Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Β΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ

Ἀναστάσιος Σιναΐτης

Η δημιουργία του ανθρώπου ως τύπος της υποστατικής ενώσεως

Η σύνθεση του ανθρώπου από υλικά και άυλα στοιχεία, η χορήγηση του ζωοποιού εμφυσήματος και η ταυτόχρονη συνύπαρξη ψυχής και σώματος ως προδιαγραφή της θεανθρώπινης υποστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 1 από 4

{Τοῦ αὐτοῦ ἀκολούθως εἰς τὸ κατ’ εἰκόνα, καὶ ἀπόδειξις ὅτι δι’ οὐδὲν ἕτερον ἐποίησε τὸν ἄνθρωπον ὁ θεὸς σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως εἰ μὴ εἰς τύπον καὶ εἰκόνα τῆς ἐνανθρωπήσεως καὶ συνθέσεως τοῦ Χριστοῦ· λόγος δεύτερος.} Ὅμμασι τοῖς νοεροῖς ὁμοῦ καὶ προφητικοῖς ὡσανεὶ πλησίον ἑαυτοῦ παρόντα τὸν Χριστὸν ὁρῶν ὁ θεοπάτωρ Δαυῒδ καὶ ἐκπληττόμενος τὸν τῆς αὐτοῦ ἐνανθρωπήσεως λόγον, τὴν χεῖρα πρὸς αὐτὸν ἐκτείνων βοᾷ· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἐκ τῆς ἐμῆς φησι κατασκευῆς τῆς ψυχῆς καὶ τοῦ σώματος, ἐκ τοῦ ἐμοῦ διπλοῦ συγκράματος καὶ συνθέματος, ἐκ τῆς ἐμῆς ὁρατῆς καὶ ἀοράτου τοῦ ἀνθρώπου συνθέσεως, ἐκ τῆς ἐμῆς παραδόξου ὄντως καὶ ἀνερμηνεύτου φύσεως, ἐκ τῆς ἐμῆς ὑλικῆς καὶ ἀΰλου καθ’ ὑπόστασιν ἐν μήτρᾳ ἑνώσεως, ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Ὁρῶ γὰρ σὲ ὥσπερ ἔν τινι ἐσόπτρῳ ἐν ἐμοὶ τυπικῶς, καὶ ὁρῶ ἐμαυτὸν ἐν σοὶ φυσικῶς. Καὶ τοῦτο μάλιστα πιστοῦμαι ἐκ τῆς γραφῆς ἀκούων σοῦ λέγοντος· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.

Ἐποίησας ἀόρατον ἄγγελον, καὶ οὐκ εἶπας· «Ποιήσω ἄγγελον κατ’ εἰκόνα ἐμὴν καὶ καθ’ ὁμοίωσιν.» Ἐποίησας δὲ διπλοῦν ἄνθρωπον, ὁρατὸν καὶ ἀόρατον, καὶ τοῦτον ὠνόμασας κατὰ σὴν εἰκόνα καὶ ὁμοίωσιν, τὸν θνητὸν ὄντα καὶ ἀθάνατον, ἐκ ψυχῆς νοερᾶς καὶ ἀθανάτου τύπον ἐχούσης τῆς σῆς τοῦ Χριστοῦ θεότητος καὶ ἐκ παθητοῦ σώματος εἰκόνα φέροντος ἀληθῆ τῆς σῆς ὁμοουσίου αὐτοῦ ἀνθρωπότητος. Διατοῦτο ἐκπληττόμενος τὸν τῆς σῆς ἐνανθρωπήσεως καὶ συγκαταβάσεως τρόπον λέγω· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, ἐκπλήττομαι πρὸς αὐτὴν ἐννοῶν ἐμαυτόν. Πῶς ὁ ἄσαρκος σαρκοῦται; Πῶς ὁ κτίστης κτιστὸς ἄνθρωπος γίνεται; Πῶς ὁ ἀπαθὴς παθητὸς καὶ ὁ θεὸς ὑλικὸς ἐπὶ γῆς φαίνεται; Ἀλλὰ πάλιν ἀπὸ τούτων τῶν ἀποριῶν ἐπιστραφεὶς πρὸς ἐμαυτόν, ἀπέβαλον τὴν ἀμφίβολον γνώμην, ἀκούων θεοῦ λέγοντος· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.

