Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Αἰτήσεις Ἀρειανῶν

Μέγας Αθανάσιος

Τρίτη ακρόαση και απόρριψη των νέων κατηγοριών

Ο Ιοβιανός υπερασπίζεται την ορθόδοξη διδασκαλία του Αθανασίου έναντι των επικριτών του και απορρίπτει τις νέες κατηγορίες, προτρέποντας τα μέρη σε ειρήνευση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Τρίτη ἐντυχία τῶν Ἀρειανῶν καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου. ὁ βασιλεὺς εἶπεν· οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαια φανήσεται. ἀλλ’ ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν καὶ ἐκ τῶν τοῦ πλήθους ἑτέρους δύο· οὐ γὰρ δύναμαι πρὸς ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. οἱ ἐκ τοῦ πλήθους εἶπαν· οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν καὶ ἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντος οἰκῆσαι. οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου. ὁ βασιλεὺς εἶπεν· εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε. καὶ ὀργισθεὶς εἶπε· φέρι, φέρι. οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. ὁ βασιλεὺς εἶπε· καίτοι περιεργασάμενος ἔγνων, ὅτι καλῶς φρονεῖ καὶ ὀρθόδοξός ἐστι καὶ καλῶς διδάσκει. οἱ Ἀρειανοὶ εἶπον· τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. ὁ βασιλεὺς εἶπε· τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν θεὸν ἔχει. ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν, τὰ δὲ ἐγκάρδια ὁ θεὸς οἶδεν. οἱ Ἀρειανοὶ εἶπον· κέλευσον ἡμᾶς συνάγεσθαι. ὁ βασιλεὺς εἶπε· τίς γὰρ κωλύει ὑμᾶς;

οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, αἱρεσιώτας καὶ δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. ὁ βασιλεὺς εἶπεν· ἔργον αὐτοῦ ἐστι καὶ τῶν καλῶς διδασκόντων. οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλησιῶν περιῄρει. ὁ βασιλεὺς εἶπεν· οὐκοῦν ἕνεκεν χρημάτων ἤλθετε ὧδε καὶ οὐχ ἕνεκεν πίστεως; καὶ πάλιν εἶπεν· ἀπέλθετε καὶ εἰρηνεύετε. ἔτι προσθεὶς εἶπε πρὸς τοὺς Ἀρειανούς· ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. καὶ μετὰ τὴν ἀπόλυσιν εἰσὶν ὧδε ἐπίσκοποι καὶ Νεμεσῖνος ὧδέ ἐστιν. ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογράψει. καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον μάθῃ παρὰ Ἀθανασίου. ἔχετε τὴν αὔριον καὶ τὴν μεθαύριον. ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον. καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βασιλεῖ· δέομαι τοῦ βασιλείου σου προφάσει Ἀθανασίου τοῦ ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. ὁ βασιλεὺς εἶπεν· εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ; ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· κατηγορίαν ἔχω κατὰ Ἀθανασίου. ὁ βασιλεὺς εἶπε· καὶ σύ, τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς Ἕλλην ὤν; τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον.