Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ομιλίες Α΄ και Β΄ στον δωδέκατο Ψαλμό
Ανάλυση του παραπόνου του Δαβίδ, του παιδαγωγικού σκοπού της καθυστέρησης της θείας βοήθειας, σε αντιπαραβολή με τους πολύαθλους βίους πατριαρχών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλίες Α΄ και Β΄ στον δωδέκατο Ψαλμό
Ανάλυση του παραπόνου του Δαβίδ, του παιδαγωγικού σκοπού της καθυστέρησης της θείας βοήθειας, σε αντιπαραβολή με τους πολύαθλους βίους πατριαρχών.
In Psalmum XII Homilia I Εἰς τὸν δωδέκατον ψαλμόν. Ὥσπερ ὁ ἐκ πολεμίων διωκόμενος καὶ φεύγων καὶ πυλῶνα πόλεως ἠνεῳγμένον μὴ εὑρών, μηδὲ στρατηγὸν ἀπὸ τοῦ τείχους δεξιὰν ὀρέγοντα, μηδὲ φίλον σπεύδοντα καὶ τὴν πύλην ἀνοίγοντα καὶ τὸν φυγάδα σώζοντα, βραδύνοντος δὲ τοῦ σώζοντος ἀπαραμύθητα χειμάζεται, οὕτω ποτὲ ὁ μακάριος Δαυίδ, ὑπὸ τῶν ἐχθρῶν πολιορκούμενος καὶ ταχὺ μὴ βοηθούμενος μηδὲ ἐκδικούμενος, τῷ δεσπότῃ ἔλεγεν· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Ἡ σὴ βραδεῖα παροχὴ ἐμοὶ βαρεῖα πληγή, καὶ ἡ πρός σέ μου καταφυγὴ τῆς ἐλπίδος ἀστοχοῦσα μᾶλλον τῶν πολεμίων τῇ λύπῃ τιτρώσκει με. Καὶ ὥσπερ περιστερὰ ἱέρακας ἢ γῦπας ἀποφεύγουσα καὶ πρὸς τὴν συνήθη θυρίδα τῆς οἰκίας φθάνουσα, ἐὰν εὕρῃ κεκλεισμένην, προεδόθη καὶ ἀπώλετο καὶ τροφὴ τῶν σαρκοβόρων ὀρνέων ἐγένετο, οὕτως ὁ ὑπὸ πειρασμῶν καὶ θλίψεων καὶ ἐχθρῶν πολεμούμενος, ἐὰν μὴ εὕρῃ ὡς πύλην ἠνεῳγμένην τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ, τὸν τῆς περιστερᾶς σπαραγμὸν ὑπέμεινεν.
Ἵνα οὖν μὴ τοῦτο πάθῃ ὁ Δαυὶδ ὑπὸ πλειόνων κυκλούμενος καὶ ἐπὶ πολὺ πολεμούμενος, εἰς οἶκτον καὶ εὐσπλαγχνίαν διεγείρων τὸν δεσπότην ἐβόα· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Καὶ ὅτι περιστερᾶς τρόπῳ ὁ Δαυὶδ φεύγειν τοὺς ἐχθροὺς καὶ σώζεσθαι ἔσπευδεν, ἄκουσον αὐτοῦ ἐν τῷ πεντηκοστῷ τετάρτῳ ψαλμῷ λέγοντος διὰ τὸν φόβον τὸν ἀπὸ τῶν ἐχθρῶν· 〈Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἔπεσεν ἐπ᾽ ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ᾽ ἐμὲ καὶ ἐκάλυψέ με σκότος, καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;〉 Τίς δὲ καὶ ἡ ἐπιγραφή; 〈Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ.〉 Πολὺ ἐναντία καὶ ξένη ἡ ἐπιγραφὴ τῇ ἀρχῇ τοῦ ψαλμοῦ. Εἰ γὰρ εὐθυμούντων παράκλησις ὁ ψαλμός, πῶς ἀθυμοῦντος καὶ ταλαιπωροῦντος λόγους εἰπὼν ἐν τῇ ἀρχῇ ὁ Δαυὶδ καὶ φήσας· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 καὶ τὰ ἑξῆς, ψαλμὸν ἐπέγραψε τὸν στεναγμόν; Ἀλλὰ προσέχετε· Εἰ μὲν γὰρ ἐπέγραψεν εἰς τὴν ἀρχήν· 〈Ψαλμὸς τῷ Δαυίδ,〉 ἑαυτῷ ἠναντιοῦτο ψαλμὸν εἰπὼν τὸν ὀδυρμόν. Εἰ δὲ εἶπεν· 〈Εἰς τὸ τέλος,〉 ἀνάγνωθι τὸ τέλος τοῦ ψαλμοῦ καὶ εὑρήσεις εὐθυμοῦντα καὶ ψάλλοντα τὸν Δαυὶδ ἐφ᾽ οἷς εὐηργέτηται. Τί γὰρ λέγει; 〈Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ.〉 Εἰς τὴν ἀρχὴν ὀδυρμός, εἰς δὲ τὸ τέλος ψαλμός· 〈Οἱ σπείροντες〉 γὰρ 〈ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν.〉 Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ἐν τῇ ἀρχῇ ἔσπειρε δάκρυα καὶ ἐν ἀγαλλιάσει ἐθέρισε τοὺς καρποὺς ὡς δράγματα, 〈εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ,〉 καὶ τῷ προφήτῃ καὶ παντὶ τῷ ἱκανῷ τῇ χειρὶ εἰς προσευχάς, εἰς ἐλεημοσύνας, εἰς προστασίαν, εἰς ἀντίληψιν. 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Διὰ τί δὲ τοῦτο ἔλεγεν;
Ἡ ἀκολουθία τῶν ψαλμῶν διδάσκει ἡμᾶς τὴν ἔννοιαν τοῦ ψαλμοῦ. Ἐπειδὴ γὰρ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ καὶ ἐλαυνόμενος ὑπὸ τῆς αὐτοῦ στρατιᾶς, ὑπό τε τῶν Ζιφαίων ἐνδιαβαλλόμενος καὶ ὑπὸ τῶν Γετθαίων ἐπιβουλευόμενος, ἤκουσεν ὑπὸ τῶν συνόντων αὐτῷ στρατιωτῶν ἐν τῷ δεκάτῳ ψαλμῷ. 〈Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον, ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,〉 καὶ τὰ ἑξῆς. Εἶτα ὁ Δαυίδ, τεθαρρηκὼς τῇ προνοίᾳ τοῦ θεοῦ ὡς ἀνικήτῳ πανοπλίᾳ, ἀπεκρίνατο τοῖς ἐκταράσσουσιν αὐτόν· 〈Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;〉 Εἶτα, ἐπειδὴ ὠλιγοῦτο αὐτῷ ὁ εὐσεβὴς καὶ φιλόθεος στρατός, ὡς καὶ μόνον πολλάκις εὑρεθέντα ἀμηχανεῖν, ἔλεγεν ἐν τῷ πρὸ τούτου ἑνδεκάτῳ ψαλμῷ· 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος,〉 ὅσιον καλῶν καὶ τὸν συνδιωκόμενον αὐτῷ στρατόν, ὡς φυγόντα τὸν ἀνόσιον Σαοὺλ καὶ προσφυγόντα τῷ ὁσίῳ Δαυίδ, ἵνα ὁσιωθῶσιν. Ἐπειδὴ γὰρ ἤκουσαν αὐτοῦ ψάλλοντος· 〈Μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀθῴου ἀθῷος ἔσῃ,〉 καταλιπόντες τὸν ἀνόσιον τῷ ὁσίῳ προσεκληρώθησαν.
Καὶ ὅτι ὅσιοι ἦσαν οἱ μετὰ τοῦ Δαυὶδ ἐντεῦθεν δῆλον ἀφ᾽ ὧν τὸν ἄρτον τῆς προθέσεως ἔφαγον μετὰ τοῦ Δαυίδ. Εἰ δὲ μὴ ἦσαν ὅσιοι ὡς εὐσεβεῖς, οὐκ ἂν τὸν ἅγιον ἄρτον τῶν ἱερέων ἐτράφησαν. Οὐδ᾽ ἂν ὁ ἱερεύς, τὰ τῆς εὐσεβείας δίκαια παριδών, τὰ τῆς πολιτείας ἐξήταζε λέγων· 〈Εἰ εἰσὶ τὰ παιδάρια πεφυλαγμένα ἀπὸ γυναικός, καὶ φάγονται.〉 Ὁ γὰρ περὶ τῆς νομικῆς τῶν γαμούντων ὁμιλίας ἐρωτῶν, εἰ ἀκοινώνητοί εἰσιν ἡδονῆς οἱ κοινωνοὶ τῆς θείας τροφῆς, οὐκ ἂν ἀνοσίοις καὶ ἀσεβέσι τὸν ἄρτον προέδωκεν, οὐδ᾽ ἂν τὰ ἅγια τοῖς κυναρίοις ἔρριψεν. Ἐπεὶ οὖν 〈οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον καὶ ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ,〉 τοὺς συνόντας τῷ Δαυίδ, οἱ δὲ ἐξέλιπον, οἱ μὲν φεύγοντες, οἱ δὲ τῇ ἀθυμίᾳ λιποθυμοῦντες, διὰ τοῦτο ἐβόα· 〈Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος,〉 τῇ ἀθυμίᾳ, τῇ ὀλιγοψυχίᾳ, τῇ παρ᾽ ἐλπίδα πολιορκίᾳ, ὅτι συμβασιλεύειν τῷ Δαυὶδ προσδοκήσαντες ὤφθησαν συναιχμάλωτοι. Οὐδὲν οὕτω θλίβει τινὰ ὡς 〈τὸ〉 τὸν μεγάλα κερδῆσαι ἐκδεχόμενον ἀφορήτοις ζημίαις περιπεσεῖν. 〈Σῶσόν με, κύριε,〉 καὶ τὸν δρόμον τοῦ Σαοὺλ ἐκκόπτων καὶ ἐμὲ πρὸς δρόμον ἀλείφων καὶ τὸν ἐκλείποντα στρατὸν παραθαρρύνων.
Ἐπειδὴ σωτηρίαν καὶ ἀπαλλαγὴν τῶν ἐχθρῶν ἐζήτει, ὁ δὲ θεός, εἰ καὶ ἐπὶ πολὺ διώκεσθαι αὐτὸν συνεχώρει, οὐχ ὡς ἐχθρὸν μισῶν, ἀλλ᾽ ὡς ἀθλητὴν οἰκουμενικὸν φανερῶν, ἵνα καὶ αὐτῷ εἴπῃ ὡς τῷ Ἰώβ· 〈Μὴ οἴει με ἄλλως σοι κεχρηματικέναι, ἀλλ᾽ ἵνα ἀναφανῇς δίκαιος,〉 διὰ ταῦτα ὁ Δαυίδ, οὐχ οὕτω περὶ ἑαυτοῦ ὅσον διὰ τοὺς συνόντας αὐτῷ ἀγωνιῶν, ἕλεγεν· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Οἶδα, δέσποτα, ὅτι αὐτὸς μὲν ὡς ἀγωνοθέτης θέλεις με διὰ μακροτέρων παλαισμάτων ἐμφανέστερον νικητὴν ἀναδεῖξαι. Ἀλλ᾽ οἱ σὺν ἐμοὶ νομίζουσιν ὅτι ἀφῆκάς με οὐ δοκιμάζων, ἀλλὰ μισῶν· ἵνα οὖν κἀγὼ πρὸς τοὺς ἀγῶνας ἀλείψωμαι, καὶ οὗτοι ἐκλείποντες καὶ λιποθυμοῦντες ἀναπνεύσωσι καὶ ἀνακαινισθῶσι τὸν λογισμόν, εἰπὲ τὸ πέρας τῆς συμφορᾶς, δήλωσον τὸ τέλος τῶν κακῶν, ἀποκάλυψόν μοι τὸν πυθμένα τῶν πειρασμῶν. 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Ἐμοὶ γὰρ σὴ λήθη ἡ τῶν σὺν ἐμοὶ ἀποβολή, ὡς ἔμπαλιν καρπὸς τῆς περὶ ἐμέ σου μνήμης ἡ τούτων τῶν σὺν ἐμοὶ διαμονή.
Καὶ ὅτι μνήμης θεοῦ ἀπόδειξις ἡ τοῦ πεποθημένου πρὸς τὸν ποθοῦντα δίκαιον ἕνωσις, γέγραπται περὶ τοῦ Ἀβραὰμ ἀθυμοῦντος διὰ τὸν Λὼτ μήπως ἐπυρπολήθη μετὰ Σοδομιτῶν· 〈Καὶ ἐμνήσθη ὁ θεὸς τοῦ Ἀβραὰμ καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς.〉 Καὶ ἦν μνήμη θεοῦ ἡ τοῦ φίλου διάσωσις. 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Ἔμαθον, δέσποτα, καὶ τὸν σὸν οἰκέτην, ἡμέτερον δὲ πατριάρχην Ἰακώβ, ὅτι ἐδιώκετο ὑπὸ τοῦ Ἠσαῦ. Ἀλλ᾽ ἀφ᾽ οὗ τὴν πατρίδα καταλιπὼν πρὸς τὸν Λάβαν ἔφυγεν, οὐκέτι παρηνωχλήθη ὑπὸ τοῦ Ἠσαῦ. Ἕκαστος δέ, τὸν ἀπόντα ὡς τεθνεῶτα λογισάμενος, ἐπαύσατο τοῦ πολεμεῖσθαι καὶ πολεμεῖν.
Ἀκήκοα καὶ τὸν μέγαν θεράποντά σου Μωυσέα ὡς φονέα πεφευγέναι τὰ βασίλεια, καὶ ἦν ὁ ἐν τοῖς βασιλείοις ἀνατρεφόμενος ἐν ταῖς ἐρήμοις αὐλιζόμενος· καὶ ὁ υἱὸς τῆς θυγατρὸς Φαραὼ γέγονεν ἀνὴρ τῆς θυγατρὸς Ῥαγουήλ, καὶ ὁ πάσῃ σοφίᾳ τῶν Αἰγυπτίων παιδευθεὶς προβάτων ἀλόγων νομεύς. Καὶ ὅμως ἐκεῖνος τὸν Αἰγύπτιον φονεύσας ὑπὸ τοῦ βασιλέως τῶν Αἰγυπτίων οὐκ ἐφονεύθη, ἀλλὰ φυγὼν κατεφρονήθη· ἐγὼ δὲ τὸν ἀλλόφυλον ἀποκτείνας ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλεύομαι καὶ φεύγω καὶ καταδιώκομαι καὶ σοὶ προσφεύγω καὶ ἀνέσεως οὐκ αἰσθάνομαι. 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Εἰπέ, ὦ θαυμάσιε Δαυίδ, θεράπον θεοῦ γνήσιε, μελῳδέ, ψαλτῳδέ, πολεμιστά, δαιμόνων φυγαδευτά, πατὴρ κατὰ σάρκα Χριστοῦ τοῦ μέλλοντος ἐκβάλλειν τοὺς τοῦ κόσμου δαίμονας, διαλέγεται γάρ σοι ὁ θεὸς ὡς φίλος φίλῳ καθὰ καὶ τῷ θεράποντι αὐτοῦ Μωυσεῖ. Ἐμνήσθης Μωυσέως καὶ Ἰακώβ, περὶ μὲν Μωυσέως λέγων· 〈Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν·〉 περὶ δὲ τοῦ Ἰακώβ· 〈Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ,〉 καὶ θείας καὶ ὅσης προνοίας ἀπέλαυσεν. Ἄκουσον οὖν συντόμως τοὺς ἀγῶνας καὶ τὰς θλίψεις Μωυσέως καὶ Ἰακώβ, ἵνα τὰ ἐκείνων ἀλγήματα γένωνταί σοι ψυχῆς ἀθυμούσης ἰάματα.
Ἰακὼβ ὁ μακάριος, βλέπε ποῖα ἤντλησε· τὰ πρῶτα ὑπὸ τοῦ πατρὸς Ἰσαὰκ παρορώμενος, τὰς τοῦ πατρὸς εὐλογίας μετὰ φόβου δεχόμενος, διὰ ταύτας ὑπὸ τοῦ Ἠσαῦ ἐπιβουλευόμενος, τῶν γονέων ἀποξενούμενος, μόνος καὶ ἄνευ συνοδοιπόρου παιδὸς ἐξερχόμενος, τοῦ Λάβαν μισθωτὸς γινόμενος καὶ ποιμὴν καθιστάμενος δεκατέσσαρα ἔτη διὰ γυναῖκα δουλεύων. Κἂν γὰρ τὰ ἑπτὰ ἔτη διὰ τὴν Ῥαχὴλ συνετάξατο, ἀλλὰ τὰ δεκατέσσαρα δι᾽ αὐτὴν ἐδούλευσεν, ἐπειδὴ ἄλλην ἀντ᾽ ἄλλης τὴν πρώτην ἔλαβε.
Καὶ ποῖος ἄρα νυμφίος ὑπέμεινεν ἐκεῖνον τὸν πόλεμον, ἵνα, ἄλλην μνηστευσάμενος, ἑτέραν ἐν τῷ θαλάμῳ ηὕρισκεν;
Εἴκοσιν ἔτη ποιμαίνων τῷ παγετῷ καὶ τῷ καύσωνι ἀεὶ ἐμαστίζετο, τὸν ὕπνον λῃστευόμενος, ὑπὸ τοῦ Λάβαν ἀχαριστούμενος, ὑπὸ τῶν υἱῶν αὐτοῦ μισούμενος, μετὰ γυναικῶν καὶ τέκνων φυγῇ χρώμενος, ὄπισθεν τὸν Λάβαν ἐπιδιώκοντα εὐλαβούμενος, ὡς κλέπτης θεῶν εὐθυνόμενος, ἐπὶ τῇ φθορᾷ τῆς θυγατρὸς αὐτοῦ ὀδυνώμενος, ἐπὶ τέκνοις πολεμούμενος, ἐπὶ τῷ Ῥουβὶμ ὡς μιάναντι τὴν κοίτην τοῦ πατρὸς αἰσχυνόμενος, ἐπὶ τῇ Συμεὼν καὶ Λευῒ φονοκτονίᾳ θλιβόμενος, ἐπὶ τῷ Ἰωσὴφ περισχιζόμενος, ἐπὶ τῷ Βενιαμὶν ὀδυρόμενος, καὶ τοσούτοις καὶ πλείοσι κακοῖς προσπελάσας οὐδέποτε εἶπεν ὡς ἀπὸ κακίας· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Ἐννόησον δὲ καὶ τὸν μέγαν Μωυσέα, οἵας θλίψεις καὶ πόσους κινδύνους ἐξ αὐτῶν τῶν σπαργάνων ἤντλησεν· ὑπὸ τῶν γονέων τῷ ποταμῷ παραρριπτούμενος, τῶν βασιλικῶν ἐνδιαιτημάτων διὰ γένος ἀφιστάμενος, ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευόμενος, ὡς φονεὺς ζητούμενος, φυγὰς ἐπὶ ξένης γενόμενος, μετὰ φόβου τὸν ἄρτον ἐδόμενος, κατὰ πᾶσαν ὥραν τὸν θάνατον περιβλεπόμενος, ὡς τύραννος ζητούμενος, ὡς ἀντάρτης ἐρευνώμενος, ἀπὸ βασιλικῆς στρωμνῆς ἐπὶ κοπρίαν καὶ χώματα κοιταζόμενος, πρὸς τοὺς ἐχθροὺς Αἰγυπτίους πεμπόμενος, ἐν τῇ ἐρήμῳ ὑπὸ τοῦ λαοῦ καταστασιαζόμενος, τῆς γῆς τῆς ῥεούσης γάλα καὶ μέλι διὰ ἕνα λόγον ἀποστερούμενος.
Καὶ ὅμως, ὦ Δαυίδ, τοιαῦτα οὐκ εἶπεν ὡς σύ· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Ἐννόησον δὲ τὰ κατὰ Μωυσέα καὶ τὰ κατὰ σέ. Σύ, ὦ Δαυίδ, ἐν κώμῃ ἀνετράφης· ἐκεῖνος ἐν πόλει. Σὺ ἀγροικικαῖς χερσὶν ἐβαστάχθης· ἐκεῖνος ἐν βασιλικαῖς ἀγκαλαῖς ἐγαλουχήθη. Σὺ ἐκ βρέφους ποιμὴν προβάτων· ἐκεῖνος ἐκ παιδίου φύλαξ γραμμάτων· 〈Ἐπαιδεύθη〉 γὰρ 〈Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων.〉 Οἱ σοὶ δάκτυλοι ἥρμοσαν ὄργανον· οἱ ἐκείνου δάκτυλοι δημιουργίαν οὐρανοῦ καὶ γῆς ἔγραψαν. Σοῦ αἱ χεῖρες ἐποίησαν ψαλτήριον δεκάχορδον· ἐκείνου αἱ χεῖρες ἐπήνεγκαν Αἰγυπτίοις δεκάπληγον μάστιγα, τῷ δὲ Ἰσραὴλ ἤνεγκαν δεκάλογον σάλπιγγα. Ἡ σὴ τροφὴ ὡς ποιμένος γάλα καὶ τυρός· ἡ ἐκείνου τροφὴ μάννα καὶ ἄρτος οὐράνιος 〈...〉 ἐκεῖνος ᾄδει καὶ ὁ Φαραὼ καταποντίζεται. Σὺ τὸ πτερύγιον τοῦ Σαοὺλ διέρρηξας· ἐκεῖνος τὸν βυθὸν τῆς θαλάσσης ἔσχισε. Σὺ ἀπὸ τοῦ λάκκου τοῦ ἐκ Βηθλεὲμ ὕδωρ πιεῖν ἐπεθύμησας· ἐκεῖνος ἐκ πέτρας ἀκροτόμου ἔπιεν ὕδωρ γλυκύτερον μέλιτος. Σὺ προσδοκῶν τὸν δεσπότην προσεύχει· 〈Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου·〉 ἐκεῖνος ἀπέλαυσε τῆς θεοπτίας εἰπών· 〈Κύριος ἐκ Σινὰ ἥκει καὶ ἐπέφανεν ἡμῖν ἐξ ὄρους κατασκίου.〉 Σοὶ ζῶντι χρηματίζω καὶ διαλέγομαι· τὸν δὲ Μωυσέα καὶ μετὰ θάνατον παριστῶ καὶ ὁμιλῶ αὐτῷ ἐν τῷ ὄρει ἐπὶ τῶν ἀποστόλων μεταμορφούμενος.
Ἀλλ᾽ ἵνα μή, ὦ Δαυίδ, ἐν τῇ συγκρίσει καὶ διαθέσει Μωυσέως τὰ δευτερεῖα φέρων ἐπιστυγνάσῃς καὶ πρὸς ταῖς ἄλλαις θλίψεσι καὶ τοῦτο λυπήσῃ σε, ἔδωκά σοι ἓν χάρισμα καὶ κτῆμα ἐξαίρετον, ὅπερ ὅλας ὁμοῦ ὑπερνικᾷ τὰς τοῦ Μωυσέως τιμάς. Μὴ ἀθυμήσῃς, μὴ δυσχεράνῃς, διότι σὺ τοῦ νομοθέτου πατήρ, ἐκεῖνος δὲ διάκονος. Σὺ γεννήτωρ καὶ σπορεύς, ἐκεῖνος προφήτης καὶ γραφεύς. Οὐδεὶς ἐν εὐαγγελίοις λέξει· Ἰησοῦ υἱὲ Μωυσέως, ἐλέησόν με, ἀλλά· 〈Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με, Ὠσαννὰ τῷ υἱῷ Δαυίδ,〉 οὐ τῷ υἱῷ Μωυσέως, 〈Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ.〉 Ἐπεὶ οὖν τὸ κεφάλαιον τῶν χαρισμάτων ἔχεις, ἵνα πατὴρ χρηματίσῃς τοῦ θεοῦ σου, μηκέτι ὡς καταφρονούμενος καὶ ἐπιλελησμένος λέγε· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Ἀλλ᾽ εἰπὲ ὡς τὰ μεγάλα εὐεργετηθείς· 〈Ἄισω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου〉 ...
In Psalmum XII Homilia II Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Ἐπειδὴ πολλάκις ἐδεήθη τοῦ θεοῦ 〈ὁ Δαυὶδ〉 ὥστε ῥυσθῆναι τῶν κακῶν, ποτὲ καὶ λέγων· 〈Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;〉 καὶ τὰ ἑξῆς, ποτὲ δέ· 〈Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, κύριε, ἕως πότε;〉 Ἐπεὶ οὖν εἶπεν ἐκεῖ ἕως πότε καὶ τὸ τί παρέλιπεν, ἄρτι μειζόνως τοῖς πόνοις δακνόμενος λέγει καὶ τὸ εἶδος τῆς ὑποθέσεως· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Τοῦτο δὲ ὁ προφήτης ἔλεγεν, οὐχ οὕτως ἑαυτὸν παραμυθούμενος ὅσον ἡμᾶς διδάξαι καὶ ὠφελῆσαι ἀφ᾽ ἑαυτοῦ θέλων, ἵνα προσευχόμενοι καὶ μὴ εἰσακουόμενοι μὴ ἀτονήσωμεν μηδὲ ἀποναρκήσωμεν, ἀλλὰ τῇ προσευχῇ καὶ τῇ δεήσει ἀεὶ προσκαρτερήσωμεν.
Διὰ γὰρ τρεῖς αἰτίας πολλάκις προσευχόμενοι, ἢ πάντη οὐκ εἰσακουόμεθα ἢ βραδέως εἰσακουόμεθα. Μίαν μὲν ὅτι διὰ τοῦτο πολλοὶ οὐκ εἰσακούονται, ἐπειδὴ αἰτοῦσιν ἐκεῖνα ἅτινα μήτε θεῷ ἀρέσκει μήτε συμφέρει τῷ λαμβάνοντι. Καὶ τούτου μάρτυς ὁ μακάριος Ἰάκωβος λέγων· 〈Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.〉 Εἰ γὰρ σὺ τῷ παιδίῳ αἰτοῦντι μάχαιραν οὐ δίδως, ἵνα μὴ σὺ αἴτιος αὐτῷ τῆς πληγῆς ἢ τοῦ φόνου γένῃ, πολλῷ μᾶλλον ὁ θεὸς τοῖς τὴν φρένα νηπιάζουσι καὶ τὰ ἐπιβλαβῆ αἰτοῦσιν οὐ δίδωσιν. Ὡς δεσπότης γὰρ καὶ πατὴρ οὐ θέλει τὰ τέκνα ἢ τοὺς παῖδας αὐτοῦ βλάπτεσθαι. Κατὰ δεύτερον δὲ τρόπον διὰ τοῦτο βραδύνει ὁ θεὸς πρὸς τὸ δοῦναι, τῇ ὑπερθέσει καὶ τῇ ἀναβολῇ δοκιμάζων σου τὴν διάθεσιν, οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ᾽ ἵνα φανερώσῃ σου τὴν προαίρεσιν. Βραδύτερον γὰρ εἰσακουόμενος, πλειόνων ἀπολαύσεις τῶν ἐκ θεοῦ δωρεῶν· τοῦτο μὲν ἐφ᾽ οἷς ᾔτησας, τοῦτο δὲ ἐφ᾽ οἷς παρέμεινας καὶ βραδέως λαμβάνων οὐκ ἀπενάρκησας. Τούτου μάρτυρες τὰ τοῦ κυρίου ὑποδείγματα, ὁ κριτὴς τῆς ἀδικίας ὁ ὑπὸ τῆς χήρας καταβοώμενος καὶ διὰ τὴν πολλὴν αὐτῆς προσεδρείαν τῆς ἐκδικίας αὐτῆς γενόμενος ὑπήκοος, καὶ ὁ φίλος ὁ τοὺς τρεῖς ἄρτους ἐν νυκτὶ ζητούμενος καὶ τῇ καλῇ ἀναιδείᾳ τοῦ φίλου νικώμενος.
Εἶτα, κατὰ τρίτον λόγον διὰ τοῦτο τὴν δωρεὰν καὶ τὴν αἴτησιν τέως ὁ θεὸς ὑπερτίθεται, καιρὸν ἐπιτήδειον πρὸς τὸ δοῦναι ἐκδεχόμενος. Εἰ γὰρ ὁ πυρέττων τροφὴν ἢ πόμα ζητῶν οὐχ ὅτε αὐτὸς θέλει τότε λαμβάνει, ἀλλ᾽ ὅτε ὁ ἰατρὸς δοκιμάσει καιρὸν ἐπιτήδειον, πολλῷ μᾶλλον ὁ θεὸς τότε δίδωσι τὰ αἰτήματα ὅτε συμφέρει τῷ λαμβάνοντι. Βοηθὸς γάρ ἐστιν 〈ἐν εὐκαιρίαις, ἐν θλίψεσι.〉 Τούτου μάρτυς αὐτὸς ὁ θεὸς λέγων τῷ προσευχομένῳ· 〈Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.〉 Ὅθεν καὶ ὁ Δαυίδ, προσευχόμενος καὶ μὴ παραυτὰ εἰσακουόμενος, τὴν αἰτίαν τῆς ὑπερθέσεως παρεκάλει γνῶναι λέγων· 〈Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;〉 Ἐπιλανθάνεται δὲ ὁ θεός, οὐ λήθῃ κρατούμενος, οὐδὲ τὴν μνήμην κλεπτόμενος, οὐδὲ πάθεσιν ἀνθρωπίνοις ὑποκείμενος, ἀλλὰ τοῖς ὑποκειμένοις καταλλήλως ἁρμοζόμενος. Οὕτω γὰρ αὐθαιρέτως ἐπιλανθανόμενος τῶν ἐπιλανθανομένων τοῦ νόμου αὐτοῦ ἔλεγε· 〈Καὶ ἐπελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.〉 Καὶ διὰ τοῦ Ἰερεμίου τῇ συναγωγῇ ἔλεγε· 〈Σὺ ἐπελάθου μου, λέγει κύριος, ὀπίσω πορεύσῃ.〉 Καὶ πάλιν· 〈Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε κύριος.
Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ;〉 Ἀποστρέφεται δὲ θεός, οὐ λήθῃ κρατούμενος, οὐδὲ τὴν μνήμην κλεπτόμενος, ἀλλ᾽ ἀποστρέφεται τὸν κακοποιοῦντα καὶ ἁμαρτάνοντα. Ὥσπερ ἡμεῖς, ὅταν θεασώμεθά τι αἰσχρόν, ἀποστρέφομεν τὸ πρόσωπον τῷ κακῷ ἀπαρεσκόμενοι, οὕτως ὁ θεὸς ἀποστρέφεται τὸν παρανομοῦντα ὡς βόρβορον καὶ δυσωδίαν τὴν ἁμαρτίαν πνέοντα. Τούτου μάρτυς ὁ προφήτης Ἀμβακοὺμ εἰπὼν τῷ θεῷ· 〈Καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.〉 Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ἐρρυπώθη τῇ μοιχείᾳ καὶ ἐσάπη τῇ ἀνδροκτασίᾳ— 〈προσώζεσαν〉 γὰρ 〈καὶ ἐσάπησαν οἱ μώλωπές μου〉—ἐπλύθη δὲ τῇ μετανοίᾳ καὶ ἐλευκάνθη τῇ νηστείᾳ καὶ χαμευνίᾳ καὶ ἱκεσίᾳ, ἄξιος γενόμενος τῆς τοῦ θεοῦ ὄψεως παρακαλεῖ· 〈Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ;〉 Ἀπεστράφης με ἀποστραφέντα σε· ἐπίστρεψον ὅτι ἐπέστρεψα. 〈Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου;〉 Ἐπειδὴ γὰρ δίκαιος ἑαυτοῦ κατήγορος ἐνενόησε τὸ αἰώνιον κριτήριον καὶ τὰ ἀπαραίτητα βασανιστήρια καὶ ὅτι πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ θεός, καὶ ἤδη ὑπὸ τῶν λογισμῶν ὡς ὑπὸ δημίων ἐν ἡμέρᾳ καὶ νυκτὶ μαστιζόμενος, ὀδύνας ὑπέμενε λέγων· 〈Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου;〉 ὑφ᾽ ἑαυτοῦ δημευόμενος, 〈ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός;〉 ὑπὸ τῶν ἐνθυμήσεων καὶ τῶν στεναγμῶν βασανιζόμενος.
Ταῦτα, ἀδελφοί, πρὸς νουθεσίαν γέγραπται, ἵνα καὶ ἡμεῖς, ὅταν ἁμαρτήσωμεν, ἑαυτῶν γενώμεθα κατήγοροι καὶ ἔλεγχοι, κριταὶ καὶ μαστικταί, ἵνα δυνηθῶμεν διαφυγεῖν τὴν αἰώνιον ὀργήν. 〈Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ;〉 Ἀρκεῖ αὐτῷ ὅτι ἅπαξ ὑψώθη ἐκεῖνος· ἐμοῦ τῇ ἁμαρτίᾳ ταπεινωθέντος, ἵνα τί πάλιν κατ᾽ ἐμοῦ ὑψοῦται, θεὸν ἱκετεύοντος καὶ μηδὲν ἀνύοντος; Ἵνα οὖν ταπεινωθῇ ὁ ἐχθρὸς διάβολος καὶ πᾶς ὁ τούτου κοινωνός, 〈ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου.〉 Καὶ διὰ τί πρῶτον λέγει 〈ἐπίβλεψον〉 καὶ οὕτως 〈εἰσάκουσον;〉 Ἵνα πρῶτον θεάσηται τὰ κατορθώματα καὶ οὕτω παράσχῃ τὰ αἰτήματα. Ὁ οὖν ἁμαρτίαις κατεσπιλωμένος καὶ παρανομίαις ἐρρυπωμένος μὴ τολμάτω λέγειν τῷ θεῷ· 〈Ἐπίβλεψον,〉 ἀλλὰ παρακαλείτω· 〈Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. Φώτισον τοὺς ὀφθαλμούς μου.〉 Τῶν δύο χρεία τῷ ἀνθρώπῳ, καὶ φωτὸς ἀνατέλλοντος καὶ ὀφθαλμοῦ ὑγιαίνοντος. Τί γὰρ ὠφελεῖται ὁ τυφλὸς ἡλίου ἀνατέλλοντος;
Τί δὲ πάλιν εὐεργετεῖται ὁ βλέπων, σκοτίας περιεχούσης τὸ πᾶν. Ἐπεὶ οὖν ὁ 〈θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν,〉 ἀλλὰ φῶς ἐστιν ἀληθινόν, ἄδυτον, ἀκοίμητον, ἄσβεστον, ὁ δὲ προφήτης κακῶς ἐμβλέψας τῇ γυναικὶ ἐκαπνίσθη τῇ ἐπιθυμίᾳ καὶ ἐρρευματίσθη τῇ ἀνομίᾳ καὶ ἐτυφλώθη τὴν προφητείαν, οὐ τὸν ἔξω, ἀλλὰ τὸν ἔσω ὀφθαλμὸν ἀποβαλών, διὰ ταῦτα τὸν θεὸν ὡς ἰατρὸν ἀξιοῖ· 〈Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον.〉 Ὥσπερ ὁ νυστάζων πρῶτον καμμύει μικρὸν καὶ ἀναβλέπει καὶ τοῦτο ποιῶν ὑπνοῖ, συνταττόμενος τῷ φωτὶ καὶ σκότος αὐτοσχέδιον ὑφαίνων ἑαυτῷ, οὕτως ὁ μέλλων ἁμαρτάνειν μικρὸν καμμύει μὴ βλέπων τὸ κρῖμα τοῦ θεοῦ, καὶ μικρὸν ἀναβλέπει 〈βλέπων〉 τὴν αἰσχύνην.
