Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς

Ἀστέριος ὁ Σοφιστής

Ομιλία στην Πέμπτη της Διακαινησίμου

Εγκωμιαστική ομιλία για την Εκκλησία ως Βασίλισσα, τον άφθαρτο βαπτισματικό της χιτώνα και την πνευματική ένωση του Χριστού με τους πιστούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 17 από 18

Homilia in feriam V infra Octauam Paschae Τῇ πέμπτῃ τῆς Λαμπρᾶς. Καὶ νῦν ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, ἡ ἐκκλησία ὡς βασίλισσα λαμπρὰ Χριστῷ παρίσταται, ἵνα ἀληθεύσῃ ὁ προφήτης εἰπών· 〈Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.〉 Τίς ἡ βασίλισσα; Ἡ ἐκκλησία Χριστοῦ, ἡ νύμφη τοῦ μονογενοῦς, ἡ τῶν παθῶν βασιλεύσασα καὶ Χριστῷ συμβασιλεύσασα.

Τίς αὐτῆς ἡ παράστασις; Ἡ ἐνταῦθα ἀπάντησις. Ὥσπερ ὁ βασιλεὺς γῆς καὶ θαλάσσης δεσπότης λεγόμενος ἐν τῷ παλατίῳ αὐλίζεται, καὶ ἐκεῖ αὐτῷ οἱ δορυφόροι παρίστανται, οὕτως ὁ θεός, τὸν οὐρανὸν πληρῶν καὶ τὴν γῆν, ὡς ἐν παλατίῳ τῇ ἐκκλησίᾳ ἀναπαύεται, καὶ πᾶς θεοφιλὴς ὀρθρίζων ὧδε αὐτῷ παρίσταται.

Παρέστη, ἐπειδὴ τῶν εἰδώλων ἀπέστη· 〈〈παρέστη〉〉, ὅτι τῶν ἀσεβῶν διέστη· 〈παρέστη,〉 ὅτι τοῦ κόσμου ἐξέστη· 〈παρέστη,〉 ὅτι ἀκαταστατοῦσα κατέστη· 〈παρέστη,〉 ὅτι ἐν τῇ πίστει [ἐνέστη· 〈παρέστη ἐκ] δεξιῶν σου.〉 Τίς ὁ διάχρυσος ἱματισμὸς αὐτῆς; Ὁ δόκιμος τῶν δογμάτων τῆς πίστεως λόγος, ὃν ὑπὲρ χρυσίον καὶ λίθον τίμιον ἀγαπᾷ, 〈τὰ κρίματα κυρίου ἀληθινά.〉 Παρεδίδουν οἱ ἀπόστολοι φυλάττειν τὰ δόγματα κεκριμένα, 〈ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν.〉 Τίς αὐτῆς ἡ περιβολή; Ἡ τῆς πολιτείας καλλονή. Ἢ καὶ τίς ἡ περιβολή;

Ἡ βασιλικὴ τοῦ βαπτίσματος στολή· ἐνδυσάμενοι 〈τὸν καινὸν ἄνθρωπον, ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.〉 Πῶς δὲ πεποίκιλται; Ὅτι ἀπὸ ἀρχιερέων καὶ ἱερέων καὶ λευϊτῶν καὶ κλήρου καὶ λαοῦ τῶν νεοφωτίστων κεκαλλώπισται. Οὐχ οὕτως γὰρ οἱ μαργαρῖται ἐν τῷ χρυσῷ καὶ τὰ ῥόδα ἐν τοῖς κρίνοις λάμπουσιν, ὡς οἱ νεοφώτιστοι ἐν ὑμῖν τοῖς φιλοθέοις αὐλιζόμενοι τὴν χάριν ἀποστίλβουσιν.

