Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στον δέκατο πέμπτο Ψαλμό

Ανάλυση της ψαλμικής επιγραφής, προφητεία του Πάθους του Χριστού, η δικαιοσύνη της ημέρας της Κρίσεως και η αξία της έμπρακτης μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 15 από 18

In Psalmum XV Εἰς τὸν 〈ιε〉 ψαλμόν. Ἡ τῶν προφητικῶν ψαλμῶν μνήμη Χριστιανοῖς ἀκατάλυτός ἐστιν ἀρετῶν στήλη. Ἡ εἰς τοὺς ἁγίους μνήμη ἀνεξάλειπτος ἐν ψυχαῖς θεογνωσίας γίνεται στήλη. Μεμνημένοι τοίνυν τοῦ Δαυίδ, ἴδωμεν τὰ τοῦ Δαυίδ. 〈Στηλογραφία τῷ Δαυίδ.〉 Καὶ διὰ τί στηλογραφίαν τὴν προκειμένην πραγματείαν ἐπέγραψεν ὁ Δαυίδ; Ἐπειδὴ ὡς ἐν ἀσαλεύτῳ καὶ ἀνεξαλείπτῳ στήλῃ θαρρεῖ τῇ περὶ Χριστοῦ προφητείᾳ. Ὥσπερ γὰρ στήλη χαλκὴ ἢ λιθίνη γράμμασιν ἐγκεκολαμμένη καὶ ῥήμασι βασιλικοῖς ἐγγεγλυμμένη οὐκ εὐχερῶς ἀνατρέπεται ἢ ἐξαλείφεται, οὕτω τὰ τοῦ προφήτου ῥήματα ἀδιάπτωτα καὶ ἀδιαμάρτητά ἐστι δόγματα· πνεύματος γὰρ ἁγίου εἰσὶ διδάγματα, Χριστοῦ μαθήματα, τοῦ πατρὸς θεσπίσματα. 〈Στηλογραφία τῷ Δαυίδ.〉 Ὥσπερ γὰρ ὁ ἐπίγραμμα στήλης ἢ ἀνδριάντος ἀναγινώσκων ἀπὸ τῆς στηλογραφίας ἐν ἑαυτῷ ζωγραφεῖ τὸν ἀριστέα καὶ τὸν ἐν τάφῳ κείμενον ἀναχαλκεύει τῇ μνήμῃ καὶ τὸν ἀπὸ τοῦ βίου ὁδεύσαντα ἐν τῇ διανοίᾳ φέρει καὶ ὡς παρόντι τῷ ἀπόντι συνοδεύει, οὕτως ἕκαστος ἡμῶν τὴν στηλογραφίαν τοῦ Δαυὶδ ἀναγινώσκων ὡς εἰκόνα τοῦ γράψαντος περιπτύσσεται τὸ γράμμα καὶ ὡς λείψανα τοῦ Δαυίδ, μᾶλλον δὲ ὡς ὅλον τὸν Δαυίδ, μετὰ πόθου περιλαμβάνει.

