Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Γ΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ (κατὰ Μονοθελητῶν)

Ἀναστάσιος Σιναΐτης

Η μορφή του δούλου και το μυστήριο της σωτηριώδους υπακοής

Εξέταση της εκούσιας ανάληψη της μορφής του δούλου από τον Χριστό και η επιβεβαίωση της ύπαρξης του ανθρώπινου θελήματος μέσω της υπακοής του στον Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 7 από 7

Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοῦ Ἀδάμ· εἴρηται δὲ ἐπὶ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ὅτι μορφὴν δούλου ἤγουν οὐσίαν δούλου ἑκουσίως ἔλαβεν. Αὕτη τοίνυν ἡ κατὰ τὸν Χριστὸν μορφὴ καὶ οὐσία τοῦ δούλου, κατὰ τί ἀκούει μορφὴ δούλου; κατὰ ποίαν δουλείαν καὶ ὑπουργίαν καὶ ὑποταγήν; Ἆρα κατὰ τὴν δεσποτικὴν θέλησιν καὶ ἐνέργειαν καὶ μορφὴν τοῦ θεοῦ λόγου; Ἄπαγε τῆς Ἀρείου μανίας.

Ἀλλ’ ἐπειδὴ διὰ τῆς παρακοῆς τοῦ πρώτου ἀνθρώπου ἁμαρτωλοὶ κατέστημεν οἱ ἄνθρωποι, παρακούσαντος τοῦ Ἀδὰμ τῶν ἐντολῶν τοῦ θεοῦ, τούτου χάριν διὰ τῆς οἰκείας αὐτοῦ ὁ Χριστὸς ὑπακοῆς δικαίους ἡμᾶς κατέστησεν, ἐν τῇ μορφῇ τοῦ δούλου τελέσας τὰ προστάγματα τοῦ δεσπότου, ἃ οὐκ ἐφύλαξεν ἀπαρχῆς ὁ δοῦλος. Ὥσπερ γὰρ τὸν θάνατον ὃν ἐχρεώστει ὁ δοῦλος, διὰ τῆς μορφῆς τοῦ δούλου τῆς θνητῆς ἐπλήρωσεν ὁ δεσπότης, ὑπήκοος γενόμενος μέχρι θανάτου σταυροῦ, οὕτως καὶ τὴν παρακοὴν τοῦ νόμου καὶ τοῦ θελήματος τοῦ θεοῦ, ἣν ἐχρεώστει ὁ δοῦλος, ἐν τῇ μορφῇ τοῦ δούλου ἐτέλεσε καὶ ἀνεπλήρωσεν ὁ δεσπότης. Διὸ καὶ ἔλεγεν ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός, καὶ ἵνα πληρώσω αὐτοῦ τὸ ἔργον, καὶ ἵνα φυλάξω αὐτοῦ τὰς ἐντολάς.» Ταύτην τὴν φυλακὴν τῶν ἐντολῶν τοῦ θεοῦ καὶ τοῦτο τὸ θέλημα τὸ τοῦ πέμψαντος αὐτὸν πατρός, κατὰ ποῖον θέλημα, μᾶλλον δὲ διὰ ποίου θελήματος εἰργάσατο ὁ Χριστός, ἐὰν μὴ ἔχῃ ὅλως θέλημα νοερᾶς ψυχῆς τῆς τοῦ δούλου μορφῆς; Κατὰ γὰρ τὴν θεότητα ἕν ἐστι δεσποτικὸν καὶ ἐπιτρεπτικὸν τὸ θέλημα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. Ποῖον οὖν λοιπόν ἐστι τὸ θέλημα τοῦ Χριστοῦ τὸ πληρῶσαν τὸ θεῖον θέλημα; Δῆλον γὰρ ὅτι ἕτερόν ἐστι τὸ ἐπιτρεπτικὸν θέλημα καὶ ἕτερον τὸ ὑποτακτικὸν καὶ ὑπακουστικόν. Εἰ οὖν κατὰ τὴν θείαν θέλησιν τὴν ὑπουργίαν τελεῖ, πάντως ὅτι καὶ κατὰ τὴν θείαν φύσιν δοῦλος καὶ ὑπουργὸς ὑπάρχει, κατὰ τοὺς τῶν Ἀρειανῶν μύθους. Καὶ τοῦτο εὐθέως κατάδηλον ποιῆσαι πειράσομαι.