Ἔργον
Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς (ἐν ταῖς σειραῖς)
Ερμηνεία στον Ψαλμό 1
Εξηγητικά σχόλια στον πρώτο ψαλμό, με ιδιαίτερη αναφορά στην έννοια του μακαρισμού και της καθέδρας των λοιμών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον Ψαλμό 1
Εξηγητικά σχόλια στον πρώτο ψαλμό, με ιδιαίτερη αναφορά στην έννοια του μακαρισμού και της καθέδρας των λοιμών.
In Psalmum I, 1 Ἀστερίου Ἀρειανοῦ Ἀπὸ μακαρισμοῦ ἤρξατο τῆς ψαλμῳδίας ὁ Δαυίδ, ἐπειδὴ μαθητὴς καὶ μιμητὴς ἐγένετο τοῦ νοητοῦ Δαυίδ, τοῦ Χριστοῦ· κἀκεῖνος γὰρ ἀπὸ μακαρισμῶν ἤρξατο τῆς διδασκαλίας. Ἀγγέλους δὲ οὐ μακαρίζει· οἱ ἄγγελοι γὰρ ἐν βουλῇ ἀσεβῶν οὐ πορεύονται, ἀεὶ προσκυνοῦντες τὸν τῶν δυνάμεων κύριον. Ἀλλ᾽ οὔτε βρέφος τὸ βουλεύεσθαι μὴ ἐπιστάμενον. Ἀλλ᾽ οὔτε γυνὴ ἰδικῶς· ὅτι ἡ ἀξία τοῦ μακαρισμοῦ οὐκέτι ἀπὸ τοῦ σχήματος, ἀλλ᾽ ἀπὸ τοῦ φρονήματος, ἀνὴρ ὀνομάζεται, ὥσπερ καὶ ὁ ἀνὴρ οὐκ ἐν τῷ σχήματι, ἀλλ᾽ ἐν τῷ γενναίῳ φρονήματι θεωρούμενος, οὐκ ἐν ἡλικίᾳ μετρούμενος, ἀλλ᾽ ἐν φιλοθεΐᾳ κρατούμενος. Ἀσεβεῖς δὲ λέγονται οἱ τὸν θεὸν ἐν ἀληθείᾳ μὴ σεβόμενοι. Ὡς γὰρ οἱ κακόφωνοι ἄφωνοι λέγονται, οὕτως καὶ οἱ κακόφρονες ἀσεβεῖς ὡς κακῶς σεβόμενοι.
Ἀστερίου Ἀρειανοῦ Διὰ τῆς καθέδρας τὴν διδασκαλίαν δηλοῖ, ὥς φησιν ἐπὶ τῆς Μωυσέως καθέδρας. Καθέδρα τοίνυν λοιμῶν ἡ διδασκαλία τῶν παρανόμων.
In Psalmum IV, 1—3 Ἀστέριος δὲ ὁ Ἀρειανὸς οὕτως τὸν ψαλμὸν ἐξηγήσατο· Διὰ τί 〈Εἰς τὸ τέλος ἐν ὕμνοις〉 ἐπιγέγραπται ὁ ψαλμός; Ἐπειδὴ καλῶς μὲν ἤρξατο, καλῶς δὲ τὸν βίον ἐτέλεσεν; Ἢ ἐπειδὴ κακῶς μὲν ἤρξατο, θεωρήσας τὴν τοῦ Οὐρίου γυναῖκα λουομένην, καὶ ἐμοίχευσεν, καλῶς δὲ μετανοήσας τὸν βίον ἐτέλεσεν, διὰ τοῦτο εἰς τὴν ἀρχὴν ἐν ψόγοις, 〈εἰς τὸ τέλος ἐν ὕμνοις. Ψαλμὸς τῷ Δαυὶδ〉 ἡ πρᾶξις τῆς μετανοίας. Καὶ ἐπειδὴ 〈ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ δικαιοσύνη,〉 διὰ τοῦτο ἔλεγεν· 〈Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου.〉 Δικαιοσύνην γὰρ αὐτοῦ νῦν λέγει ὁ Δαυὶδ τὴν μετάνοιαν. Εἶδεν ὁ θεὸς καθαρθεῖσαν τὴν ψυχὴν καὶ ἐδέξατο τὴν προσευχήν. Ἢ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸν διωγμὸν τὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ὠδύρετο, προσευχὴ δὲ μεσιτεύσασα τὸν τύραννον ἀνεῖλεν, ὡς ἐρωτηθεὶς πῶς τὸν Ἀβεσσαλὼμ ἐνίκησεν, ἀπεκρίνατο τὴν ἀρχὴν τοῦ ψαλμοῦ.
Ὥσπερ γάρ, φησίν, ἁμαρτήσαντί μοι ὁ θεὸς αὐτὸν κατ᾽ ἐμοῦ ἤγειρεν, οὕτως μετανοήσαντι τὴν κατ᾽ αὐτοῦ ἐδωρήσατο νίκην. Διὰ τί δ᾽ ἐν αὐτῷ τῷ ἐπικαλεῖσθαι εἰσηκούσθη ὁ Δαυίδ; Ἐπειδὴ ἐλεγχόμενος ὑπὸ τοῦ Νάθαν εὐθὺς εἰς μετάνοιαν ἐκάμφθη, διὰ τοῦτο εὐθὺς προσευχόμενος εἰσηκούσθη. Ὁ γὰρ πάντα ποιῶν ὅσα βούλεται ὁ θεὸς ὑπακούεται παραχρῆμα, καὶ ἔτι λαλοῦντος ἐρεῖ ὁ θεός· 〈Ἰδοὺ πάρειμι.〉 Εἶτα εἰρηκὼς τοῖς πλησίον ὅπως τάχειον εἰσηκούσθη, τρέπει τὸν λόγον πρὸς τὸν θεὸν καὶ τῷ εἰσακούσαντι εὐχαριστεῖ· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Τὰ κύματα τῶν θλίψεων, φησίν, ἡ ταχεῖα γαλήνη διέλυσεν. Καὶ λιμῷ με τηκόμενον ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου ἐπλούτισας, ὡς μὴ μόνον ἐμέ, ἀλλὰ καὶ πάντας τοὺς ὑπ᾽ ἐμὲ ἀπολαῦσαι.
Διὸ ὑποκαταβὰς ἔλεγεν· 〈Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.〉 Ἡ ἐκείνων περιουσία εὐφροσύνη καρδίας μοι γέγονεν. Τοῦτο δὲ μανθάνομεν ἀπ᾽ αὐτῆς τῆς ἱστορίας. Ὅτε γὰρ πολεμούμενος ὑπὸ τοῦ Ἀβεσσαλὼμ ἔφευγεν ἐν ταῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσιν, λιμῷ καὶ ἀνάγκῃ ὡς ἐν διωγμῷ ἐκρατήθη, ἀλλ᾽ ὁ θεὸς αὐτοῦ τὴν ἀνάγκην παρεμυθήσατο.
Πρῶτος γὰρ ὁ Σιβά, ὁ ἐκ τοῦ οἴκου τοῦ Σαούλ, ἤνεγκεν αὐτῷ ἄρτους διακοσίους καὶ οἶνον καὶ παλάθας καὶ σταφίδας. Εἶτα μετὰ τοῦτον, Βερζελλὶ ὁ Γαλααδίτης καὶ αὐτὸς αὐτῷ προσήνεγκεν δέκα κοίτας, ἵνα μὴ χαμευνῇ, καὶ ἀμφιτάπητας, τοὺς καλουμένους νῦν τυλοτάπητας, καὶ οἴνου κεράμια καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ κύαμον καὶ φακὸν καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ γαλαθηνὰ μοσχάρια. Εὐχαριστῶν οὖν ἐπὶ τούτοις φησίν· 〈Ἐν θλίψει ἐπλάτυνάς μοι.〉 Τί δὲ λέγων εἰσηκούσθης, μὴ μακρὸν κατέτεινας λόγον, μὴ πλατὺν ὀνομάτων καὶ ῥημάτων κατέγραψας πίνακα; Οὐδαμῶς, φησὶν ὁ Δαυίδ· Οὐ γὰρ χρῄζει πολυλογίας ὁ θεός, ὁ καὶ μόνῳ στεναγμῷ ἀρκούμενος.
Τοῦτο μόνον ἔλεγον προσευχόμενος· 〈Οἰκτείρησον καὶ εἰσάκουσον τῆς προσευχῆς μου.〉 Εἴποι δὲ ταῦτα καὶ ὁ λῃστὴς ἐν τῷ σταυρῷ πρὸς τὸν κύριον· εἰπὼν γὰρ καὶ ἐπικαλεσάμενος ἐν τῇ αὐτοῦ θλίψει· 〈Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,〉 εἰσηκούσθη καὶ ἀντὶ σταυροῦ τὸν παράδεισον ᾤκησεν καὶ πολίτης γέγονε τοῦ οὐρανοῦ. Αὐτὸς καὶ πρὸς τοὺς Ἰουδαίους βοήσεται· 〈Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;〉 Θεάσασθε τὴν κτίσιν τῷ κτίστῃ συμπάσχουσαν. Εἰ τὸν Λάζαρον τετραήμερον ἀπὸ τάφου τρέχοντα ἰδόντες οὐκ ἐπιστεύσατε, νῦν γοῦν προσκυνήσατε τοῦ σταυρωθέντος τὴν δύναμιν. Νεκροὺς ὁ σεισμὸς ἀνέστησεν, καὶ ὑμεῖς τῇ ἀπιστίᾳ καθεύδετε.
Διὰ τί βαρυκάρδιοι; Τοῦτο μὲν διὰ τὸ μὴ κατανυγῆναι τοῖς θαύμασιν, τοῦτο δὲ διὰ τὸ ἐξ ἀφροσύνης βαρέως κατὰ τοῦ Χριστοῦ ὀργίζεσθαι. Μάρτυς ἡ γραφὴ εἰποῦσα· 〈Βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα, ὅτι〉 οὔτε νουθεσίᾳ θέλγεται καὶ θαύματα βλέπων ὀργίζεται. 〈Ἵνα τί ἀγαπᾶτε ματαιότητα,〉 τὸν Βαραββᾶν τοῦ Χριστοῦ προτιμήσαντες, τὸν φονέα ὑπὲρ τὸν ζωοποιόν, τὴν βασιλείαν τοῦ Καίσαρος ὑπὲρ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἁμαρτίαν τὴν ἄμμου παραλίας βαρυτέραν ὑπὲρ τὴν δικαιοσύνην, τὰ πρόσκαιρα ὑπὲρ τὰ αἰώνια, τὴν φθορὰν ὑπὲρ τὴν ἀφθαρσίαν; Ἀλλὰ πρὸς τούτοις 〈καὶ ζητεῖτε ψεῦδος,〉 ψευδομάρτυρας ἐξωνούμενοι κατὰ τῆς ἀληθείας λέγοντας· 〈Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρον διδόναι. Ἀνασείει τὸν λαὸν διδάσκων. Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.〉 Καὶ τί ἐκακοποίησεν; Ὅτι νοσοῦντας ἰάσατο; Ὅτι δαίμονας ἐφυγάδευσεν; Ὅτι νεκροὺς ἤγειρεν; Ὅτι ἐκ πέντε ἄρτων ἰσαρίθμους χιλιάδας ἐν ἐρήμῳ διέθρεψεν χωρὶς γυναικῶν καὶ παίδων; Ἔτι ἡ τροφὴ ἐν τῷ λάρυγγι καὶ τὸ ψεῦδος ἐν τῷ στόματι. Καὶ τοῖς τῷ Ἀβεσσαλὼμ συναποξενωθεῖσιν ἔλεγεν ὁ Δαυίδ· Τί τῷ ἀτάκτῳ παιδὶ συναπήχθητε; Τί τὸν υἱὸν κατὰ πατρὸς ἀλείφετε; Τί τῇ ματαίᾳ βουλῇ τοῦ Ἀχιτόφελ ἠκολουθήσατε;
Εἰ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτου ἄξιος, ὁ κατὰ πατρὸς ἀκονῶν ξίφος υἱὸς ποσάκις ἐστὶν ἄξιος ἀποθανεῖν; 〈Ἵνα τί οὖν ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;〉 Ψεῦδος λέγει νῦν πᾶν πρᾶγμα μάταιον ταχεῖαν τὴν πτῶσιν καὶ μεταβολὴν ἔχον· 〈Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι.〉
In Psalmum V, 1—4 Ἀστερίου καὶ Διδ[ύμου] Οὐκ εἶπεν ὑπὲρ τῆς κληρονόμου, ὅτι ἀεὶ κληρονομεῖ καὶ πολλὰ ὡς βασίλισσα. Διὰ τί δὲ εἰς τέλος; Ἐπειδὴ καὶ τὸν τῆς ἐπιδημίας τοῦ σωτῆρος ἀνέμενε καιρὸν καὶ τὸν τοῦ μέλλοντος αἰῶνος. Οἱ μὲν γὰρ προφῆται τὴν διαθήκην ἔγραψαν· ὁ δὲ σωτὴρ ταύτην ἐλθὼν ἐβεβαίωσεν καὶ ὑπέγραψεν τρόπον τινὰ διὰ τῆς καινῆς διαθήκης καὶ ἐπλήρωσε τὰς διὰ τῶν προφητῶν ἐπαγγελίας.