Ἤκουσά τινος ἄριστά τε καὶ ὑψηλότατα ἑρμηνεύοντος τὸ κατ’ εἰκόνα καὶ μικρὸν ὑπαλλάξαντος τὴν Μωσαϊκὴν φωνὴν καὶ λέγοντος· Καὶ εἶπεν ὁ Χριστός· Ποιήσω ἄνθρωπον κατ’ εἰκόνα ἐμὴν καὶ καθ’ ὁμοίωσιν, καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα ἑαυτοῦ ἐποίησεν αὐτόν. Οὐκοῦν ἡνίκα ἴδω ὑπὸ θεοῦ τὸν ἄνθρωπον τότε δημιουργούμενον καὶ τὸ θεῖον καὶ ἄῤῥητον ἐξ αὐτοῦ ζωοποιὸν ἐμφύσημα εἰσερχόμενον εἰς τὸ γεῶδες ἐκεῖνο καὶ ὑλικὸν σῶμα, οὐδὲν ἄλλο νοῶ τοῦτον τὸν τύπον εἰ μὴ κατ’ εἰκόνα καὶ ὁμοίωσιν καὶ προδιατύπωσιν τοῦ Χριστοῦ· τὸ γὰρ ἐκ στόματος ἐμφύσημα τὴν τοῦ θεοῦ λόγου προδιέγραφεν ὕπαρξιν, ἡ δὲ εἰς τὸ χοϊκὸν εἴσοδος τὴν ἀληθῆ τούτου ἐν σαρκὶ σκήνωσιν, κατ’ εἰκόνα λέγω, οὐ κατ’ ἰσότητα τοῦ γενομένου ἀτρέπτως ἀνθρώπου, συνθέτου, ἑνικοῦ καὶ ἀδιαιρέτου προσώπου, λέγω δὴ ἐκ θεότητος ὁμοῦ καὶ ἀνθρωπότητος συγκειμένου.

Ἐπειδὴ γὰρ ταύτην τὴν βουλὴν τὴν ἀρχαίαν, τὴν ἀληθινήν, τουτέστι τὸ μυστήριον ὃ προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἤμελλεν ἀποτελεῖν ἐπ’ ἐσχάτων τῶν αἰώνων καὶ ἐπὶ γῆς ἔρχεσθαι ὁ θεὸς λόγος καὶ σὰρξ γίνεσθαι, καὶ ὡς ἄνθρωπος τοῖς ἀνθρώποις ὁ θεὸς συναναστρέφεσθαι καὶ πολλοῖς γίνεσθαι εἰς σημεῖον ἀντιλεγόμενον, ὥς φησιν ὁ Συμεών, προδιαγράφει ὡς πάνσοφος καὶ προγνώστης θεὸς ἐν τῇ τοῦ Ἀδὰμ κατασκευῇ καὶ δημιουργίᾳ τὴν εἰκόνα καὶ τὸν τύπον τῆς ἑαυτοῦ σαρκώσεως καὶ γεννήσεως καὶ ἐνανθρωπήσεως, προδεικνὺς τὴν ἑαυτοῦ κατασκευὴν τὴν ὁρατὴν καὶ ἀόρατον, καὶ θνητὴν καὶ ἀθάνατον, ἵνα ἑαυτὸν ὁρῶν ὁ ἄνθρωπος ἀδίστακτος καὶ πιστὸς γένηται, βλέπων τὸν Χριστὸν ὁρατὸν καὶ ἀόρατον, θεὸν ὁμοῦ καὶ ἄνθρωπον, θνητόν τε τὸν αὐτὸν καὶ ἀθάνατον, ἐκ παρθένου τικτόμενον. Ὅθεν καὶ ὁ πολὺς ἐν σοφίᾳ Μεθόδιος ἐν τῷ ὑπ’ αὐτοῦ συνταγέντι Παρθενικῷ Συμποσίῳ λέγει ὅτι «Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα ὁμοίαν τῆς εἰκόνος ἑαυτοῦ», τουτέστι κατ’ εἰκόνα Χριστοῦ· αὐτὸς γάρ ἐστι τὸ ἀπαύγασμα καὶ ὁ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως.

