Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Β΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ

Ἀναστάσιος Σιναΐτης

Αντιρρητική προς τους Ιουδαίους περί του κατ' εικόνα

Απόκρουση ιουδαϊκών ενστάσεων και θεολογική θεμελίωση ότι η εικόνα του Θεού αποδίδεται αποκλειστικά στον άνθρωπο μέσω της νοερής ψυχής και όχι στους αγγέλους ή στα στοιχεία του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 3 από 4

Εἰ δὲ ἀντιλέγοι μοι πρὸς τοῦτο ὁ Ἰουδαῖος, πάλιν τὰ προειρημένα ἐρῶ πρὸς αὐτόν. Ἐποίησεν ὁ θεὸς τὰ τιμιώτατα καὶ ὄντως ἁγιώτατα καὶ οὐράνια καὶ αἰώνια καὶ θεῖα καὶ λειτουργικὰ τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ καὶ πάντων τῶν ἄνω δυνάμεων τάγματα τὰ καθαρὰ ὄντως καὶ ἄσπιλα, καὶ οὐκ εἶπεν ὅτι «Ποιήσωμεν Χερουβὶμ καὶ Σεραφὶμ κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», ὅπερ μᾶλλον καὶ ἥρμοζεν ὀνομάζεσθαι κατ’ εἰκόνα θεοῦ τὰ Χερουβὶμ ὑπὲρ τὸν χοϊκὸν ἄνθρωπον. Πάλιν τε ἐποίησε τὸ φῶς τὸ φωτίζον τὸν ἄνθρωπον καὶ πᾶσαν τὴν κτίσιν, καὶ οὐκ εἶπε «Ποιήσωμεν φῶς κατ’ εἰκόνα ἡμετέραν», ὅπερ καὶ ἔπρεπεν ὑπὲρ τὸν ἄνθρωπον. Τί γὰρ τοῦ φωτὸς τιμιώτερον; Ἐπὰν γὰρ δύσῃ τὸ φῶς, ὅλος ὁ κόσμος ὡς νεκρὸς σκοτεινὸς καὶ σχεδὸν ἄψυχος ὁρᾶται. Εἶτα ἐποίησε τὸν ἥλιον τὸν φαιδρὸν καὶ ἡδύτατον, τὸν ζωοποιὸν πάσης ἐμψύχων πνοῆς, ἀνθρώπων τε καὶ ἀλόγων καὶ πετεινῶν καὶ ἰχθύων, καὶ οὐδ’ αὐτὸς κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐκλήθη, εἰς ὃν πολλῷ πλέον καὶ ἔπρεπεν ὡς ζωοποιὸν ὑπὲρ τὸν ἄνθρωπον· ὁ γὰρ ἥλιος καὶ ἡ αὐτοῦ θερμότης διακρατεῖ πᾶν ἔμψυχον σῶμα, τὸ δὲ σῶμα τοῦ ἀνθρώπου οὐ ζωοποιεῖ ἢ συνιστᾷ τὸν ἥλιον. Ὁμοίως καὶ τὸ ὕδωρ ἐποίησεν ὁ θεός, καὶ αὐτὸ ζωοποιὸν τῶν σωμάτων καὶ τῶν σπερμάτων καὶ πάσης πνοῆς τυγχάνον, καὶ οὐδ’ αὐτὸ κατ’ εἰκόνα θεοῦ ἐκλήθη.

Εἰ δὲ λέγεις μοι ὅτι διὰ τὸ ἐξουσιαστικὸν τοῦ ἀνθρώπου εἶπεν ὁ θεὸς Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, ἀντιλέγω σοι πρὸς τοῦτο φάσκων ὅτι ἐξουσιαστικώτεροι καὶ κυριώτεροί εἰσιν οἱ ἄγγελοι καὶ προνοοῦσι τῶν ἐπὶ γῆς ὡς τοῦ θεοῦ ἐγγύτερον ὅντες ὑπὲρ τὸν ἄνθρωπον. Πλὴν οὐδὲ ἐξουσίασεν ὁ ἄνθρωπος τῶν στοιχείων, οὐ πυρός, οὐχ ὑδάτων, οὐχ ἡλίου, οὐ φωτός, ἀλλ’ ἢ τῶν ζῴων καὶ μόνων· τὰ δὲ στοιχεῖα μᾶλλον συνεκράτουν αὐτοῦ τὴν ζωήν· διὸ καὶ ἐσθίειν ἐπετράπη. Μεῖζον δὲ πάντως ἐστὶ τὸ διακρατοῦν καὶ ζωοποιοῦν ὑπὲρ τὸ σῶμα τὸ διὰ τεσσάρων στοιχείων διακρατούμενον καὶ ζωοποιούμενον.

Εἰ μὲν οὖν, ὡς προεῖπον, διὰ τὸ νοερὸν τῆς ψυχῆς εἴπῃς τὸν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, ὀρθῶς λέγεις. Πλὴν οὐ δι’ ἕτερόν τι κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν λέγεται ὁ ἄνθρωπος εἰ μὴ διὰ τὸ ἔχειν αὐτὸν ἐξ αὐτῆς τῆς θείας ὑποστάσεως ἐκείνου τοῦ θείου ἐμφυσήματος ὥσπερ ἀπόῤῥοιάν τινα θεοῦ ἢ ἀποσκίασμα τὴν λογικὴν πνοὴν τῆς ζωῆς αὐτῷ μεταδοθεῖσαν τῆς ψυχῆς, ὅπερ ἐμφύσημα καὶ θεόσδοτον καὶ θεόστομον γέννημα οὔτε ἄγγελος οὔτε Χερουβὶμ οὔτέ τις κτίσις ἑτέρα ἠξιώθη δέξασθαι εἰ μὴ ὁ ἄνθρωπος ὡς μέλλων οὐσιώδης οἶκος θεοῦ ἀναδείκνυσθαι.