Ἐπεὶ οὖν ἀνθηροῖς καὶ ἀμαράντοις ἄνθεσι τοῖς νεοφωτίστοις καὶ τοῖς πιστοῖς τὸ βασιλικὸν ἔνδυμα τῆς ἐκκλησίας πεποίκιλται, ὄντως 〈παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν〉 τοῦ Χριστοῦ 〈ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.〉 Κρείττω τοῦ Ἀαρὼν χιτῶνα ἡ βασίλισσα ἡ ἐκκλησία ἐνδέδυται.

Πῶς καὶ τίνα τρόπον; Ὅτι ὁ τοῦ Ἀαρὼν χιτών, ἐν χρόνῳ γενόμενος, τῷ χρόνῳ διέφθαρται· ὁ δὲ τῆς ἐκκλησίας χιτών, ἐν μιᾷ ῥοπῇ ἐν τῇ κολυμβήθρᾳ ὑφαινόμενος, ἀπαλαίωτον καὶ ἀδιάφθορον ἔχει τὸ τῆς χάριτος ὕφασμα· 〈Ἡ χάρις〉 γὰρ 〈μετὰ τῶν ἀγαπώντων τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.

Ἀμήν.〉 Ὁ τοῦ Ἀαρὼν χιτὼν ἀπὸ ὑακίνθου καὶ βύσσου καὶ πορφύρας καὶ κοκκίνου κατεσκευάζετο· ὁ δὲ τῆς ἐκκλησίας χιτὼν ἔχει ὑάκινθον τὴν οὐράνιον τοῦ Χριστοῦ θεότητα καὶ βύσσον τὴν ἐκ παρθένου σάρκα καὶ πορφύραν τὸ πάθος—〈ἐνδύουσιν αὐτὸν πορφύραν〉—καὶ κόκκινον τὸ αἷμα· 〈Τοῦτό ἐστι τὸ αἷμά μου.〉 Ὁ χιτὼν τοῦ Ἀαρὼν εἶχε ῥοΐσκους 〈... ὁ δὲ τῆς ἐκκλησίας χιτὼν ἔχει ῥοΐσκους〉 τοὺς μάρτυρας τοὺς ῥέοντας ὑπὲρ Χριστοῦ τὸ αἷμα, καὶ ἄνθινα τὰ ἀνθηρὰ αὐτῶν ῥήματα, τοὺς ἀνθηροὺς ὁμολογητάς, καὶ δώδεκα κώδωνας τοὺς ἀποστόλους Χριστοῦ ἠχοῦντας τὸ κήρυγμα· 〈[Εἰς] πᾶσαν〉 γὰρ 〈τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.〉 Ἄσχιστος, ἀπαλαίωτος, ἄσηπτος, ἀσητόβρωτος, ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς ὁ τῆς ἐκκλησίας χιτών. Ἄσχιστος ὁ χιτών, οὐδὲ γὰρ ἡ ἀσέβεια τοῦτον περιέσχισεν. Ἀπαλαίωτος, οὐδὲ γὰρ οἱ ἐχθροὶ παλαίοντες τοῦτον ἐπαλαίωσαν· 〈Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου.〉 Ἄσηπτος, οὐδὲ γὰρ μώλωπες αὐτὸν κατέσηψαν· 〈Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου.〉 Ἀσητόβρωτος, οὐδὲ οἱ αἱρετικοὶ σῆτες αὐτὸν διέφθειραν· 〈Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.〉 Ἄρραφος, οὐδὲ γὰρ φύλλα συκῆς ῥάψασα τραχέα τὰ τῶν αἱρετικῶν δόγματα ἐφόρεσεν. Ἐκ τῶν ἄνωθεν ὑφαντός· ἡ γὰρ ἄνωθεν σοφία ἐκ τῶν ἄνωθεν δογμάτων αὐτὸν ὕφηνεν.

Ὢ τοῦ θαύματος. Ὁ βασιλεὺς Χριστὸς μορφὴν δούλου ἐφόρεσε καὶ τοὺς δούλους αὐτοῦ τοὺς νεοφωτίστους πορφύραν ἐνέδυσεν. Ὢ τῆς καλῆς συναλλαγῆς. Δουλικὸν χιτῶνα τὸ σῶμα ἐδανείσατο καὶ βασιλικὸν χιτῶνα τὸ βάπτισμα ἀντέδωκε. Στρατιώτου θώρακι ὁ βασιλεὺς ἐχρήσατο, ἵνα τὸν τύραννον λάθῃ, καὶ ὁλόχρυσον θώρακα τῷ στρατιώτῃ ἔδωκε. Σάρκα ἔλαβε καὶ θεότητα ἔδωκεν· 〈Ἐγὼ εἶπα θεοί ἐστε.〉 Γῆν ἔλαβε καὶ οὐρανὸν ἔδωκε. Πενίαν ἔλαβε καὶ πλοῦτον ἔδωκε· πλούσιος ὤν, δι᾽ ἡμᾶς ἐπτώχευσεν.

Ἐπειδὴ γὰρ ἐδανείσατο τὸν τῆς σαρκὸς χιτῶνα καὶ ὃν ἐποίησεν ἔλαβε καὶ ὃν ἐχαρίσατο αὐτὸς ἐδανείσατο, τοῦτον δὲ τὸν χιτῶνα Ἰουδαῖοι ἐν τῷ σταυρῷ τοῖς ἥλοις κατέσχισαν καὶ τῇ λόγχῃ διέρρηξαν, ἀπεδύσατο τῷ θανάτῳ καὶ ἔπλυνε καὶ ἔβαψεν. Ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ· ἔπλυνε τῷ ὕδατι, ἔβαψε τῷ αἵματι καὶ ἐθυμίασε τῇ σμύρνῃ, ἣν ὁ Νικόδημος ἤνεγκε, καὶ ἐνετύλιξε τῇ σινδόνι, ἣν ὁ Ἰωσὴφ ἠγόρασε, καὶ ἐφύλαξεν ἐν τῷ τάφῳ ὡς ἐν κιβωτῷ ἀσφαλισάμενος. 〈Οὐδὲ〉 γὰρ 〈ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.〉 Καὶ ἀναστὰς ἐκ τοῦ τάφου ὡς νυμφίος ἐκ θαλάμου, καινουργηθέντα καὶ ἀκέραιον τὸν χιτῶνα ὡς νυμφίος ἐφόρεσε, καὶ ἐν αὐτῷ τὴν ἐκκλησίαν φορῶν ἀνῆλθεν εἰς οὐρανούς, ἵνα καυχήσωνται οἱ χρήσαντες τὸ ἱμάτιον, ὅτι φορῶν αὐτὸ ὁ βασιλεὺς ἐν δεξιᾷ τοῦ πατρὸς ἐκάθισε. Καὶ λεγέτω Παῦλος· 〈Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.〉 Καὶ βλέπε λοιπὸν ἐνταῦθα τὸ θαυμαστὸν μυστήριον· ὁ Χριστὸς καὶ ἡ ἐκκλησία ἀλλήλους συνεδέδυνται. Ὢ στοργή, ὢ φιλία, ὢ ἀγάπη, ὢ διάθεσις· ἡ νύμφη καὶ ὁ νυμφίος ἐφόρεσαν ἑαυτούς. Πῶς καὶ τίνα τρόπον; Ἄκουσον· ὅτι ἄνω μὲν ὁ Χριστὸς τὴν ἐκκλησίαν διὰ τοῦ σώματος ἐνδέδυται, ὅτι πάντας ἀνθρώπους ἐνδύσει· κάτω δὲ ἡ ἐκκλησία τὸν Χριστὸν διὰ τοῦ βαπτίσματος ἐνεδύσατο· 〈Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.〉 Ποῖον Χριστόν;

Ὃν ἄρτι ὁ προφήτης ὡς ἐπίτροπος δεσπότην περὶ τῶν παροίκων ἐρωτᾷ· 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;〉 ...