Οὐκοῦν διατοῦτο οὐκ ἐκ μιᾶς οὐσίας ὁ ἄνθρωπος γέγονε καθὰ καὶ οἱ ἄγγελοι καὶ τὰ κτήνη, ἀλλ’ ἐκ δύο τινῶν καὶ ἀνομοίων ἑτεροουσίων πραγμάτων, ὕλης καὶ ἀΰλου, γηγενοῦς καὶ θείου, φθαρτοῦ καὶ ἀφθάρτου. Καὶ διατοῦτο πρῶτον τὸ ὑλικὸν καὶ τότε τὸ θεῖον πρὸς τὸ χοϊκόν, ἐπειδὴ οὐχ ἡμεῖς πρὸς θεόν, ἀλλ’ ὁ θεὸς πρὸς ἡμᾶς ἐπεδήμησε. Καὶ διατοῦτο πρὸς τὸν νεκρὸν τὸ ζωτικὸν θεοῦ ἐμφύσημα, ἐπειδὴ πρὸς τὸν νεκρωθέντα ἡ ζωὴ παραγέγονε καὶ πρὸς τὸν καθεύδοντα καὶ ἐκστάντα ἀπὸ θεοῦ, καθὰ περὶ τοῦ Ἀδὰμ γέγραπται, ἡ ζωὴ ἐλήλυθεν· ὅρα γὰρ ὅτι τὴν ἐξελθοῦσαν ἐξ αὐτοῦ ζωὴν ἐν τῷ ὕπνῳ καὶ τῇ ἐκστάσει ἠνήγαγέν φησιν ὁ θεὸς πρὸς τὸν Ἀδάμ· καὶ μὴν ὁμοθυμαδὸν ὑπῆρχον ἀμφότεροι, ὁ θεὸς λέγω καὶ ὁ Ἀδάμ, ἡνίκα ἐλήφθη ἡ πλευρὰ αὐτοῦ ἤγουν ἡ λεγομένη ζωή. Καὶ πῶς φησιν ὅτι ἤγαγεν αὐτὴν ὁ θεὸς πρὸς τὸν Ἀδάμ; <Οὔκουν> διὰ τοῦ ἤγαγε τοῦτο μανθάνομεν ὅτι ὅπερ ἔλαβε παρ’ αὐτοῦ ὁ θεὸς ἡνίκα ὕπνωσε τὸν τῆς ἁμαρτίας ὕπνον καὶ ἔπαθε τὴν ἔκστασιν τῆς ἀφθαρσίας καὶ τῆς ἀθανασίας, πάλιν ἤγαγε καὶ ἀποκατέστησεν αὐτῷ τὴν ζωήν, ἐπιδημήσας καὶ ἐλθὼν πρὸς αὐτὸν ἐπὶ τῆς γῆς;

