Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος ὁ Σοφιστής – Εἰς τοὺς Ψαλμούς (ἐν ταῖς σειραῖς)

Ἀστέριος ὁ Σοφιστής

Ερμηνεία στον Ψαλμό 18

Σχολιασμός των πρώτων στίχων του ψαλμού, η διδαχή μέσω της κτίσεως και η αλληγορική ερμηνεία της θέρμης του ηλίου ως προτύπου της τελικής κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος ὁ Σοφιστής

—

Κεφάλαιο 5 από 7

In Psalmum XVIII, 2 Ἀστερ. Οὐρανοὺς δὲ λογικοὺς διηγουμένους δόξαν θεοῦ καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ καὶ τοὺς ἁγίους ἀνθρώπους δηλοῖ. Καὶ ἀγγέλων μὲν καὶ ἀρχαγγέλων, τῶν τε Χερουβεῖν καὶ τῶν Σεραφεῖν, ἤκουσεν ὁ προφήτης Ἰεζεκιὴλ λεγόντων· 〈Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.〉 Καὶ Ἠσαΐας δὲ ὁ προφήτης ἤκουσεν κεκραγότων καὶ λεγόντων· 〈Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.〉 Καὶ ἐν τῷ εὐαγγελίῳ δέ φησιν ὁ Λουκᾶς· 〈Καὶ ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.〉 Καὶ οὐκ εἶπεν διηγήσαντο, ἀλλὰ διηγοῦνται· οὐ γὰρ ἤρξαντο καὶ ἐσιώπησαν, ἀλλ᾽ ἀφ᾽ οὗ ἤρξαντο ἀκαταπαύστοις στόμασιν διηγοῦνται τὴν τοῦ θεοῦ δόξαν. Ἀλλὰ καὶ πάντες οἱ ἅγιοι τὸ αὐτὸ ποιοῦσιν, τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς μιμούμενοι.

Εἶτα, ἵνα μὴ ἀγενήτους καὶ αὐτομάτους εἶναι τούτους νομίσῃς, ἐπιφέρει· 〈Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα,〉 ἵνα μάθωμεν ὅτι εἰ ὁ θεμέλιος καὶ τὸ δοχεῖον πεποίηται τῶν φωστήρων, πολλῷ μᾶλλον ἡ ἐνθήκη τῶν ἐν αὐτῷ φύσεων.

Ἀλλὰ καὶ ὁ τῶν προφητῶν χορός φησιν· 〈Καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς.〉 Καὶ ὁ τῶν ἀποστόλων θίασος βοῶν· 〈Αὐτοῦ γάρ ἐσμεν ποίημα.〉

In Psalmum XVIII, 3 et 5 Ἀστερ. 〈〈Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,〉〉 καὶ ἀπόστολος δὲ ἀποστόλῳ τὸ εὐαγγελικὸν κήρυγμα· 〈Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται. Καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον·〉 Ἀνδρέας τῷ Πέτρῳ εὐαγγελιζόμενος τὸν Χριστόν, 〈ὃν ἔγραψεν Μωυσῆς·〉 ὁ Φίλιππος τῷ Ναθαναήλ, ὁ Ἰωάννης τοῖς δυσὶ μαθηταῖς αὐτοῦ. 〈Ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.

Νὺξ δὲ νυκτὶ ἀναγγέλλει γνῶσιν·〉 ἀσεβὴς ἀσεβεῖ ὡς Αἰγύπτιος Αἰγυπτίῳ φάσκων· 〈Φύγωμεν ἀπὸ προσώπου Ἰσραήλ· ὁ γὰρ κύριος πολεμεῖ ὑπὲρ αὐτῶν τοὺς Αἰγυπτίους,〉 ἵνα ἀληθεύσῃ ὁ κύριος εἰπών· 〈Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος, ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν πᾶσιν τοῖς ἅρμασιν καὶ ἐν πᾶσιν τοῖς ἵπποις αὐτοῦ.〉 Καὶ ὁ ἱεροψάλτης· 〈Ὅταν,〉 φησίν, 〈ἀπέκτεννεν αὐτούς, ἐξεζήτουν αὐτόν.〉 Καὶ ἐν ἄλλοις· 〈Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν·〉 ἡ γυνὴ τῷ Πιλάτῳ ἀναγγέλλουσα· 〈Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ κατ᾽ ὄναρ ἔπαθον δι᾽ αὐτόν.〉 Καὶ διὰ τί οὐρανοὺς καὶ στερέωμα καὶ ἡμέρας καὶ νύκτας διδασκάλους ἐπέστησεν; Ἵν᾽ οἱ προφητῶν καὶ ἀποστόλων ἀκοῦσαι μὴ θέλοντες τὰ ἔργα τῆς δημιουργίας διδασκάλους ἔχωσιν. Οὕτως ἔλεγεν τῷ λαῷ ὁ Μωυσῆς· 〈Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας πλανηθεὶς προσκυνήσῃς αὐτοῖς ἃ ἀπένειμεν κύριος ὁ θεός σου τοῖς ἔθνεσιν,〉 οὐκ εἰς προσκύνησιν, ἀλλ᾽ εἰς μάθησιν. 〈Οἱ οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ.〉 Ἐρεύγεται δὲ ῥῆμα καὶ ὁ προφήτης τῇ ἐκκλησίᾳ λέγων· 〈Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.〉 Καὶ τῇ μὲν γῇ ὁ 〈φθόγγος·〉 τῇ παχυτέρᾳ καὶ ἄρτι εἰσαγομένῃ πρὸς θεογνωσίαν ψυχῇ ὁ ἀσημότερος καὶ παιδικώτερος λόγος ἁρμόττει.

Καὶ μάρτυς ὁ ἀπόστολος φήσας· 〈Καὶ ἐγὼ [ὑμῖν], ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς ἐν Χριστῷ.〉 Τῇ δὲ οἰκουμένῃ τὰ ῥήματα· τῇ τελειοτέρᾳ καὶ οἰκητήριον θεοῦ γενομένῃ ψυχῇ τὰ τέλεια καὶ ἀπηρτισμένα δόγματα.

In Psalmum XVIII, 7 Ἀστερ. Ὥσπερ δὲ οἱ τυφλοί, κἂν τὸ φῶς τοῦ ἡλίου μὴ βλέπωσιν, ἀλλά γε τῆς θέρμης μετέχουσιν, οὕτως πάντες οἱ ἄπιστοι, κἂν τὴν θεότητα τοῦ Χριστοῦ ἠρνήσαντο, ἀλλὰ τὴν δύναμιν τοῦ ὀνόματος αὐτοῦ ἔμαθον. Ἢ καὶ ἐν τῇ δευτέρᾳ παρουσίᾳ 〈οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ,〉 ὅτε ὁ 〈θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπηθήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται.〉 Τότε γὰρ 〈ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει.〉