Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς (ἐν ταῖς σειραῖς)

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στους Ψαλμούς 14 και 15

Ανάλυση των εννοιών του επίγειου σκηνώματος, της αποφυγής του τόκου και της αποκατάστασης των εθνών από τον Χριστό, με αναφορές στους αποστόλους και τους μάρτυρες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 3 από 7

In Psalmum XIV, 1 Ἀστερίου Ἰδὼν δὲ ὁ προφήτης ὡς 〈οὐκ ἔστιν ὁ ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός,〉 διὰ τοῦ προτέρου ψαλμοῦ, ἀθυμῶν ἐπὶ τῇ πανδήμῳ πλάνῃ ἐπερωτᾷ τὸν θεόν· 〈Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου,〉 ἵνα παροικήσας τὸν κόσμον οἰκήσῃ τὸν οὐρανόν; Ὡς γὰρ ἐπὶ σκηνῆς φησιν ὁ Παῦλος· 〈Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου.〉 Καὶ ὁ Ἠσαΐας· 〈Ὁ πήξας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν.〉 Σκήνωμα δὲ καὶ τὸ τοῦ ἀνθρώπου σῶμα, Παύλου λέγοντος ἄκουσον· 〈Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι,〉 καὶ πάλιν· 〈Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ,〉 καὶ τὰ ἑξῆς, ὁποῖον καὶ τὸ 〈Μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.〉 Ἔστι δὲ τοῦτο θεοῦ, καθά φησιν ὁ ἀπόστολος· 〈Δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ θεοῦ,〉 τουτέστιν ἔργα. Τίς τοίνυν ὡς καλύβῃ τῷ σώματι χρήσεται, τῇ μὴ δυναμένῃ τι τῶν ἀναγκαίων τηρεῖν;

Ὁποῖος ὢν ἔλεγεν Ἀβραάμ· 〈Πάροικος ἐγώ εἰμι.〉 Ἀλλὰ καὶ Ἰσαάκ· 〈Παρῴκησε, φησίν, ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.〉 Ἔφη καὶ Ἰακώβ· 〈Αἱ ἡμέραι τῶν ἐτῶν μου ἃς παροικῶ ρλʹ ἔτη.〉 Καὶ Μωυσῆς ἔλεγε· 〈Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.〉 Ὄρος δὲ λέγει τὸν οὐρανόν, ἰσάγγελον ἄνδρα ζητῶν τὸν δυνάμενον λέγειν· 〈Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.〉 Ἐρωτῶντι δέ φησιν ὁ δεσπότης· 〈Πορευόμενος ἄμωμος.〉 ...ἰσάγγελον τοίνυν ἄνδρα ζητῶν ὁ προφήτης, τὸν δυνάμενον λέγειν· 〈Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει,〉 ἠρώτα. Πρὸς ὃν ἀποκρίνεται ὁ δεσπότης· 〈Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην.〉

In Psalmum XIV, 4—5 Ἀστερ. Πρὸς δ᾽ αὖ τούτοις ὀμόσαι ὁ Δαυὶδ οὐκ ἐνομοθέτησεν, ἀλλὰ τὸν ἀφ᾽ ἑαυτοῦ ὀμνύοντα παρέστησεν, ὅντινα καὶ ἐπαινεῖ, οὐχ ὅτι ὤμοσεν, ἀλλ᾽ ὅτι οὐκ ἐπιώρκησεν. Συνεχώρουν δὲ οἱ προφῆται ὀμνύναι κατὰ θεοῦ, ἵνα μὴ κατὰ τῶν εἰδώλων ὀμόσωσιν.

Ὅτι δὲ κατὰ τῶν εἰδώλων ὤμνυον, ἄκουσον Ἀμὼς τοῦ προφήτου περὶ τῶν Ἰσραηλιτῶν λέγοντος· 〈Οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ λέγοντες· Ζῇ ὁ θεός σου, Δάν, καὶ ζῇ ὁ θεός σου, Βηρσαβεέ· καὶ πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν.〉 Καὶ ἄλλος· 〈Καὶ ὤμνυον ἐν τοῖς μὴ οὖσιν.〉 Ἵν᾽ οὖν μηθ᾽ ὅλως ὁ ῥύπος τῆς τῶν θεῶν ὀνομασίας μιαίνῃ αὐτῶν καὶ τὴν γλῶσσαν καὶ τὴν διάνοιαν, μᾶλλον κατὰ τοῦ θεοῦ ὀμνύειν εἴασαν καὶ τούτους ἐπῄνεσαν. 〈Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ.〉

Ἀστερ. Ὁ δὲ Παῦλος 〈τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκον,〉 τὸ εὐαγγέλιον μισθῷ μὴ κηρύξας.

