Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στον δέκατο όγδοο Ψαλμό
Ερμηνεία της μαρτυρίας της κτίσεως για τη δόξα του Θεού, ο συμβολισμός των ουρανών, της ημέρας και της νύχτας, καθώς και ο έλεγχος των κοσμικών θεαμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον δέκατο όγδοο Ψαλμό
Ερμηνεία της μαρτυρίας της κτίσεως για τη δόξα του Θεού, ο συμβολισμός των ουρανών, της ημέρας και της νύχτας, καθώς και ο έλεγχος των κοσμικών θεαμάτων.
In Psalmum XVIII Εἰς τὸν 〈ιη〉 ψαλμόν. 〈Θεωρῶν ὀφθαλμὸς καλὰ〉 τέρπεται, λέγει ὁ παροιμιαστής. Καὶ ποῖά ἐστι κυρίως τὰ καλὰ οἷς τέρπεται ὀφθαλμός; Ἆρα τὰ πολυθρύλλητα ἱπποδρόμια, ἐν οἷς ἡ ψυχὴ πρὸ τοῦ σώματος τὸ βλέπειν ἀπώλεσεν, ὅπου τυφλὸς τυφλόν, οὐ τὸ σῶμα, ἀλλὰ τὴν ψυχὴν ὁδηγεῖ καὶ ἀμφότεροι εἰς βόθυνον ἁμαρτίας πίπτουσιν; Εἰ γὰρ ἔβλεπον οἱ ταπεινοὶ καὶ δείλαιοι, οὐκ ἂν τὴν ἀλλοτρίαν βλάβην οἰκείαν τέρψιν ἐνόμιζον. Βλέπουσι τὸν ὅμοιον ἄνθρωπον ἀποπεσόντα τοῦ ἅρματος καὶ ὡς νεκρὸν κῦνα τὸν ζῶντα συρόμενον καὶ ὑπὸ τῶν ἀλόγων τὸν λογικὸν σπαραττόμενον, καὶ τῇ μανίᾳ τὰ σπλάγχνα στειρώσαντες, τὴν ἀλλοτρίαν πληγὴν ἰδίαν ἡδονὴν νομίζουσιν. Ἄλλων πάλιν ὀφθαλμοὶ τοῖς θεάτροις τέρπονται, ἔνθα οἱ βλέποντες ὡς μὴ βλέποντες τὴν σωφροσύνην λῃστεύονται, ὅπου τὰ κρυπτὰ τῆς φύσεως ἀναιδῶς θριαμβεύονται, ὅπου ἄνδρες θηλυνόμενοι καὶ γυναῖκες τὸ σεμνὸν ἀρνούμεναι ὡς ἐν κρυπτῷ ἐν μέσῳ τῷ θεάτρῳ ἀναιδῶς πομπεύουσιν, ὅπου νεότης ἀκμάζουσα τῷ πόθῳ μαραίνεται, πεπυρωμένοις βέλεσι τοξευομένη τὸν νοῦν. Καὶ οὐδαμοῦ σίδηρος, καὶ ὁ νέος τέτρωται· οὐδαμοῦ βάρβαρος, καὶ οὗτος αἰχμάλωτος ἄγεται καὶ λαμβάνει τοξεύματα πορνικὰ βλέμματα.
Καὶ μάρτυς ὁ παροιμιαστής· 〈Πολλοὺς γὰρ τρώσασα καταβέβληκε.〉 Καὶ τὸ πάντων βαρύτερον, ὅτι οἱ μὲν ἐν τοῖς πολέμοις τοξευόμενοι, τραυματιζόμενοι τὰ σώματα, εὐθέως τῆς ἰάσεως φροντίζουσιν, ἀφ᾽ ἑαυτῶν ἢ ὑπὸ ἄλλων ἰατρευόμενοι· οἱ δέ, ὡς μηδὲν παθόντες δεινόν, ἀθεράπευτοι μένουσιν, αἰωνίους ὀδύνας ἑαυτοῖς συνάγοντες.
