Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀστέριος Ἀμασείας – Εἰς τὸν Ζακχαῖον (Νόθος)

Ἀστέριος Ἀμασείας

Η θεραπεία του τυφλού στην Ιεριχώ

Σύγκριση του τυφλού της Ιεριχούς με τον εκ γενετής τυφλό και η σημασία του θαύματος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀστέριος Ἀμασείας

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν Ζακχαῖον Ἕτερος οὗτός ἐστιν ὁ τυφλὸς παρὰ τὸν ἐκ γενετῆς, οὗ Ἰωάννης μέμνηται. Ἀλλὰ τούτων μὲν ἅλις. Ὅτι δὲ ὁ τυφλὸς οὗτος ἕτερος παρὰ τὸν ἐκ γενετῆς, δῆλον μὲν καὶ ἑτέρωθεν, μάλιστα δὲ ἐντεῦθεν· ἐκεῖνον μὲν γὰρ ἐξιὼν ἐκ τοῦ ἱεροῦ ἐθεράπευσε, τοῦτον δὲ ἐγγίζων εἰς Ἱεριχώ. Κἀκεῖνον μὲν οὐ παρακληθεὶς τῷ ἐκ πτύσματος πηλῷ καὶ τῷ τοῦ Σιλωὰμ ὕδατι ὠμμάτωσε, τούτῳ δὲ ἱκετεύσαντι τὸν λύχνον τοῦ σώματος ἐσβεσμένον ἀνῆψε λόγῳ μόνῳ χρησάμενος.

Ἱεριχὼ πόλις ἦν τῶν Χαναναίων μητρόπολις, ἥν ποτε μὲν Ἰησοῦς ὁ τοῦ Ναυῆ πολεμῶν καὶ ὀλοθρεύων κατέλαβε, νῦν δὲ ὁ ἀληθινὸς Ἰησοῦς θεραπεῦσαι παραγεγονὼς κατηξίωσε. Καὶ ὁ μὲν τυφλὸς ἐφωτίσθη, ὁ δὲ δῆμος ἐπιστώθη, πᾶσα δὲ γλῶσσα τὸν Ἰησοῦν ἐλάλει καὶ τὸν τυφλὸν ἅπας ὀφθαλμὸς εἶχεν ἀναβλέψαντα τοῦ θαύματος καὶ τῆς σωτηρίας διδάσκαλον αὐτοσχέδιον, οὐ λόγοις ἀλλ’ ἔργοις ἐκπαιδεύοντα τοὺς μαθητὰς τὴν ἀλήθειαν.