Εἰ γὰρ ἁγίων λείψανα, τὰ γῆς ἔγγονα καὶ πηλοῦ βλαστήματα, πολὺ τίμια, πόσῳ μᾶλλον τὰ τῶν προφητῶν καὶ τοῦ πνεύματος τοῦ ἁγίου ῥήματα, ἀθάνατα ὄντα καὶ εἰς ἀθανασίαν ἡμᾶς ἄγοντα, [οὐ] περισπούδαστα; Καὶ εἰ ὁ μακάριος Μωυσῆς τὰ λείψανα καὶ τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἔλαβε καὶ τὴν Αἴγυπτον ἐξερχόμενος οὐκ ἀφῆκε τὸν Ἰωσὴφ εἰς τὴν Αἴγυπτον, ἵνα μὴ ὡς εἰς δεύτερον λάκκον τῷ τάφῳ ἐάσῃ τὸ λείψανον τοῦ δικαίου, ἵνα μὴ ἡ ἀγνωμοσύνη τῶν ἐγγόνων τὴν ἀπόνοιαν τῶν προγόνων ζηλώσασα τὰ ὅμοια ἐκείνοις ἀντλήσῃ παθήματα—ἐπειδὴ γὰρ τοῖς ἀδελφοῖς ὁ Ἰωσὴφ προεῖπεν· 〈Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς ὁ θεός, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾽ ὑμῶν,〉 καθάπερ στηλογραφίαν ἀναγνόντες τὴν τοῦ Ἰωσὴφ προφητείαν, ὡς ἀπὸ δευτέρου λάκκου τοῦ τάφου τὰ ὀστᾶ αὐτοῦ ἦραν, ἵνα μήτε μετὰ θάνατον ὁ σώφρων Ἰωσὴφ τῇ Αἰγυπτίᾳ γῇ συγκαθεύδῃ ἄκων, ἵνα μήτε ἡ κόνις τῶν ἀκολάστων ἀνδρῶν τὸ ἅγιον σῶμα κατέχῃ, ἵνα μὴ ὀνώδεις καὶ φιλόσαρκοι ἄνθρωποι τὸν τῇ ἁγνείᾳ ὀστεωθέντα καταπατῶσιν—Εἰ οὖν τὸ λείψανον τοῦ σώφρονος ὡς σωφροσύνης φυλακτήριον ἀπὸ τοῦ τάφου ἦραν, πόσῳ μᾶλλον προφητείαν τῆς τοῦ Χριστοῦ ἐπιδημίας προκειμένην ἐπὶ στηλογραφίας δίκαιον καὶ εὔλογον ἐν τῇ ψυχῇ μεταγράψαι, μήτε τὴν στήλην ζημιοῦντας καὶ ἑαυτοὺς ὠφελοῦντας;

Ὡς γὰρ ἡ στήλη μεταγραφομένη οὐ ζημιοῦται τὰ γράμματα, οὕτως ἡ περὶ Χριστοῦ προφητεία τῇ ἑρμηνείᾳ ἀντλουμένη οὐ μειοῦται τὰ δόγματα. Ἐπεὶ οὖν ἐπιτάφιός ἐστι Χριστοῦ στηλογραφία ἡ τοῦ προκειμένου ψαλμοῦ πραγματεία, καὶ τὸ πάθος Χριστοῦ καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν περιέχει ὡς ἡρμήνευσεν ὁ μακάριος ἀπόστολος Πέτρος, ἴδωμεν τὸν Δαυὶδ τὰ τοῦ Χριστοῦ λαλοῦντα καὶ λέγοντα· 〈Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.〉 Ἐξ Αἰγύπτου ἐρρυσάμην καὶ εἰς Αἴγυπτον φεύγω. Ἔμπροσθεν αὐτῶν ἐπορευόμην καὶ ὄπισθεν ἠκολούθουν· ἔμπροσθεν ὡς ὁδηγός, ὄπισθεν δὲ ὡς ποιμήν, ἵνα μήτε ἔμπροσθεν αὐτοῖς τὰ ἔθνη ὡς θηρία ἀπαντήσωσι, μήτε ὄπισθεν οἱ Αἰγύπτιοι ὡς κύνες πολλοὶ καταφάγωσι· 〈Περιεκύκλωσαν〉 γάρ 〈με κύνες πολλοί· ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Φύλαξόν με, κύριε.〉 Εἰ μὴ ἔμπροσθεν αὐτῶν ἐγὼ προῆγον, οὐκ ἂν ἡ θάλασσα ἰδοῦσά με ἔφυγεν· οὐδ᾽ ἂν ὁ λαὸς εἰς πυθμένα βυθοῦ εἰσελθεῖν ἐτόλμησεν, εἰ μὴ εἶδεν ἐμὲ πρῶτον εἰσερχόμενον. Ἐν τῇ Μερρᾷ ὕδατα πικρὰ αὐτοῖς ἀπήντησαν τῆς θαλάσσης πικρότερα· καὶ ἦν τὰ πικρὰ ὕδατα τὴν πικρίαν τῆς ψυχῆς αὐτῶν ἐρευγόμενα. Καὶ ἐγὼ μὲν ξύλῳ τὰ πικρὰ ἐγλύκανα ὕδατα· αὐτοὶ δὲ παρεπίκρανάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Ὕδωρ ἐκ πέτρας αὐτοῖς προήνεγκα, καὶ λίθους κατ᾽ ἐμοῦ ἐβάστασαν. Ξύλῳ τὸ ὕδωρ αὐτοῖς ἐγλύκανα, καὶ τῷ ξύλῳ με προσέπηξαν.

