Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Ἔκφρασις εἰς τὴν εἰκόνα τῆς ἁγίας Εὐφημίας

Ἀστέριος Ἀμασείας

Προοίμιο και ιστορικό πλαίσιο

Ο ρήτορας αναζητά ανάπαυση στον ναό, όπου θαυμάζει τον ζωγραφικό πίνακα, και αναφέρεται στον βίο της αγίας Ευφημίας καθώς και στον σκοπό του καλλιτέχνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 1 από 4

Ἀστερίου ἐπισκόπου Ἀμασείας ἔκφρασις εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν πανεύφημον Πρώην μέν, ὦ ἄνδρες, Δημοσθένην εἶχον ἐν χερσὶ τὸν δεινὸν καὶ Δημοσθένους ἐκεῖνα ἔνθα δὴ τὸν Αἰσχίνην πικροῖς βάλλει τοῖς ἐνθυμήμασιν· ἐνχρονίσας δὲ τῷ λόγῳ καὶ πυκνωθεὶς τὴν διάνοιαν ἀνέσεως ἐδεόμην καὶ περιπάτου, ὥστε μοι λυθῆναι μικρὸν τῆς ψυχῆς τὸ πονούμενον.

Προελθών τε τοῦ δωματίου καὶ ὀλίγα τοῖς γνωρίμοις συμβαδίσας ἐπ’ ἀγορᾶς, ἐκεῖθεν εἰς τὸ τοῦ θεοῦ τέμενος ἀφικόμην εὐξόμενος ἐν σχολῇ· ὡς δὲ καὶ τούτου τυχὼν ἕνα δὴ τῶν ὑποστέγων δρόμων ἐβάδιζον, εἶδον ἐκεῖ γραφήν τινα· καί με κατ’ ἄκρας εἷλεν ἡ θέα· Εὐφράνορος ἂν εἶπες εἶναι τὸ φιλοτέχνημα ἤ τινος ἐκείνων τῶν παλαιῶν οἳ τὴν γραφικὴν ἦραν εἰς μέγα, ἐμψύχους ὀλίγου δέοντος ἐργασάμενοι πίνακας. Δεῦρο δ’ εἰ βούλει—καὶ γὰρ σχολὴ νῦν διηγήματος—, φράσω σοι τὴν γραφήν· οὐδὲ γὰρ φαυλότερα πάντως τῶν ζωγράφων οἱ μουσῶν παῖδες ἔχομεν φάρμακα.

Γυνή τις ἱερὰ παρθένος ἀκήρατον θεῷ τὴν σωφροσύνην καθιερώσασα—Εὐφημίαν καλοῦσιν αὐτήν—, τυράννου δέ ποτε τοὺς εὐσεβοῦντας ἐλαύνοντος, μάλα προθύμως τὸν ἐπὶ θανάτῳ εἵλετο κίνδυνον· οἱ δὲ δὴ πολῖται καὶ κοινωνοὶ τῆς θρησκείας ὑπὲρ ἧς ἐτελεύτησεν, ὡς ἀνδρείαν ὁμοῦ καὶ ἱερὰν τὴν παρθένον θαυμάσαντες, πλησίον τοῦ ἱεροῦ τὴν θήκην δειμάμενοι καταθέμενοί τε τὴν λάρνακα, τιμὰς τελοῦσιν αὐτῇ καὶ τὴν ἐτήσιον ἑορτὴν κοινὴν καὶ πάνδημον ποιοῦνται πανήγυριν. Οἱ μὲν οὖν τῶν τοῦ θεοῦ μυστηρίων ἱεροφάνται καὶ λόγῳ τιμῶσι τὴν μνήμην ἀεὶ καὶ προαιρέσει καὶ ὅπως ἐξετέλεσε τὸν τῆς καρτερίας ἀγῶνα ἐπιμελῶς τοὺς συνιόντας λαοὺς ἐκδιδάσκουσιν. Ὁ δὲ δὴ ζωγράφος εὐσεβῶν καὶ αὐτὸς διὰ τῆς τέχνης τὰ κατὰ δύναμιν πᾶσαν τὴν ἱστορίαν ἐν σινδόνι χαράξας αὐτοῦ που περὶ τὴν θήκην ἱερὸν ἀνέθηκε θέαμα· ἔχει δὲ ὧδε τὸ φιλοτέχνημα.