Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς
Ομιλία στην Παρασκευή της Διακαινησίμου
Ομιλία για το Πάθος και τη σταύρωση του Χριστού, με έμφαση στη μαρτυρία της κτίσεως και την υπεροχή Του έναντι των προφητών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία στην Παρασκευή της Διακαινησίμου
Ομιλία για το Πάθος και τη σταύρωση του Χριστού, με έμφαση στη μαρτυρία της κτίσεως και την υπεροχή Του έναντι των προφητών.
Homilia in feriam VI infra Octauam Paschae Τῇ παρασκευῇ τῆς Λαμπρᾶς. Καὶ νῦν ὄντως ἡ 〈ἡμέρα 〈τῇ ἡμέρᾳ〉 ἐρεύγεται ῥῆμα,〉 ἡμέρα ἡ σήμερον ἡ ἕκτη· 〈Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα ἕκτη.〉 Ἡμέρα καὶ ἡ ἐκκλησία· 〈Ἡμεῖς δὲ ἡμέρας ὄντες υἱοὶ νήφωμεν. Πάντες υἱοὶ φωτός ἐσμεν καὶ υἱοὶ ἡμέρας.〉 Ἡ οὖν σήμερον ἡμέρα λέγει τῇ ἡμέρᾳ τῇ ἐκκλησίᾳ, καὶ ὡς ἀδελφὴ πρὸς ἀδελφὴν ἡ σήμερον ἡμέρα, παρασκευὴ ἡμέρα, τῇ ἡμέρᾳ 〈τῇ〉 ἐκκλησίᾳ λέγει· Οἶδας, φησίν, ὦ Χριστοῦ νύμφη, οἷον πένθος ἔσχον τότε, ὅτε ὁ σὸς νυμφίος ἐσταυρώθη ἐν ἐμοί, ὅπως τὸ φῶς λευκὸν χιτῶνα ἐκδυσαμένη ὡς πενθικὸν ἱμάτιον τὸ σκότος ἐφόρεσα, ὅπως ἐγώ τε καὶ ὁ ἥλιος, ὡς δοῦλος μετὰ συνδούλης, τὸν δεσπότην ἀποθανόντα ἐκλαίομεν, καὶ οἱ δύο μελανηφοροῦντες, ἐγώ τε καὶ ὁ ἥλιος, κόσμον ἐκδιδάσκομεν ὅτι ὁ ἡμέρας καὶ ἡλίου δημιουργὸς ἐσταυρώθη. Πόσοι ἐφονεύθησαν ἀπὸ τοῦ Ἄβελ δίκαιοι, καὶ οὐδέποτε [ἡ ἡμέρα] ἐμελανηφόρησε. Πόσοι ἀνηρέθησαν ἅγιοι καὶ οὐδέποτε ὁ ἥλιος σκότος ἐνεδύσατο. Ὁ εἷς ἐσταυρώθη, καὶ οἱ δύο ἐσκοτίσθησαν. Εἰ μὴ ἦν αὐτῶν δεσπότης, οὐκ ἂν οὕτως ἐπένθησαν· εἰ ἄνθρωπος ἦν ψιλός, οὐκ ἂν ὡς δεσπότην ἔκλαυσαν. Ὅτι δὲ κύριος τῶν ἡμερῶν ἐστι, 〈Κύριος,〉 φησίν, 〈ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.〉 Ὁ τοῦ σαββάτου κύριος καὶ ἐμοῦ τῆς παρασκευῆς ἐστι κύριος· ἄνθρωπος δὲ ψιλὸς κύριος ἡμερῶν οὐ γίνεται.
Ὅτι δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ κύριος τῶν ἡμερῶν, ἐσταυρώθη, 〈Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερουσαλήμ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται〉 εἰς χεῖρας ἁμαρτωλῶν. Ἀλλ᾽ ἐπειδὴ μόνη καὶ ὡς δούλη μαρτυροῦσα ἡ παρασκευὴ παρὰ τοῖς αἱρετικοῖς οὐ πιστεύεται ὅτι οὐκ ἦν ἄνθρωπος ψιλὸς ὁ σταυρωθείς, μάρτυρα τὴν κτίσιν καλεῖ, ἵνα ἐπὶ στόματος δύο καὶ τριῶν καὶ πλειόνων μαρτύρων βεβαιωθῇ ἡ ἀλήθεια. Εἰπέ, οὐρανέ, διὰ τί σκότος ἐν τῷ πάθει ἐνεδύσω; Ἀποκρίνεται· Ὅτι ἐκεῖνος ἐσταυρώθη ὁ ἐν Ἠσαΐᾳ εἰπών· 〈Ἐνδύσω τὸν οὐρανὸν σκότος.〉 Καὶ τί; Μὴ ἆρα ὅτι ἄνθρωπος ἐπὶ σταυροῦ ἀπέθανεν; Ἀλλὰ ἀποκρίνεται· Εἰ δι᾽ ἄνθρωπον ἐσκοτίσθην, καὶ πῶς, ὅτε Ἀδὰμ τῇ ἁμαρτίᾳ ἀπέθανε καὶ ὡς νεκρὸς ἀπὸ οἴκου τοῦ παραδείσου ἐξεφέρετο, σκότος οὐκ ἐφόρεσα; Τότε Ἀδὰμ παρὰ τῷ ξύλῳ ἀπέθανε, νῦν δὲ ὁ ποιητὴς τοῦ Ἀδὰμ σαρκωθεὶς ἐπὶ τῷ ξύλῳ ἀπέθανεν, ἵνα διὰ τοῦ θανάτου θανατώσῃ τὸν θάνατον. Μαρτύρησον καὶ σὺ τῇ ἡμέρᾳ, ἥλιε συνοδοιπόρε ταύτης καὶ συνεργὲ καὶ συναπόδημε καὶ σύνδουλε· Διὰ τί λευκοφορῶν ἐξαίφνης ἐμελανηφόρησας;