Διατοῦτο γὰρ οὐδὲ ἐποίησε τὸ σῶμα ἐξ ὕδατος ὁ θεὸς ἢ ἐκ πυρός, ἀλλ’ ἀπὸ γῆς, ὅτι ἤμελλε τῇ γῇ ἑνοῦσθαι καὶ ἐπὶ γῆς παραγίνεσθαι. Διατοῦτο δὲ πάλιν καὶ ἐκ τεσσάρων αὐτὸ στοιχείων ἁρμόσας, τὴν οἰκείαν ἐν αὐτῷ εἰσήγαγε πνοήν, ἐπειδὴ ἤμελλεν εἰς τὰ τέσσαρα πέρατα εἰσέρχεσθαι ἡ ζωὴ τοῦ θεοῦ· ἢ τάχα, εἰ θέμις εὐσεβῶς εἰπεῖν, διατοῦτο ἐκ τεσσάρων τὴν σάρκα συνέθηκεν, ἐπειδὴ μετὰ τὸν τριαδικὸν λόγον τέταρτον τὸ τῆς σαρκώσεως τοῦ ἑνὸς τῆς τριάδος μυστήριον ἐπεδήμησεν· οὐδὲν γὰρ παρὰ θεῷ ἀσκόπως γίνεται, ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησεν. Ὅθεν καὶ ἐν ἑπτὰ ἡμέραις τὴν κτίσιν πᾶσαν ἐπλήρωσεν, ἵνα δειχθῇ ἡ τριὰς ἄκτιστος· ἑπτὰ κτίσεως, αἱ δὲ τρεῖς ἄκτιστοι· παντὸς γὰρ ἀριθμοῦ πλήρωμά ἐστιν ἡ δεκάς.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Χριστοῦ δεικνύντες τὴν τοῦ ἀνθρώπου κατασκευὴν καὶ κατάστασιν καὶ μάλιστα αὐτὴν αὐτοῦ τὴν σύλληψιν τὴν ἐν γαστρὶ σαφῶς ἡμῖν κράζουσαν τὴν τοῦ Χριστοῦ καθ’ ὑπόστασιν ἕνωσιν· ἀμφυπάρκτῳ γὰρ καὶ ἀῤῥήτῳ συνδρομῇ καὶ συνόδῳ διδύμῳ καὶ ἀνερμηνεύτῳ ἐν τῇ μήτρᾳ τῇ γυναικείᾳ ἡ ψυχὴ καὶ τὸ σῶμα συντρέχουσιν, ἡνίκα ἀνθρώπου γίνεται σύλληψις. Καὶ οὔτε σῶμα πρὸ τῆς ψυχῆς προδιαπλάττεται ἢ προκατασκευάζεται, οὔτε μὴν ψυχὴ πρὸ τοῦ σώματος συντρέχει ἢ προϋφίσταται, ἀλλὰ τὸ θνητὸν καὶ τὸ ἀθάνατον ὡσανεὶ δύο τινὲς ἑτερογενεῖς οὐσίαι ἀμφυπάρκτως συντρέχουσι, δηλοῦσαι τῶν δύο Χριστοῦ ἑτερογενῶν οὐσιῶν, τῆς ἀθανάτου θεότητος καὶ τῆς θνητῆς αὐτοῦ ἀνθρωπότητος, τὴν καθ’ ὑπόστασιν ἕνωσιν. Τὸ μὲν οὖν θεῖον λόγιον τὸ φάσκον Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν περὶ τοῦ ἐντὸς ἡμῶν ἀοράτου ἀνθρώπου νοῶν τις οὐκ ἂν ἁμάρτοι. Τὸ δὲ Ἰδοὺ γέγονεν Ἀδὰμ μετὰ τὴν παράβασιν ὡς εἶς ἐξ ἡμῶν σαφῶς καὶ ἀναμφιβόλως τὴν παχυμερῆ σάρκωσιν τοῦ θεοῦ λόγου τοῦ ἑνὸς τῆς τριάδος παρίστησιν. Ἐπισημήνασθαι γὰρ ἐχρῆν ὅτι ὅτε ὑλικὸς καὶ φθαρτὸς γέγονε, τότε ἐῤῥέθη αὐτῷ τὸ ὡς εἶς ἐξ ἡμῶν. Οἱ δὲ φάσκοντες ὅτι μυκτηρίζων αὐτὸν ὁ θεὸς τοῦτο εἶπεν ὡς ἀπατηθέντα ὑπὸ τοῦ ὄφεως, ἀκουέτωσαν ὅτι οὐ συμφωνεῖ ἡ τοῦ θεοῦ φωνὴ πρὸς τὴν συμβουλὴν τοῦ ὄφεως. Ὁ μὲν γὰρ ὄφις φησὶν ὅτι Ἔσεσθε ὡς θεοί, ὁ δὲ θεὸς οὐκ εἶπεν «Ἰδοὺ γεγόνατε ὡς θεοί», ἀλλ’ Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Πολυθεΐαν γὰρ διδάσκων αὐτοὺς ὁ ὄφις λέγει τὸ Ἔσεσθε ὡς θεοί, ὁ δὲ θεὸς οὐ πληθυντικῶς, ἀλλὰ μονοπροσώπως τῷ Ἀδὰμ λέγει ὅτι Γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τουτέστιν ὡς εἷς τῆς ἁγίας τριάδος. Εἰ δὲ ὀνειδιστικὸν ἦν τὸ τοιοῦτον ῥῆμα, ἐχρῆν πρὸς τοὺς ἀμφοτέρους τὴν ἐπίπληξιν ποιήσασθαι, καὶ πολλῷ πλέον πρὸς τὴν γυναῖκα τὴν τὸν Ἀδὰμ ἀπατήσασαν. Πλὴν εἴτε οὕτως εἴτε οὕτως, τὸ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως σαφῶς μυστήριον προδιεγράφετο ἐν τῇ τοῦ συνθέτου Ἀδὰμ κατασκευῇ· καὶ κατὰ τοῦτο ἐκλήθη ὁ Ἀδὰμ ὡς εἷς τῆς τριάδος γεγονώς.