Εὐλαβούμενος πάλιν καμμύει καὶ ἀναβλέπει, ποτὲ μὲν φοβούμενος, ποτὲ δὲ καταφρονῶν, καὶ οὕτω κενεμβατῶν τῷ ὄμματι τῇ ἁμαρτίᾳ ὑπνοῖ, τὸ φῶς τῆς ἁγνείας ἀπολιπὼν καὶ τὸ σκότος τῆς μοιχείας ἐπισπασάμενος. Οὕτως ἔλεγεν ὁ Ἰώβ· 〈Ὀφθαλμὸς δὲ μοιχοῦ ἐφύλαξε σκότος.〉 Ἵνα οὖν μὴ πάλιν τοῦτο ἐκ δευτέρου ὑπομείνῃ ὁ Δαυίδ, τὸν θεὸν παρεκάλει· 〈Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Φώτισον τοὺς ὀφθαλμούς μου,〉 δαπανηθέντας τοῖς δάκρυσι, 〈μή ποτε ὑπνώσω εἰς θάνατον,〉 οὐ τὸν κοινὸν τοῦ γένους θεριστήν, ἀλλὰ τὸν ἴδιον τῶν ἁμαρτωλῶν ὀλοθρευτήν. Θάνατος γὰρ κυρίως ἐκεῖνος, οὐχ ὁ χωρίζων τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλ᾽ ὁ διαχωρίζων τὴν ψυχὴν ἀπὸ τοῦ θεοῦ. Ὁ θεὸς ζωή ἐστιν· ὁ δὲ τῆς ζωῆς χωριζόμενος τέθνηκεν. Ὥσπερ 〈ἔστιν ἁμαρτία πρὸς θάνατον καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον,〉 καθὼς λέγει ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ, οὕτω καὶ ὕπνος ἐστίν, ὁ μὲν πρὸς θάνατον, ὁ δὲ οὐ πρὸς θάνατον. Καὶ ὁ προφήτης· 〈Ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη καὶ ἀποθανεῖται,〉 τὴν πρὸς θεὸν παρρησίαν ὡς ζωὴν ἀποβάλλουσα.
Καὶ ἐπειδὴ ὁ θάνατος, ὁ διάβολος ὁ τοῦ θανάτου πατήρ, ἕστηκεν ὡς ἀντίπαλος ἰσχυρὸς κατ᾽ ἐμοῦ, ἵνα με κρατήσῃ καὶ ῥίψῃ καὶ εἴπῃ· Ἐνίκησα, παρακαλῶ, δέσποτα, 〈φώτισον τοὺς ὀφθαλμούς μου,〉 ἵνα μή με ὑπὸ τὴν ὅρασιν πλήξῃ κάλλος δείξας γυναικός, ἵνα μή με ἀπὸ τῆς ἀκοῆς κρεμάσῃ μέλος ᾄδων πορνικόν, ἵνα μή μου δράξηται τῆς κόμης τῶν ἀρετῶν, ἵνα μή με σκελίσῃ ταῖς ἐπιθυμίαις καὶ φυλακίσῃ τοῖς πειρασμοῖς καὶ ῥίψῃ τῇ ἀσεβείᾳ, 〈μήποτε εἴπῃ ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν.〉 Μὴ χαρῶσι, δέσποτα, ὡς ἐν θεάτρῳ, οἱ κακοὶ θεωρηταὶ δαίμονες καὶ οἱ φιλοδαίμονες, ὅτι 〈οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ,〉 σκιρτῶντες καὶ γελῶντες καὶ λέγοντες· Ποῦ Δαυὶδ ὁ μεγάλα καυχώμενος καὶ λέγων· 〈Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα;〉 Πῶς ἐσαλεύθη καὶ ἔπεσεν ὁ βασιλεὺς καὶ ἀριστεὺς καὶ προφήτης τοῦ θεοῦ; Ἀλλ᾽ ἐκεῖνοι μὲν ὡς ἀντίπαλοι κατ᾽ ἐμοῦ ἀλείφονται, 〈ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα,〉 τῷ τῆς σῆς εὐσπλαγχνίας ἐλαίῳ ἀλειφόμενος καὶ τοὺς ἀνελεήμονας δαίμονας προσευχαῖς τροπούμενος. 〈Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου,〉 τοῦ θεοῦ μου καὶ σωτῆρος. Πατὴρ κηρυχθήσομαι, ὅτι ὁ ἐμὸς σωτὴρ τοῦ κόσμου ἔσται φωστήρ.
Ἐπεὶ οὖν ἐγὼ ὁ ἐν σώματι τοὺς ἀσωμάτους ἐνίκησα διὰ σὲ τὸν ἐνισχύοντα, ᾠδὴν ἐπινίκιον τῷ εὐεργέτῃ ἀναπέμπω σοι· 〈Ἄισω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με,〉 ἐπειδὴ ἡ ἀχαριστία βλασφημίας ἀδελφή, 〈καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου,〉 ὅτι πάντοτέ μοι καὶ εἰς πάντα γέγονε μέγα βοήθημα καὶ καύχημα καὶ ἀγαλλίαμα. Αὐτῷ γὰρ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.