Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Αἰτήσεις Ἀρειανῶν

Μέγας Αθανάσιος

Πρώτη και δεύτερη αναφορά των Αρειανών στον αυτοκράτορα Ιοβιανό

Οι Αρειανοί ζητούν την αντικατάσταση του Αθανασίου και προβάλλουν παλαιές κατηγορίες, τις οποίες ο αυτοκράτορας απορρίπτει, επιβεβαιώνοντας την παραμονή του στον θρόνο της Αλεξάνδρειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ καὶ ἑτέρων τινῶν Ἀρειανῶν κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο ἀπερχομένου τοῦ βασιλέως εἰς κάμπον ἐν τῇ Ῥωμανησίᾳ πύλῃ δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου καὶ τῆς εὐσεβείας σου, ἄκουσον ἡμῶν. ὁ βασιλεὺς εἶπεν· τίνες ἐστὲ καὶ πόθεν; οἱ Ἀρειανοὶ εἶπον· κύριε, χριστιανοί. ὁ βασιλεὺς εἶπε· πόθεν καὶ ἐκ ποίας πόλεως; οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας. ὁ βασιλεὺς εἶπε· τί βούλεσθε; οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου, ἐπίσκοπον ἡμῖν δός. ὁ βασιλεὺς εἶπεν· ἐκέλευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον, Ἀθανάσιον, καθέζεσθαι ἐν τῷ θρόνῳ. οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷ καὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά. στρατιώτης ἐξαίφνης ζηλώσας ἀπεκρίνατο· δέομαί σου τοῦ βασιλείου, αὐτὸς ἐξέτασον, τίνες εἰσὶ καὶ πόθεν. οὗτοι γάρ εἰσι τὰ λείψανα καὶ ἡ παραβολὴ τῆς Καππαδοκίας, τὰ ὑπόλοιπα τοῦ ἀνοσίου ἐκείνου Γεωργίου, οἱ τὴν πόλιν καὶ τὸν κόσμον ἐρημώσαντες. ἀκούσας ὁ βασιλεὺς ἐπτέρνισε τὸν ἵππον καὶ ἀπῆλθεν εἰς τὸν κάμπον.

Δευτέρα ἐντυχία τῶν Ἀρειανῶν κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανασίου, ὅστις πρὸ δέκα καὶ εἴκοσι <καὶ τριάκοντα> ἐτῶν ἐξωρίσθη ἀπὸ τῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταντίου, καὶ ἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶ μακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν. ὁ βασιλεὺς εἶπεν· αἱ πρὸ δέκα καὶ εἴκοσι καὶ τριάκοντα ἐτῶν κατηγορίαι ἤδη παρῆλθον. ἐμοὶ μὴ λέγετε περὶ Ἀθανασίου· οἶδα γὰρ διά τι κατηγορήθη καὶ πῶς ἐξωρίσθη.