Ὥσπερ γὰρ οἱ ἀπὸ λίθου ἢ σιθήρου πληγέντες καὶ παραυτὰ ἰατρευόμενοι ταχὺ θεραπεύονται, οἱ δὲ καταφρονήσαντες δυσίατοι ἢ καὶ ἀνίατοι γίνονται, οὕτως οἱ ἁμαρτίᾳ τρωθέντες καὶ ταχέως μὴ μετανοήσαντες. Πρὸς καιρὸν γὰρ τὸν φάρυγγα τῷ πορνικῷ μέλιτι λιπαινόμενοι, ὕστερον πικροτέραν χολῆς τὴν πληγὴν εὑρίσκουσι καὶ μαχαίρας ἠκονημένης ὀξυτέραν τὴν τοῦ δικαστοῦ ἀπόφασιν. Ποῖα οὖν θεωρῶν ὁ ὀφθαλμὸς καλὰ τέρπεται;
Καλὰ λέγει τὰ ἔργα τῆς κτίσεως. Τούτου μάρτυς ὁ Μωυσῆς· 〈Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.〉 Τούτων γὰρ καὶ ἡ θέα ἐπωφελὴς καὶ ἡ τέρψις ἀκίνδυνος, ὅτι καὶ φαινόμενα τέρπουσι καὶ φθεγγόμενα εὐφραίνουσι καὶ ἄνευ γλώσσης ῥητορεύουσι καὶ ἄνευ χειλέων διδάσκουσι. Τούτων ἀκροατὴς γενόμενος ὁ Δαυὶδ ἀρτίως ἔλεγεν· 〈Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.〉 Καλὸς μαθητὴς ὁ τῶν οὐρανῶν ἀκροατής. Καὶ τίνας λέγει οὐρανούς; Κατὰ τὸ φαινόμενον, τὸν ὁρώμενον οὐρανὸν καὶ πάντα τὰ ὑψηλὰ καὶ περίβλεπτα ἔργα τὰ ἐν τῷ οὐρανῷ, ἥλιον, σελήνην, ἀστέρας καὶ τὰ ἄστρα, καὶ πάντα ὅσα ἔχει καλὰ ὁ φαινόμενος οὐρανός. Ὥσπερ γὰρ οἱ ἔκ τινος πόλεως πολῖται τὸ τῆς πόλεως αὐτῶν ἐνδύονται ὄνομα, οἱ μὲν Ἀντιοχεῖς, οἱ δὲ Ῥωμαῖοι, οἱ δὲ Βυζάντιοι, ἀπὸ τῶν πόλεων καλούμενοι, οὕτω καὶ οἱ πολῖται τοῦ οὐρανοῦ, οἱ φωστῆρες, οὐρανοὶ χρηματίζουσιν. Ὅθεν καὶ οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνθρωποι οὐρανοὶ λέγονται, ὡς οὐρανόφρονες καὶ οὐράνιον τὸ πολίτευμα ἔχοντες. Ὅτι δὲ καὶ οἱ φαινόμενοι φωστῆρες οὐρανοὶ λέγονται, μάρτυς ὁ Δαυὶδ εἰπών· 〈Ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου.〉 Καὶ ποίους οὐρανούς; 〈Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας,〉 τὴν σελήνην καὶ τοὺς ἀστέρας οὐρανοὺς καλῶν.