In Psalmum XV, 4—5 Ἀστερ. 〈Τὸ Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων〉 περὶ τῶν ἀποστόλων καὶ τῶν δι᾽ αὐτῶν πεπιστευκότων φησίν, καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας μαρτυρησάντων· τούτων γὰρ τὰς συναγωγὰς οὐ μὴ συναγάγω ἐξ αἱμάτων. Ἐν τούτοις γὰρ ἀθληταὶ καὶ δόκιμοι καὶ τῆς ἀληθείας ἀπεδείχθησαν μάρτυρες. 〈Οὐδ᾽ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.〉 Ἀρκεῖ γὰρ αὐτοῖς ὅτι τὰ ὀνόματα αὐτῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐπεὶ οὖν χείλη καὶ στόμα Χριστοῦ οἱ προφῆται καὶ εὐαγγελισταὶ καὶ ἀπόστολοι, οὐκ ἐπετράπησαν δὲ πολλῶν ἁγίων γράψαι ἢ φανερῶσαι ὀνόματα οὐδὲ μνησθῆναι, ἵνα μὴ ἀκηδιάσωσιν οἱ τὰς γραφὰς ἀναγινώσκοντες. Εἰ γὰρ νῦν ὀλίγων ὀνόματα ἀποναρκῶμεν πολλάκις ἀναγινώσκοντες, τίς ἂν ὑπέμεινεν ἀναγνῶναι τοσαῦτα ὀνόματα. Οὕτω ποῦ ὁ Παῦλος, μνημονεύων ἁγίων συνεργῶν, ἕνα ὀνομάσας, τοὺς ἄλλους παρεσιώπησεν, εἰπὼν περὶ δύο ἁγίων γυναικῶν Εὐοδίας καὶ Συντύχης· 〈Ναὶ ἐρωτῶ καὶ σέ, σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.〉 Καὶ ἕνα ὀνομάσας, τῶν ἄλλων οὐκ εἶπεν τὰ ὀνόματα, ἵνα μὴ ἀποκάμωσιν οἱ τὴν ἐπιστολὴν ἀναγινώσκοντες.

Ἀστερ. 〈Σὺ εἶ ὁ ἀποκαθιστῶν〉 τὰ ἔθνη τὰ σκυλευθέντα ὑπὸ τοῦ διαβόλου· ὅταν, ὡς νυμφίος ἐκ θαλάμου τοῦ τάφου προελθών, τὴν ἐκκλησίαν ἀγάγηται, λέγων τοῖς ἀποστόλοις· 〈Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.〉

In Psalmum XVI, 2 Ἀστερ. Ἡ σὴ κρίσις, δέσποτα, ἔχει καὶ τὸ δίκαιον, ἔχει καὶ τὸν ἔλεον· 〈Ἔλεον γὰρ καὶ κρίσιν ᾄσομαί σοι, κύριε.〉 Ἐπεὶ οὖν μόνος αὐτὸς καὶ τὸν δίκαιον στεφανοῖς καὶ τὸν ἡμαρτηκότα ἐλεεῖς, ἐκ 〈προσώπου σου τὸ κρίμα μου ἐξέλθοι.〉

Ἀστερ. Ὀφθαλμοὺς αὐτοῦ λέγει τοὺς ἀποστόλους· μέλη γὰρ τοῦ σώματος αὐτοῦ ἐσμεν. Εὔχεται οὖν τούτους εὐθύτητα βλέπειν.

In Psalmum XVI, 3—4 Ἀστερίου 〈Ἐδοκίμασας τὴν καρδίαν μου,〉 ὅτι οὐδέποτε διενοήθην ἀδικῆσαι ἄνθρωπον ἢ διὰ χρημάτων ἢ δι᾽ ἄλλην αἰτίαν. 〈Ἐπεσκέψω νυκτός,〉 ὅτι οὐδέποτε ὕπνῳ κατεκρατήθην βαθεῖ, τὸ δίκαιον διερευνώμενος καὶ ὑπό σου φωτιζόμενος, ὅτι, κατὰ τὸν Ἰώβ, 〈Ἐν τῷ φωτί σου ἐπορευόμην ἐν σκότει· Λύχνος γὰρ ἦν τοῖς ποσίν μου ὁ νόμος σου.〉 Νοήσεις δὲ ταῦτα καὶ ὡς ἐκ προσώπου τοῦ σωτῆρος. 〈Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· Οὐ γὰρ ἦλθον, φησίν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον.〉