Τῷ μάννα αὐτοὺς διέθρεψα, καὶ κατ᾽ ἐμοῦ ἐμάνησαν. Δι᾽ αὐτοὺς ἐνανθρώπησα, καὶ ἀπανθρώπως μοι ὑπήντησαν. Τοὺς δαίμονας αὐτῶν ἐδίωξα, καὶ δαιμονιῶντά με ἐκάλεσαν. Τὴν Σαμάρειαν ἐφώτισα, καὶ Σαμαρείτην ὠνόμασαν. Ἐπὶ θρόνου βασιλείας αὐτοὺς ἐκάθισα, καὶ τῷ Πιλάτῳ με παρέστησαν. Δουλεύοντας ἠλευθέρωσα, καὶ ῥάπισμα ὑπὸ δούλου ἔλαβον. Πραθέντας τῇ ἁμαρτίᾳ ἀγοράσαι ἦλθον, καὶ τριάκοντά με ἀργυρίων ἐπώλησαν. Νεφέλῃ αὐτοὺς ἐσκέπασα, καὶ χλαμύδα με περιέβαλον. Διάδημα βασιλείας αὐτοῖς ἔδωκα, καὶ ἀκάνθαις με ἐστεφάνωσαν. Τὰς χεῖρας αὐτῶν κατὰ τῶν ἐχθρῶν ὥπλισα, καὶ ἥλοις ἐν τῷ σταυρῷ τὰς χεῖράς μου ἔτρησαν. Μέλι καὶ γάλα αὐτοῖς ἔδωκα, καὶ ὄξος καὶ χολήν μοι προσήνεγκαν. Σκῆπτρα βασιλείας ἔδωκα, καὶ κάλαμόν μοι ἐπέδωκαν. Τὰς ὡς καλάμῳ αὐτοῖς χειρογραφηθείσας ἁμαρτίας ἦλθον ἐξαλεῖψαι, καὶ καλάμῳ με εἰς τὴν κεφαλὴν ἔτυπτον. Ἐγὼ αὐτοῖς ἐκ πέτρας μέλι δέδωκα, καὶ αὐτοὶ καλάμῳ καὶ σπόγγῳ ὄξος με ἐπότιζον. Ἐγὼ αὐτοῖς τὰς πλάκας τοῦ νόμου κατέγραψα, καὶ αὐτοί μοι τὸν τίτλον τῷ σταυρῷ προσέπηξαν. Ἐγὼ αὐτοῖς ὕδωρ ἐκ πέτρας ἔδωκα, αὐτοὶ δὲ ἐκ τῆς πλευρᾶς μου αἷμα ἐξήνεγκαν.

Ἐγὼ μετὰ δύο ἀδελφῶν Μωυσέως καὶ Ἀαρὼν αὐτοὺς ἔσωσα, καὶ αὐτοὶ ἐν μέσῳ με δύο λῃστῶν ἐσταύρωσαν. Ἐγὼ ἀγγέλοις αὐτοὺς ἐκύκλωσα, καὶ αὐτοὶ ὡς κύνες περιεκύκλωσάν με. Ἐγὼ αὐτοῖς τὰς πόλεις τῶν ὑπεναντίων ἀνέῳξα, καὶ αὐτοί με θάψαντες τὸν τάφον ἐσφράγισαν. Ἐγὼ αὐτοὺς πλανωμένους ὡδήγησα, καὶ αὐτοί με πλάνον ἐκάλεσαν λέγοντες· 〈Κύριε, ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.〉 Ἐπεὶ οὖν πάντα πρὸς τὴν ἐμὴν ἀπώλειαν ἐπραγματεύσαντο, 〈φύλαξόν με, κύριε.〉 Διὰ τοῦτο 〈τερπνότης ἐν τῇ δεξιᾷ μου.〉 Τῆς πενθερᾶς τοῦ Πέτρου ἅπτομαι, καὶ φεύγει ὁ πυρετός. Τῷ λεπρῷ προσψαύω, καὶ καθαρίζεται.