Εἰ γὰρ μὴ περὶ τοῦ αἰσθητοῦ οὐρανοῦ ἔλεγεν, οὐκ ἂν εἶχεν εἰπεῖν· 〈Ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,〉 ὄψομαι ἀντὶ τοῦ· Νοήσω πῶς ἔθου αὐτὰ 〈εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς.〉 Εἰ γὰρ καὶ ὁ ὑψηλὸς καὶ αἰθέριος ἀὴρ λέγεται οὐρανός—διὸ λέγεται· 〈Τὰ πετεινὰ τοῦ οὐρανοῦ〉—καὶ οἱ ὀλίγον ὑψηλότεροι τοῦ ἀέρος τόποι εἴρηνται οὐρανοί, ὡς καὶ περὶ τῶν κυμάτων τῆς θαλάσσης λέγεσθαι· 〈Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν,〉 πολλῷ μᾶλλον εὐκαιρότερον οἱ οὐράνιοι φωστῆρες λεχθήσονται οὐρανοί. Εἰ γὰρ τὸν ἀσώματον οὐρανὸν οὐκ εἶδεν αἰσθητοῖς ὀφθαλμοῖς, πῶς εἶπεν· 〈Ὄψομαι τοὺς οὐρανούς; Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ,〉 οἱ φωστῆρες τὸ μεγαλοπρεπὲς κάλλος τοῦ δημιουργήσαντος σαλπίζοντες. Διηγοῦνται δὲ οὐ ῥήμασι πείθοντες, ἀλλὰ τοῖς σχήμασι διδάσκοντες. Καὶ τίσι διηγοῦνται οἱ οὐρανοί; Τοῖς οὐράνιον φρόνημα ἔχουσι, τοῖς κεκτημένοις ὦτα ψυχῆς, τοῖς συνετοῖς ἀκροαταῖς, τοῖς δυναμένοις εἰδέναι τί λαλοῦσιν οἱ οὐρανοί.
Ὥσπερ γὰρ Σύρου ἢ Ἑβραίου ἢ Ῥωμαίου λαλοῦντος, ὁ μὴ εἰδὼς αὐτῶν τὴν γλῶσσαν οὐκ οἶδε τί λέγουσιν, οὕτως, ἀεὶ οὐρανῶν διηγουμένων, οἱ μὴ ὄντες οὐρανόφρονες οὐ δύνανται εἰδέναι τί λέγουσιν οἱ οὐρανοί. Ὁ ἥλιος λάμπει, ἀλλ᾽ οὐκ ὠφελεῖται ὁ τυφλὸς εἰς τὸ ὁρᾶν· ἡ σελήνη φαίνει, ἀλλ᾽ οὐ φωτίζεται ὁ ἀνόμματος· οἱ ἀστέρες ἀνατέλλουσιν, ἀλλ᾽ οὐ βλέπουσιν οἱ τοὺς ἀστέρας τῆς φύσεως ἀπολέσαντες. Ἴδε τὸν ἥλιον, τὸν ἀκάματον δρομέα προσευχῇ χαλινούμενον καὶ τὴν δόξαν τοῦ θεοῦ αἰδούμενον· οὐ γὰρ τὴν φωνὴν τοῦ δικαίου φοβηθεὶς ἔστη ὁ ἥλιος, ἀλλὰ τὴν δόξαν τοῦ θεοῦ εὐλαβούμενος. Ἴδε μοι καὶ τὴν σελήνην τῇ προσευχῇ τοῦ στρατηγοῦ συνεργοῦσαν διὰ τὸν τὴν προσευχὴν δεχόμενον, καὶ νεωστὶ τότε σαββατίζουσαν.
Ἀπὸ τοῦ αἰῶνος γὰρ τρέχουσα, τότε πρῶτον ἐγεύσατο ἀναπαύσεως. Ἴδε μοι καὶ τὰ ἄστρα λάμπειν καὶ φαίνεσθαι κωλυόμενα καὶ ὡς ὑπὸ σφραγῖδος τῷ ὅρῳ τοῦ θεοῦ ἐγκλειόμενα. 〈Ὁ λέγων〉 γάρ, φησί, 〈τῷ ἡλίῳ μὴ ἀνατέλλειν, καὶ οὐκ ἀνατέλλει,〉 κατὰ δὲ ἄστρων κατασφραγίζει. 〈Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ,〉 οἱ οὐράνιοι φωστῆρες τὸ κέλευσμα καὶ τὸ πρόσταγμα τοῦ θεοῦ ἀφόβως ἀνύοντες. 〈Οἱ οὐρανοὶ διηγοῦνται θεοῦ δόξαν,〉 ὁ ἀόρατος καὶ ἀσώματος οὐρανὸς καὶ ὁ φαινόμενος οὗτος οὐρανός· ὁ μὲν τὴν δοξολογίαν τῆς ἄνω ἐκκλησίας βοῶν· 〈Ὅτε γὰρ ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοι θεοῦ·〉 ὁ δὲ διὰ τῶν φωστήρων καὶ τῶν ἀστέρων καὶ τῶν νεφελῶν καὶ τοῦ περὶ τὰς νεφέλας τόξου διηγούμενος τὴν δόξαν τοῦ θεοῦ. Οὕτω γὰρ γέγραπται· 〈Ἴδε τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό.〉 Δοξολογία ἐπὶ ταῖς νεφέλαις· 〈Ὁ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.〉 Δοξολογία ἐπὶ σελήνῃ καὶ ἄστροις· 〈Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας.〉 Δοξολογία ἐπὶ ἡλίῳ· 〈Ὅτι δεῖ τὸν ἥλιον φαίνειν ἐπὶ εὐχαριστίᾳ σου καὶ πρὸς ἀνατολὰς φωτὸς ἐντυγχάνειν σοι.〉 Ἐπεὶ οὖν διδάσκαλοι δοξολογίας θεοῦ γίνονται ἡμῖν οἱ οὐρανοί, 〈οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.〉 Οὐρανοὶ καὶ αἱ θεῖαι γραφαί, οὐρανοὶ καὶ οἱ ἅγιοι ὡς θεὸν ἐνοικοῦντα ἔχοντες, ἄστρα δὲ τὰς ἀρετάς. Οὐρανοὺς δὲ λογικοὺς διηγουμένους δόξαν θεοῦ καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ δηλοῖ.
Ἀβραὰμ ὡς οὐρανὸς διηγήσατο δόξαν θεοῦ, εἰπών· 〈Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραάμ.〉 Μωυσῆς ὡς οὐρανὸς διηγεῖται τὴν δόξαν τοῦ θεοῦ· 〈Ἄισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.〉 Ἰὼβ ὡς οὐρανὸς διηγεῖται τὴν δόξαν τοῦ θεοῦ λέγων· 〈Χρυσαυγοῦντα νέφη ἀπὸ γῆς βορρᾶ·〉 ἐπὶ τούτοις μεγάλη ἡ δόξα τοῦ παντοκράτορος.
Δαυὶδ ὡς οὐρανὸς διηγεῖται τὴν δόξαν τοῦ θεοῦ· 〈Σὺ δέ, κύριε, ἀντιλήπτωρ μου, δόξα μου εἶ καὶ ὑψῶν τὴν κεφαλήν μου.〉 Ἰωάννης ὡς οὐρανὸς διηγεῖται· 〈Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.〉 Στέφανος ὡς οὐρανὸς διηγεῖται· 〈Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραάμ.〉 Παῦλος ὡς οὐρανὸς διηγεῖται τὴν δόξαν· 〈Καὶ τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ· Ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.〉 Καὶ τί γὰρ οὐκ ἀνέρχομαι τῷ λόγῳ ἐπὶ τοὺς θειοτέρους οὐρανοὺς τῶν οὐρανῶν διηγουμένους δόξαν θεοῦ; Καὶ τίνες οὗτοι; Ἄγγελοι, ἀρχάγγελοι, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Τὰ Χερουβὶμ διηγοῦνται δόξαν θεοῦ· ἤκουσε γὰρ αὐτῶν Ἰεζεκιὴλ ὁ προφήτης λεγόντων· 〈Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.〉 Τὰ Σεραφὶμ διηγοῦνται τὴν δόξαν· ἤκουσε γὰρ αὐτῶν Ἠσαΐας κεκραγότων καὶ λεγόντων· 〈Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ·〉 ἤκουσε γὰρ αὐτῶν Λουκᾶς ὁ εὐαγγελιστὴς καὶ εἶπε· 〈Καὶ ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.〉 Εἶδες οὐρανοὺς διηγουμένους δόξαν θεοῦ.
