Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν καλὸν Σαμαρείτην (Νόθος)

Ἀστέριος Ἀμασείας

Η αλληγορική και πνευματική ερμηνεία της παραβολής

Παρουσιάζεται η θεολογική εξήγηση των προσώπων και των συμβόλων της παραβολής, με αναφορές στην πτώση του Αδάμ, το απολυτρωτικό έργο του Χριστού και τον ρόλο της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 3 από 3

Τί δὲ τὸ κατέβαινεν; Ὁ κύριος τοῖς Ἑβραίοις διαλεγόμενος καὶ διδάσκων ὡς ἄφρονας καὶ μάτην ἀναστρεφομένους ἐν ταύτῃ τῇ τοῦ κλαυθμῶνος κοιλάδι, οὕτω πώς φησιν· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί, ἐκ τῶν ὀνομάτων μόνον τοῦ ἄνω καὶ κάτω τοῦ καλοῦ καὶ τοῦ χείρονος ποιούμενος τὴν διάκρισιν. Καὶ νῦν δὲ καταβαίνοντα εἰπὼν κατὰ τὴν αὐτὴν ἔννοιαν ἔφη.

Εἴη δ’ ἂν ὁ καταβαίνων Ἀδάμ, ὁ ἀποκυλιόμενος τῆς μακαρίας ἐκείνης καὶ ὑψηλῆς διαγωγῆς εἰς τὸν βάραθρον καὶ χαμαίζηλον τοῦτον βίον. Τίς ὁ ἱερεύς; τίς ὁ λευΐτης; Εἴησαν δ’ ἂν κατὰ θεωρίαν Μωϋσῆς καὶ Ἰωάννης, ἄμφω τοῖς παραπετάσμασι τῆς παραβολῆς ἔνδον κρυπτόμενοι καὶ τὴν τῶν πολλῶν ὄψιν λανθάνοντες. Οὗτοι γὰρ καταλαβόντες τὸν ἄνθρωπον, τουτέστι τὸ γένος ἡμῶν ὅλον, γυμνὸν εὐσεβείας καὶ ἀρετῆς καὶ τοῖς ἐναντίοις τετραυματισμένον, ἐθεάσαντο μέν, οὐ μὴν ἐπήρκεσαν θεραπεῦσαι. Ἀλλ’ ὁ Σαμαρείτης καταλαβών, ἐν ὀνόματι καθυβρισμένῳ θησαυρὸν ἀγαθῶν φέρων, παρέσχε τὴν ἴασιν· ὅς ἐστιν ἡμῶν ὁ σωτήρ, τῇ δυσφήμῳ προσηγορίᾳ τοῦ Σαμαρείτου καλυπτόμενος καὶ τὰς τῆς σωτηρίας τῳ κειμένῳ πηγὰς ἀναβλύζων.

Σαμαρείτην δὲ τὸν σωτῆρα ὁ λόγος ὀνομάζει, αἰσχύνων κἀνταῦθα τὴν τῶν οὕτως αὐτὸν καλούντων παράνοιαν Ἰουδαίων, ὅτι τὸν ὑπὲρ τοὺς λευΐτας καὶ ἱερέας σπλαγχνιζόμενον καὶ θεραπεύοντα τὸν τετραυματισμένον Σαμαρείτην ἐξύβριζον.

Τί δὲ τυγχάνει τὸ κτῆνος, ἐφ’ οὗ τὸν ψυχορραγοῦντα καταθέμενος εἰς τὸ πανδοχεῖον ἤγαγεν ὁ σωτήρ; Ἢ δῆλον ὅτι ὄχημα τοῦ θεοῦ λόγου καί, ὡς ἄν τις εἴποι, ὑποζύγιον τὸ ὁμόφυλον ἡμῖν ὅπερ ἠμπίσχετο, τυγχάνει σῶμα, ἐφ’ οὗ καὶ δι’ οὗ πάντας ἀνέχων καὶ διαβαστάζων ἄγει πρὸς τὴν ἀπαλλαγὴν τῆς νόσου, τὴν ἐκκλησίαν· καὶ γὰρ τῶν τραυμάτων αὕτη ἐστὶν ἡ τελεία θεραπεία καὶ ἀπαλλαγή.