Καὶ ἀποθανὼν ὁ Χριστὸς ὅπλον ἡμῖν καὶ στέφανον κατέλιπεν τὸν σταυρόν. Διὸ λέγει εἰς τὸ τέλος τοῦ ψαλμοῦ· 〈Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.〉 Ὅπλον γὰρ καὶ στέφανος ὁ σταυρός· ὅπλον διὰ τοὺς πολεμοῦντας, στέφανος διὰ τοὺς νικῶντας· ὅπλον διὰ τοὺς στρατιῶτας συγκακοπαθήσοντας, στέφανος διὰ τοὺς συμβασιλεύοντας. Ἀλλ᾽ ὁ Ἰουδαῖος τὸν 〈ὑπὲρ τῆς κληρονομούσης〉 οἰκειοῦται ψαλμὸν λέγων· Ἐμοὶ ἔθετο ὁ θεὸς τὰς διαθήκας. Μὴ γὰρ ὁ διαθέμενος δοῦλος τῆς ἑαυτοῦ ἐστιν διαθήκης; Ἐὰν ἀχαριστήσῃ τοῖς κληρονόμοις, ἀλλάσσει τὴν διαθήκην καὶ τοὺς κληρονόμους. Καὶ ὅτι ἀχαριστῶν τοῖς Ἰουδαίοις ἤλλαξεν τὴν πρώτην διαθήκην καὶ ἄλλην καινὴν ἔγραψεν, λέγει διὰ Ἰερεμίου· 〈Ἰδοὺ ἐγὼ διατίθεμαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐξελθόντων ἐξ Αἰγύπτου.〉 Καὶ ἐπάγει· 〈Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν.〉 Εἰ ἐν τοῖς ἠμελημένοις εἶ, οὐκ εἶ κληρονόμος, ἀλλ᾽ ἀποκληρονόμος. Ἔλαβες δὲ τὴν διαθήκην οὐχ ὡς σήν, ἀλλ᾽ ὡς παραθήκην. Οὐδέποτε γὰρ κληρονόμος διαθήκην λαμβάνει ζῶντος τοῦ διατιθεμένου. Ἐὰν γὰρ λάβῃ, ὕποπτον ποιεῖ τὴν διαθήκην καὶ ἀντιλέγεται ὑπὸ τῶν ἀποκληρονόμων.
Ἐπεὶ οὖν αὐτὸς φυλάττεις τὴν διαθήκην, προάγαγε ταύτην, ἵνα γνῶμεν τί λέγει περὶ ὑμῶν ἐπὶ τῶν μαρτύρων ὁ διαθέμενος· 〈Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.〉 Καὶ ἵνα μὴ περὶ ἄλλου ταῦτα νομίσῃς λέγεσθαι, ἐπάγει· 〈Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν.〉 Μὴ σὺ ὁ κληρονόμος; Περὶ δὲ τῶν ἐθνῶν οἵας εὐχαριστίας γράφει; 〈Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου.〉 Περὶ ὑμῶν λέγει· 〈Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.