψυχῆς ἀχράντου σώματος ἀπηλλαγμένης ἐπεσκέψατο.