Καὶ οὐκ εἶπε διηγήσαντο, ἀλλὰ 〈διηγοῦνται·〉 οὐ γὰρ ἤρξαντο καὶ ἐσιώπησαν, ἀλλ᾽ ἀφ᾽ οὗ ἤρξαντο, ἀκαταπαύστοις στόμασι διηγοῦνται τὴν τοῦ θεοῦ δόξαν. 〈Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.〉 Ἐπειδὴ εἶπεν· 〈Οἱ οὐρανοὶ διηγοῦνται δόξαν 〈θεοῦ〉,〉 ἵνα μὴ ἀγενήτους ἢ αὐτομάτους εἶναι τούτους νομίσῃς, ποίησιν στερεώματος εἰσήγαγεν, ἵνα μάθωμεν ὅτι, εἰ ὁ θεμέλιος καὶ τὸ δοχεῖον πεποίηται τῶν φωστήρων, πολλῷ μᾶλλον ἡ ἐνθήκη τῶν ἐν αὐτῷ φύσεων. 〈Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.〉 Καὶ γὰρ ὁ τῶν προφητῶν χορὸς λέγει· 〈Καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐκ ἡμεῖς.〉 Καὶ ὁ τῶν ἀποστόλων θίασος βοᾷ· 〈Αὐτοῦ γάρ ἐσμεν ποίημα.〉 Ὅτι δὲ στερέωμα οὗτοι κατὰ τὸ στερέωμα τῆς δημιουργίας—〈Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα〉—θεώρησον τὸ φαινόμενον στερέωμα, τὸν τοῦ κόσμου περίβολον, τὸν τῆς κτίσεως ὄροφον, τὴν τῆς πανδήμου οἰκίας κεράμωσιν, τὴν ἀπαλαίωτον στέγην, τὴν ὑδατοπαγῆ καμάραν, τὴν κρυστάλλινον φιάλην, τὴν ὁμαλὴν ὑποχάρτωσιν, τὴν χρυσογράμματον βίβλον, τὴν ἀργυρόστικτον τοῖς ἄστροις, τὸν κυανοβαφῆ κάλαμον, τὸν πυρσοφόρον παστόν, ἐν ᾧ ἥλιος καὶ σελήνη ὡς νυμφίος 〈καὶ νύμφη〉 προκάθηνται· 〈Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ.
Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα,〉 ἐκ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τὸν τεχνίτην μαρτυρούμενον. 〈Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.〉 Τὴν ἄλαλον αὐτῶν ὁμιλίαν ἐρυγὴν ὠνόμασεν, ὅτι ὥσπερ ἡ ἐρυγὴ ἦχός ἐστιν ἄσημος καὶ πνεῦμα μὴ διαλεγόμενον, οὕτως ἡ τῶν ἡμερῶν ὁμιλία λαλιά ἐστιν ἄγλωσσος. 〈Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,〉 ὡς ἐν ἀντιφώνοις ἀντιψάλλουσαι καὶ τὸν ζυγοστάτην καὶ ὁροθέτην θαυμάζουσαι. Τίς γὰρ ἔπεισεν αὐτὰς ἀλλήλαις τὰς ὥρας παραχωρεῖν;
Πῶς δαὶ παρ᾽ ἑαυτῶν τὰς ὥρας δανειζόμεναι πρὸς τὴν ἀπόδοσιν οὐ ψεύδονται, καὶ ἀγράφως δανειζόμεναι ἀγνωμονεῖν οὐκ οἴδασιν; Ὡς γραμματεῖον γὰρ ἀναγινώσκουσαι τὸ τοῦ θεοῦ πρόσταγμα πρὸς τὴν ἀπόδοσιν οὐ βραδύνουσι, τῇ δοσοληψίᾳ τῶν ὡρῶν ἑαυτὰς οὐχ ὑβρίζουσαι. Καὶ ἡ ἡμέρα ἡ μεγάλη, ἡ πεντεκαιδεκάωρός φημι, ὡς ἀξίωμα λαβοῦσα τὸ μακρὸν διάστημα, τὴν ἐννάωρον ἡμέραν ὡς πτωχὴν οὐ καταπονεῖ, οὐ βιάζεται, οὔτε ὑπερηφανίαν κατ᾽ αὐτῆς ἐνδύεται, οὔτε τῷ φωτὶ καὶ τῇ θέρμῃ γαυριῶσα τῇ χειμαζομένῃ ἐπανίσταται, ἀλλ᾽ ὡς ἀδελφὴν μικροτέραν ἡ μεγάλη ἀγαπᾷ, καὶ τὰς ὥρας ἀντιλαμβάνουσαι καὶ ἀντεισφέρουσαι τέρπουσι τοὺς θεατάς. 〈Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,〉 καὶ ἀπόστολος ἀποστόλῳ τὸ εὐαγγελικὸν κήρυγμα· 〈Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται.
Καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον·〉 ὁ Ἀνδρέας τῷ Πέτρῳ εὐαγγελιζόμενος τὸν Χριστόν, 〈ὃν ἔγραψε Μωυσῆς·〉 ὁ Φίλιππος τῷ Ναθαναήλ· ὁ Ἰωάννης τοῖς δυσὶ μαθηταῖς αὐτοῦ. 〈Υἱοὶ φωτός ἐσμεν καὶ υἱοὶ ἡμέρας. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,〉 καὶ ἡ δουλοτόκος Ἐλισάβετ τὴν θεοτόκον Μαρίαν θαυμάζουσα ἐβόα· 〈Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρός με;〉 Οὔπω ὁ τοῦ κυρίου πρόδρομος, καὶ ἤδη μητέρα κυρίου ἡ τούτου μήτηρ εὐηγγελίζετο. 〈Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν·〉 ὡς μὲν πρὸς τὴν ἱστορίαν τὴν ἰσονομίαν τῶν διαστημάτων καὶ τὴν πρόνοιαν τοῦ θεοῦ κηρύττουσα, ὡς δὲ πρὸς 〈τὴν〉 θεωρίαν καὶ ἀσεβὴς ἀσεβεῖ, 〈καὶ νὺξ νυκτί,〉 Αἰγύπτιος Αἰγυπτίῳ 〈ἀναγγέλλει γνῶσιν,〉 ἐν θαλάσσῃ καταποντιζόμενος καὶ εἰς γνῶσιν τοῦ θεοῦ ἐρχόμενος καὶ λέγων· 〈Φύγωμεν ἀπὸ προσώπου Ἰσραήλ· ὁ γὰρ κύριος πολεμεῖ ὑπὲρ αὐτῶν τοὺς Αἰγυπτίους.
Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν,〉 ἵνα ἀληθεύσῃ ὁ κύριος εἰπών· 〈Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς ἅρμασι καὶ ἐν πᾶσι τοῖς ἵπποις αὐτοῦ,〉 καθὼς καὶ ὁ ἱεροψάλτης Δαυὶδ ἔλεγεν· 〈Ὅταν,〉 φησίν, 〈ἀπέκτεννεν αὐτούς,〉 τότε 〈ἐξεζήτουν αὐτόν.〉 Καὶ ἐν ἄλλοις· 〈Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος.
Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν,〉 καὶ ἡ γυνὴ τῷ Πιλάτῳ ἀναγγέλλουσα· 〈Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ κατ᾽ ὄναρ ἔπαθον δι᾽ αὐτόν. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν,〉 καὶ ὁ λῃστὴς τῷ λῃστῇ ἐπὶ σταυροῦ· 〈Ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.
Οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.〉 Ὦ λῃστοῦ ὁμολογία, δεσποτικῆς φιλανθρωπίας ἐνέχυρον. Ὦ λῃστοῦ ὁμολογία, εὐαγγελιστῶν παρρησία, Ἰουδαίων φίμωτρον, Ἑλλήνων χαλινός, αἱρετικῶν ἔλεγχος, ἐκκλησίας θυρεός. Ὦ λῃστοῦ ὁμολογία, βασιλείας ἀρραβών, παραδείσου ἄνοιγμα, φλογίνης ῥομφαίας δυσώπημα, αἰωνίων ἀγαθῶν ἀπόλαυσις. 〈Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν,〉 ὁ Ναβουχοδονόσορ τοῖς Βαβυλωνίοις· 〈Οὐχὶ ἄνδρας τρεῖς ἔβαλον ἐν μέσῳ τοῦ πυρὸς πεπεδημένους;
Καὶ εἶπον τῷ βασιλεῖ· Ἀληθῶς βασιλεῦ. Καὶ εἶπεν ὁ βασιλεύς· Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ.〉 Καὶ ἡ Σαμαρεῖτις τοῖς Σαμαρείταις· 〈Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα.〉 Οἱ ὑπηρέται τοῖς ἀρχιερεῦσιν· 〈Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς ἐλάλησεν οὗτος ὁ ἄνθρωπος.〉 Ὁ κεντυρίων τοῖς σταυρώσασιν· 〈Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν θεοῦ.〉 Οἱ μάγοι τοῖς Ἰουδαίοις· 〈Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεύς;
Ἤλθομεν γὰρ προσκυνῆσαι αὐτῷ.〉 Ὅπου δὲ θεοῦ προσκύνησις, ἐκεῖ θεογνωσίας ἀπόλαυσις. Καὶ διὰ τί οὐρανοὺς καὶ στερέωμα καὶ ἡμέρας καὶ νύκτας διδασκάλους ἐπέστησεν; Ἵνα οἱ τῶν προφητῶν καὶ ἀποστόλων ἀκοῦσαι μὴ θέλοντες τὰ ἔργα τῆς δημιουργίας διδασκάλους ἔχωσιν.
Οὕτως ἔλεγε τῷ λαῷ ὁ Μωυσῆς· 〈Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, ἃ ἀπένειμε κύριος ὁ θεός σου τοῖς ἔθνεσιν,〉 οὐκ εἰς προσκύνησιν, ἀλλ᾽ εἰς μάθησιν· 〈Οἱ οὐρανοὶ〉 γὰρ 〈διηγοῦνται δόξαν θεοῦ.〉 Ὥσπερ γὰρ οἱ τὰ ἑαυτῶν τέκνα εἰς διατριβὰς πέμποντες, τοὺς μὲν ἔτι νηπιωτέρους εἰς τὰς ἐντοπίους καὶ γείτονας σχολὰς παραδιδόασι, τοὺς δὲ τελειοτέρους καὶ ἔμφρονας εἰς τὰς μακροτέρας πόλεις ἐπὶ τῇ τῶν ὑψηλοτέρων λόγων μαθήσει ἀποστέλλουσιν, οὕτως οἱ προφῆται, ὡς πατέρες τέκνα, τοὺς ἀνθρώπους μαθεῖν τὰ τῆς θεογνωσίας μαθήματα προτρεπόμενοι, τοὺς μὲν ἀτελεστέρους καὶ νηπιάζοντας πρὸς τὰς ἐγγὺς διατριβάς, πρὸς τὴν ἡμέραν καὶ τὴν νύκτα, ἐχειραγώγησαν, τοὺς δὲ τελειοτέρους καὶ τὰ αἰσθητήρια τῆς ψυχῆς γεγυμνασμένα ἔχοντας πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ εἰς τὰς μακροτάτας καὶ ὑψηλοτέρας διατριβάς, εἰς τὸν οὐρανὸν καὶ τὸ στερέωμα, ὡδήγησαν, τούτοις μὲν ὡς τελείοις λέγοντες· 〈Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ,〉 ἐκείνοις δέ, ὡς παιδίοις παραινοῦντες· Μάθετε, ὦ τέκνα, 〈πῶς ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,〉 ἀλλήλαις πράττουσαι, 〈καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν,〉 εἰς γνῶσιν θεογνωσίας καλοῦσαι τὸν ἄνθρωπον.
Εἰ δέ τις πρὸς τὰς ἐγγὺς διατριβὰς τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὀκνηρότερος γένηται, πρὸς τοὺς ἔτι ταπεινοτέρους διδασκάλους ἀπερχέσθω, πρὸς τὸν μύρμηκα καὶ τὴν μέλισσαν ἀκούων· 〈Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,〉 ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε. Ἀπὸ προφητῶν καὶ ἀποστόλων καὶ οὐρανῶν καὶ ἡμερῶν μαθεῖν οὐκ ἠθέλησας· ἀπὸ τοῦ μύρμηκος καὶ τῆς μελίσσης, ὁ λογικὸς ἀπὸ τῶν ἀλόγων καὶ ταπεινῶν, μάνθανε. Γένοιτο δὲ ἡμᾶς, τὴν βίβλον οὐρανοῦ καὶ γῆς ἀναγινώσκοντας καὶ γράμματα θεοῦ τὰ δημιουργήματα βλέποντας καὶ διδασκάλους τοὺς ἁγίους ἔχοντας, μετ᾽ αὐτῶν εὑρεθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 〈ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.〉 Ἐρεύγεται δὲ ῥῆμα καὶ ὁ προφήτης τῇ ἐκκλησίᾳ λέγων· 〈Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· νὺξ〉 ἐν ᾗ ἐσπαργανωμένος ὁ Χριστὸς ἐν τῇ φάτνῃ ἔκειτο, 〈νυκτὶ〉 τῇ τῶν ποιμένων ψυχῇ ἔτι ἐσκοτισμένῃ τῇ ἀγνωσίᾳ· 〈Καὶ ποιμένες ἦσαν,〉 φησίν, 〈ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τῇ ποίμνῃ αὐτῶν.〉 Εἶτα ἡ νὺξ δανεισαμένη τὸ στόμα τοῦ ἀγγέλου ἀγνοοῦντας τοὺς ποιμένας εἰς γνῶσιν ἐνήγαγε, τοῖς πράγμασι λέγουσα· 〈Ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς κύριος ἐν πόλει Δαυίδ. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.〉 Τὸ γὰρ τοῦ ἀγγέλου δίδαγμα τῆς νυκτὸς ἐκείνης γέγονεν ἡμῖν διήγημα.
Νὺξ νυκτὶ ἀνήγγειλε γνῶσιν, καὶ ὁ Ναβουχοδονόσορ τοῖς Βαβυλωνίοις καὶ Μήδοις καὶ Πέρσαις τὰ περὶ θεογνωσίας σαλπίζων ἐν γράμμασιν. Ὅτε γὰρ τὸν υἱὸν τοῦ θεοῦ εἶδεν ἐν τῇ καμίνῳ παραγενόμενον, ὅτε ἡ νὺξ τὴν ἡμέραν εἶδεν ἐν πυρὶ ἀπαστράπτουσαν, ὅτε ἐν μέσῳ τῶν τριῶν τὸν ἕνα ἐθεάσατο, ἵνα πιστευθῇ 〈ὁ〉 λέγων· 〈Ὅπου εἰσὶ δύο ἢ τρεῖς ἐπὶ τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν,〉 τότε ἡ νὺξ διὰ γραμμάτων ἀστράπτουσα τὴν νύκτα τῶν Χαλδαίων ἐφώτιζε γράφων οὕτως· 〈Ἐγὼ Ναβουχοδονόσορ ἐκτίθεμαι δόγμα ὅπως πᾶς λαός, φυλή, γλῶσσα, ἣ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσονται.〉 Καὶ ἐπάγει· Καθότι ἐγὼ ἔγνωκα—〈Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν—ὅτι οὐκ ἔστι θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως〉 ... ... Καὶ τῇ μὲν γῇ ὁ φθόγγος· τῇ παχυτέρᾳ καὶ ἄρτι εἰσαγομένῃ πρὸς θεογνωσίαν ψυχῇ ὁ ἀσημότερος καὶ παιδικώτερος λόγος ἁρμόττει.
Καὶ μάρτυς ὁ ἀπόστολος φήσας· 〈Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς ἐν Χριστῷ.〉 Τῇ δὲ οἰκουμένῃ τὰ ῥήματα· τῇ τελειοτέρᾳ καὶ οἰκητήριον θεοῦ γενομένῃ ψυχῇ τὰ τέλεια καὶ ἀπηρτισμένα δόγματα ... ... Ὥσπερ δὲ οἱ τυφλοί, κἂν τὸ φῶς τοῦ ἡλίου μὴ βλέπωσιν, ἀλλά γε τῆς θέρμης μετέχουσιν, οὕτω πάντες οἱ ἄπιστοι, κἂν τὴν θεότητα τοῦ Χριστοῦ ἠρνήσαντο, ἀλλὰ τὴν δύναμιν τοῦ ὀνόματος αὐτοῦ ἔμαθον. Ἢ καὶ ἐν τῇ δευτέρᾳ παρουσίᾳ 〈οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ,〉 ὅτε ὁ 〈θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπηθήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται.〉 Τότε γὰρ 〈ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει〉 ...
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.