Ἆρα ὅτι ἄνθρωπον οἱ Ἰουδαῖοι ἐσταύρωσαν; Καὶ πῶς, ὅτε τὸν Ἠσαΐαν ἔπρισαν, τοῦτο οὐκ ἐποίησας; Πῶς τὸν σταυρωθέντα ἐπένθησας καὶ τὸν πρισθέντα οὐκ ἐδάκρυσας; Ἀλλ᾽ ἀποκρίνεται· Ὅτι Ἠσαΐας ὁ πρισθεὶς ἐμὸς σύνδουλος, ὁ δὲ σταυρωθεὶς ἐμὸς κύριος. Δοῦλός εἰμι, δεσπότην πενθεῖν οἶδα, σύνδουλον πενθεῖν οὐκ οἶδα. Δεῦρο καὶ σύ, ὦ γῆ, ἀνθρώπῳ [ἔτρεμες καὶ ἐσείσθης καὶ ἐφοβήθης]; Εἰπὲ ἡμῖν τί σοι ἐγένετο ὅτε σεισμένη ἐν τῷ πάθει [ἔτρεμες] καὶ ὡς πλοῖον δονουμένη ἠπείλει κόσμῳ ναυάγιον· μὴ ὅτι ἄνθρωπος ἐσταυροῦτο φοβηθεῖσα ἔτρεμες; Καὶ πῶς Ἰωάννου ἀποκεφαλισθέντος ἀτάραχος ἔμεινας; Ἀποκρίνεται· Ὅτι Ἰωάννης μὲν ὕδατι ἐβάπτιζεν ὡς ἄνθρωπος, ὁ δὲ σταυρωθεὶς ὡς θεὸς ἐν πνεύματι καὶ πυρὶ ἐβάπτισεν. Ἐγώ, φησίν, ὁ ἐν ὕδατι βαπτίζων τοῦ ὕδατος διάκονος· ὁ ἐν πυρὶ βαπτίζων τοῦ πνεύματος ὁμοούσιος. Ἐπερωτήσωμεν καὶ τὰς πέτρας· Διὰ τί ὡς δουλίδες πενθοῦσαι ἐν τῷ πάθει περιεσχίζεσθε; Ἆρα ὅτι ἄνθρωπον ὁ Πιλᾶτος τῷ σταυρῷ προσήλωσε; Καὶ πῶς, ὅτε Ἀντίοχος τοὺς Μακκαβαίους ἐπὶ τὸν καταπέλτην καὶ τοὺς τροχαντῆρας ἐμελοτόμει οὐ περιεσχίσασθε; Ἀποκρίνονται· Διὰ τοὺς ἑπτὰ οὐ περιεσχισάμεθα, ὅτι πρὸς τὸν ἕνα ἔσπευδον· διὰ τὸν ἕνα περιεσχισάμεθα, ὅτι ὁ τοὺς ἑπτὰ θυσίαν λαβὼν ὡς εἷς τῶν ἑπτὰ ἐθύετο. Μαρτυρεῖται καὶ τὸ σχιζόμενον τοῦ ναοῦ καταπέτασμα· Διὰ τί τὸ περιβόλαιον τοῦ ἁγίου τῶν ἁγίων [ἐρράγη];
Ἆρα μὴ ὅτι ἀνθρώπου αἷμα οἱ Ἰουδαῖοι ἐξέχυσαν;
Καὶ πῶς, [ὅτε ὁ] Ζαχαρίας ἐν σοὶ ἐφονεύετο καὶ τὸ αἷμα αὐτοῦ 〈μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου〉 ἐξεχύνετο, [οὐδὲν τοι]οῦτον ἐποίησας; Ἀλλὰ λέγει· Ἐπὶ τοῦ ἐσταυρωμένου τὸ καταπέτασμα περιεσχίζετο, ἐπὶ δὲ τοῦ φονευομένου οὐδὲ ἀράχνη περιεσχίζετο, ὅτι ὁ μὲν σταυρωθεὶς δεσπότης ἐστὶ τοῦ ναοῦ, ὁ δὲ σφαγεὶς πάροικός ἐστι τοῦ ναοῦ. Τὸν λειτουργὸν οὐκ ἐπένθησα, ὅτι ἐμὸς ὑπουργός, τὸν δὲ σταυρωθέντα ἐπένθησα, ὅτι ἐμὸς δημιουργός. Δεῦτε καὶ ὑμεῖς ἐκ τῶν τάφων ἀνιστάμενοι εἴπατε, καὶ οἱ ἀποθανόντες τοὺς ζῶντας διδάξατε· Πῶς ἀπὸ τοῦ αἰῶνος κοιμώμενοι ἐκθαμβωθέντες ἐξυπνίσθητε; Ἆρα ὅτι ἄνθρωπος ἐσταυρώθη; 〈Καὶ πῶς, ὅτε Πέτρος ἐσταυρώθη〉, οὐδεὶς ὑμῶν ἀνέστη; Διὰ τὸν Χριστὸν τοσοῦτοι ἀνέστητε καὶ διὰ τὸν Πέτρον οὐδὲ εἷς. Ἀλλὰ ἀποκρίνονται· Διὰ Πέτρον σταυρωθέντα οὐκ ἀνέστημεν· οὐδὲ γὰρ ξένον εἴχομεν ἰδεῖν ἄνθρωπον ἀπὸ γῆς εἰς γῆν πορευόμενον. Δεσποτικῷ ...
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.