Πηλῷ ὀμματῶ τυφλόν 〈...〉. Κρατῶ τῆς δεξιᾶς τῆς ἀποθανούσης, καὶ ἡ κόρη ὡς ἀπὸ ὕπνου τοῦ θανάτου ἐγείρεται. 〈Εἰς τέλος·〉 οὐδὲ γὰρ ἀρξάμενος θαυματουργῶ ἢ αἰτῶ τὴν δύναμιν. 〈Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα〉 ... [... Ἐγὼ δὲ οὐ τοῦτον μόνον τὸν λόγον ἐπιλύομαι. Τί δήποτε οἱ τὰ ὀρθὰ βαδίζοντες πρὸ τῶν πειρασμῶν μετὰ τοὺς πειρασμοὺς κατέπεσαν;

Τίς οὖν ὁ καλῶς τοὺς τὰ ὀρθὰ βαδίζοντας ἐπιστάμενος καὶ τὸ ἔσχατον τῶν ὀρεκτῶν κατειληφότας πλὴν τοῦ πλάσαντος κατὰ μόνας τὰς καρδίας ἡμῶν καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν; Πολλοὶ γὰρ πολλάκις τῶν δοκούντων ἡμῖν εἶναι χρηστῶν πάντων εἰσὶ πονηρότεροι. Καὶ τοῦτο ἀπεδείχθη μὲν ἤδη καὶ ἐν τῷ παρόντι βίῳ, ἀλλ᾽ ἐπ᾽ ἐνίων, περιστάσεώς τινος γινομένης καὶ ἀνάγκης.

Ὅταν ὁ δοκιμάζων τὰς καρδίας καὶ τοὺς νεφρούς, 〈ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ διϊκνούμενος μέχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν,〉 καθέζηται δικάζων ἡμῖν, τότε δὴ τότε οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐγκαλυπτομένους ὄψει τοὺς τοιούτους. Καὶ οὔτε δορὰ προβάτου τὸν λύκον δύναιτ᾽ ἄν, οὔτε κονίασις τάφου τὸν ἔνδον ἀποκρύψαι μολυσμόν. Οὐκ ἔσται γὰρ 〈κτίσις ἀφανὴς〉 τοῦ τότε κρίνοντος, ἀλλὰ 〈πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.〉 Ὅπερ καὶ ὁ Παῦλος δηλῶν Κορινθίοις ἔλεγεν· 〈Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν.〉 Ταῦτα οὖν ἀκούοντες, ἀγαπητοί, διαναστῶμεν ἐκνήψαντες, μὴ πάλιν ὕπνῳ ἁμαρτίας καθεύδωμεν. Ἐξιλασώμεθα τοῖς δευτέροις τὰ φθάσαντα. Ἀδίκως συνέλεξας· δικαίως ἀνάλωσον.

Ἐξ αὐτῶν τῶν τοῦ πάθους ἀφορμῶν τῷ πάθει κατασκεύασον φάρμακα. Ἠδίκησάς ποτε. Πρῶτον ὧν ἠδίκησας φεῖσαι, πρῶτον δίκαιος, καὶ τότε φιλάνθρωπος. Πρῶτον ἀπόδος, εἶθ᾽ οὕτω μετάδος· πρῶτον ἔκκλινον τὸ κακόν, εἶθ᾽ οὕτω ποίησον ἀγαθόν. Μὴ φαίνου φιλόδωρος ἀφ᾽ ὧν οὐκ ἐγένου φιλάδελφος.

Ὅταν στήσῃς τῶν ὑπό σου ἀδικηθέντων τὸ δάκρυον, τότε πένησιν ἑτέροις συμπάθησον κλαίουσι. 〈Τίμα〉 γάρ, φησί, 〈τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων. Μὴ ἀπατᾶσθε· θεὸς οὐ μυκτηρίζεται.〉 Οὐ δέχεται δωρεὰν ἑτέρου στενάζοντος. Οὐκ ἔστιν ἐκεῖ παροφθῆναι τὸ δίκαιον, ἀλλ᾽ εἴ τι σύνοιδας σαυτῷ ἄτοπα πεπραχώς, μετανόησον. Ὑπόχρεως γέγονας πολλῶν πλημμελημάτων, μὴ φοβηθῇς τὸν κριτὴν καὶ ἀπογνῷς τῆς σαυτοῦ σωτηρίας· 〈Δότε〉 γὰρ 〈ἐλεημοσύνην,〉 καὶ πάντα πεπλήρωται.

Ἀνέχεται καὶ δύο ὀβολοὺς καὶ ποτήριον ψυχρόν· οἶδεν καὶ πρόθεσιν ἀπόρου ἐλεήμονος ὑποδέξασθαι· αὐτὸς γὰρ εἶπεν· 〈Ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ·〉 ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν].