Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ἰάειρον καὶ εἰς τὴν αἱμορροοῦσαν

Ἀστέριος Ἀμασείας

Ιστορική μαρτυρία και εκκλησιολογική ερμηνεία του γεγονότος

Ιστορική αναφορά στον ανδριάντα της Πανεάδας και αλληγορική ερμηνεία της αιμορροούσης ως συμβόλου της εξ εθνών Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 3 από 3

Ἡμεῖς δὲ καταμάθωμεν τῆς ἰαθείσης γυναικὸς τὸ εὐχάριστον. Τῆς γὰρ Πανεάδος οὖσα πολῖτις—πολίχνη δὲ αὕτη τῆς Παλαιστίνης, Φιλίππου νῦν λεγομένη Καισάρεια—ἀγάλματι χαλκῷ τὸν εὐεργέτην ἐτίμησε, τοῦτο γέρας οὐκ ἀνάξιον οἰηθεῖσα τῆς χάριτος. Καὶ χρόνος πολὺς ἐτήρει τὸ ἄγαλμα εἰς ἔλεγχον ἀκριβῆ τῶν τὸ ψεῦδος τολμώντων ἐπιφημίζειν τοῖς εὐαγγελισταῖς. Καὶ οὐδὲν ἐκώλυε σῴζεσθαι τὸν ἀνδριάντα μέχρι νῦν καὶ δεικνύειν ἀμφότερα, καὶ τοῦ θεοῦ τὸ θαυμάσιον καὶ τῆς εὖ παθούσης τὸ χαριστήριον, εἰ μὴ Μαξιμῖνος ἐκεῖνος, ὁ πρὸ τοῦ Κωνσταντίνου τῆς Ῥωμαίων ἄρξας βασιλείας, ἀνὴρ εἰδωλολάτρης καὶ δυσσεβής, ζηλοτυπῶν καὶ ἐν τῷ ἀγάλματι τὸν Χριστόν, ἀνείλετο τῆς πολίχνης τὸν χαλκόν, εἰ καὶ μὴ τὴν μνήμην τῶν γενομένων. Ἰδοὺ γὰρ ὁ μὲν ἀνδριὰς οὐ φαίνεται, τὸ δὲ εὐαγγέλιον τὸ θαῦμα πανταχοῦ βοᾷ καὶ κηρύσσει καὶ ἡ αἱμόρρους ἀπ’ ἀνίσχοντος ἡλίου μέχρι καὶ δυομένου λαλεῖται. Καὶ συνέβη μάταιος πόνος τῷ δυσσεβεῖ ἡ τῆς αἰσθητῆς ὕλης κλοπή. Ὁ μὲν γὰρ χαλκὸς καὶ ἑστὼς καὶ φαινόμενος ἐσιώπα, ἄψυχον τῶν θαυμασίων ὑπόμνημα· ἡ δὲ φήμη μετὰ τοῦ λόγου παραλαβοῦσα τὸ ἔργον καθ’ ἡμέραν διατρέχει πόλεις καὶ κώμας τὸν εὐεργέτην κηρύττουσα.

Σαφέστερον δὲ εἰπεῖν ἡ αἱμορροοῦσά ἐστιν ἡ ἐξ ἐθνῶν ἐκκλησία· ὁ Χριστὸς ἔνδυμα λέγεται· ἐνδύσασθε γάρ, φησί, τὸν κύριον Ἰησοῦν. Τὸ δὲ κράσπεδον τοῦ Χριστοῦ, τουτέστι τῆς σοφίας, ἡ ἀρχή ἐστι τῆς σοφίας· ἀρχὴ δὲ σοφίας φόβος κυρίου. Ἰᾶται οὖν ἡ ῥύσις τοῦ αἵματος τῆς ἀντιλαμβανομένης τοῦ φόβου τοῦ κυρίου ψυχῆς· τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.