Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Ιστορική Αναδρομή: Το Μελιτιανό Σχίσμα και η Σκευωρία περί του Αρσενίου

Αφήγηση των απαρχών της συμμαχίας των Μελιτιανών με τους Ευσεβιανούς, οι πρώτες συκοφαντίες και η κατάρρευση των κατηγοριών περί δολοφονίας του Αρσενίου κατόπιν ερευνών και της παρέμβασης του Μεγάλου Κωνσταντίνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 10

Τὰ μὲν οὖν γραφέντα ταῦτα, καὶ αὕτη τῶν ἐπισκόπων ἡ ψῆφος καὶ κρίσις ὑπὲρ ἡμῶν. ὅτι δὲ οὐ κεχαρισμένα πεποιήκασιν οὐδὲ ἀναγκαζόμενοι παρά τινος, βούλομαι συγχωρούντων ὑμῶν ἄνωθεν ἐξ ἀρχῆς διηγήσασθαι τὸ πρᾶγμα, ἵνα γνῶτε ὡς οἱ μὲν ἐπίσκοποι ὀρθῶς καὶ δικαίως βουλόμενοι τοιαῦτα ἔγραψαν, ὁ δὲ Οὐάλης καὶ Οὐρσάκιος κἂν ὀψέ ποτε τὴν ἀλήθειαν ὡμολόγησαν.

Πέτρος παρ᾽ ἡμῖν πρὸ μὲν τοῦ διωγμοῦ γέγονεν ἐπίσκοπος, ἐν δὲ τῷ διωγμῷ καὶ ἐμαρτύρησεν. οὗτος Μελίτιον ἀπὸ τῆς Αἰγύπτου λεγόμενον ἐπίσκοπον ἐπὶ πολλαῖς ἐλεγχθέντα παρανομίαις καὶ θυσίᾳ ἐν κοινῇ συνόδῳ τῶν ἐπισκόπων καθεῖλεν. ἀλλὰ Μελίτιος οὐ πρὸς ἑτέραν σύνοδον κατέφυγεν οὐδὲ ἐσπούδασεν ἀπολογήσασθαι τοῖς μετὰ ταῦτα, σχίσμα δὲ πεποίηκε καὶ ἀντὶ Χριστιανῶν Μελιτιανοὶ μέχρι νῦν οἱ τῆς ἐκείνου μερίδος ὀνομάζονται. εὐθύς τε τοὺς ἐπισκόπους λοιδορεῖν ἤρξατο καὶ πρῶτον αὐτὸν Πέτρον καὶ τὸν μετ᾽ αὐτὸν Ἀχιλλᾶν διέβαλε καὶ μετὰ Ἀχιλλᾶν Ἀλέξανδρον. τοῦτο δὲ πανούργως ἔπραττε μαθὼν καὶ παρὰ τοῦ Ἀβεσσαλώμ, ἵν᾽, ἐπειδὴ διὰ τὴν καθαίρεσιν ᾐσχύνετο, κἂν ταῖς διαβολαῖς ἀπατῆσαί πως τοὺς ἀκεραίους δυνηθῇ. ταῦτα δὲ πράττοντος τοῦ Μελιτίου γέγονε καὶ ἡ ἀρειανὴ αἵρεσις. ἀλλ᾽ ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν ἡ μὲν αἵρεσις ἀνεθεματίσθη καὶ οἱ Ἀρειανοὶ ἐξεβλήθησαν, οἱ δὲ Μελιτιανοὶ ὁπωσδήποτε ἐδέχθησαν· οὐ γὰρ ἀναγκαῖον νῦν τὴν αἰτίαν ὀνομάζειν. οὔπω γὰρ πέντε μῆνες παρῆλθον, καὶ ὁ μὲν μακαρίτης Ἀλέξανδρος τετελεύτηκεν, οἱ δὲ Μελιτιανοὶ δέον ἠρεμεῖν καὶ χάριν ἔχειν, ὅτι κἂν ὅλως ἐδέχθησαν, οἱ δὲ κατὰ τοὺς κύνας οὐκ ἐπιλαθόμενοι ὧν ἐξήρασαν πάλιν τὰς ἐκκλησίας ἐτάραττον. Εὐσέβιος τοίνυν τοῦτο μαθὼν καὶ προιστάμενος τῆς ἀρειανῆς αἱρέσεως πέμπει καὶ ὠνεῖται τοὺς Μελιτιανοὺς ἐπὶ πολλαῖς ἐπαγγελίαις.

καὶ γίνεται μὲν αὐτῶν κρύφα φίλος, συντάττεται δὲ αὐτοῖς εἰς ὃν ἐβούλετο καιρόν. τὴν μὲν οὖν ἀρχὴν προσέπεμπε προτρέπων δέξασθαί με τοὺς περὶ Ἄρειον, καὶ ἀγράφως μὲν ἠπείλει, γράφων δὲ ἠξίου. ἐπειδὴ δὲ ἀντέλεγον· ‘μὴ χρῆναι’ φάσκων ‘δεχθῆναι τοὺς αἵρεσιν ἐφευρόντας κατὰ τῆς ἀληθείας καὶ ἀναθεματισθέντας παρὰ τῆς οἰκουμενικῆς συνόδου’, ποιεῖ καὶ βασιλέα μοι γράψαι τὸν μακαρίτην Κωνσταντῖνον ἀπειλὴν ἔχοντα, εἰ μὴ λάβοιμι τοὺς περὶ Ἄρειον, ταῦτά με παθεῖν, ἃ πρότερον καὶ νῦν πέπονθα. τὸ τοίνυν μέρος τῆς ἐπιστολῆς ἐστι τοῦτο, καὶ παλατῖνοι Συγκλήτιος καὶ Γαυδέντιος ἦσαν οἱ κομίσαντες τὰ γράμματα·

Μέρος ἐπιστολῆς τοῦ βασιλέως Κωνσταντίνου ... Ἔχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα ἅπασι τοῖς βουλομένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. ἐὰν γὰρ γνῶ ὡς κεκώλυκάς τινας αὐτῶν τῆς ἐκκλησίας μεταποιουμένους ἢ ἀπεῖρξας τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καὶ καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως καὶ τῶν τόπων μεταστήσοντα ...

Ἐπειδὴ τοίνυν καὶ βασιλέα γράφων ἔπειθον ‘μηδεμίαν εἶναι κοινωνίαν τῇ χριστομάχῳ αἱρέσει πρὸς τὴν καθολικὴν ἐκκλησίαν’, τότε λοιπὸν Εὐσέβιος τὸν καιρὸν ὃν συνεφώνησε μετὰ τῶν Μελιτιανῶν προφέρων γράφει καὶ πείθει τούτους πλάσασθαι πρόφασιν, ἵν᾽, ὥσπερ κατὰ Πέτρου καὶ Ἀχιλλᾶ καὶ Ἀλεξάνδρου μεμελετήκασιν, οὕτω καὶ καθ᾽ ἡμῶν ἐπινοήσωσι καὶ θρυλήσωσι. πολλὰ μὲν οὖν ζητήσαντες καὶ μὴ εὑρόντες ὕστερον μετὰ γνώμης τῶν περὶ Εὐσέβιον συντιθέασι καὶ πλάττονται πρώτην κατηγορίαν διὰ Ἰσίωνος καὶ Εὐδαίμονος καὶ Καλλινίκου περὶ στιχαρίων λινῶν, ὡς ἐμοῦ κανόνα τοῖς Αἰγυπτίοις ἐπιβαλόντος καὶ πρώτους αὐτοὺς ἀπαιτήσαντος. ἀλλὰ πρεσβυτέρων ἡμετέρων εὑρεθέντων ἐκεῖ καὶ βασιλέως ἀκούοντος κατεγνώσθησαν. οἱ μὲν οὖν πρεσβύτεροι ἦσαν Ἄπις καὶ Μακάριος, ὁ δὲ βασιλεὺς γράφει καταγινώσκων μὲν Ἰσίωνος, κελεύων δὲ ἐμὲ ἀπαντῆσαι πρὸς αὐτόν. καὶ τὰ μὲν γραφέντα ἐστὶ ταῦτα· Ὁ δὲ Εὐσέβιος μαθὼν πείθει περιμένειν αὐτούς. καὶ ἐλθόντος μου κατηγοροῦσι πάλιν Μακαρίου μὲν περὶ ποτηρίου, ἐμὲ δὲ οὐ τὴν τυχοῦσαν διαβολήν, ἀλλὰ τὴν ἀνωτάτω πασῶν, ὅτι δὴ κατὰ βασιλέως γενόμενος ἔπεμψα γλωσσόκομον χρυσίου Φιλουμένῳ τινί. ὁ μὲν οὖν βασιλεὺς καὶ περὶ ταύτης ἐν τῇ Ψαμαθίᾳ ἤκουσεν ἡμῶν, αὐτοὶ δὲ συνήθως καταγνωσθέντες ἐρρίφησαν.

καὶ γράφει τοῖς λαοῖς ἐπανερχομένων ἡμῶν ταῦτα· Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ λαῷ τῷ κατὰ Ἀλεξάνδρειαν καθολικῆς ἐκκλησίας.

Ἀγαπητοὶ ἀδελφοί, προσαγορεύω ὑμᾶς ἐπικαλούμενος τὸν θεὸν τὸν τῆς ἐμῆς βουλήσεως μέγιστον μάρτυρα καὶ τὸν τοῦ ἡμετέρου νόμου μονογενῆ δημιουργόν, ὃς καὶ τῆς ζωῆς προκαθέζεται τῶν ἁπάντων καὶ τὰς διχονοίας μισεῖ. πλὴν τί ἂν εἴποιμι; ὅτι καλῶς ὑγιαίνομεν; ἀλλ᾽ ἐξῆν καλλίονος ἀπολαῦσαι τῆς εὐρωστίας, εἰ ὑμᾶς αὐτοὺς ἀμοιβαδὶς ἠγαπᾶτε ἀποσεισάμενοι τὰ μίση, δι᾽ ὧν ταῖς τῶν ἐρεσχηλούντων τρικυμίαις τὸν λιμένα τῆς ἀγάπης ἐγκατελίπομεν. φεῦ τῆς ἀτοπίας ταύτης· ὅσα καθ᾽ ἑκάστην ἡμέραν συμπτώματα τοῦ συγκεχυμένου φθόνου κινεῖται. οὕτω πρὸς τὸν λαὸν τοῦ θεοῦ μετῳκίσθησαν αἱ δυσφημίαι. ποῦ τοίνυν τῆς δικαιοσύνης ἡ πίστις ἀνακεχώρηκεν; ὅπου γε εἰς τοσοῦτον τῇ τοῦ σκότους ἀχλύι περιβεβλήμεθα οὐ μόνον διὰ τὴν πολύπλοκον πλάνην, ἀλλὰ καὶ διὰ τὰ τῶν ἀχαρίστων ἐλαττώματα. τῶν μὲν τὴν ἄνοιαν βραβευόντων ἀνεχόμεθα, τῶν δὲ τὴν ἐπιείκειαν καὶ τὴν ἀλήθειαν διακρουομένων αἰσθανόμενοι παρενθυμούμεθα. τί τὸ δεινὸν τοῦτο τῆς ἡμετέρας κακίας; τοὺς ἐχθροὺς οὐκ ἐλέγχομεν, ἀλλ᾽ ἑπόμεθα τῷ λῃστηρίῳ, δι᾽ οὗ ὁδόν τινα ἑαυτῇ, ἵν᾽ οὕτως εἴπω, ἡ τῆς ἀπωλείας ἀπάτη μηδενὸς ἀντικειμένου ῥᾳδίως εἰργάσατο. ἆρα οὐδεμία ἐστὶν αἴσθησις οὐδὲ κατὰ χάριν τῆς κοινῆς ἁπάντων φύσεως, εἴ γε τῶν τοῦ νόμου προσταγμάτων ἠμελήσαμεν; ἀλλ᾽ ἐρεῖ τις· κατὰ φύσιν ἡ ἀγάπη ἐξευρίσκεται.

τί οὖν ὅτι ἡμεῖς καὶ τὸν τοῦ θεοῦ νόμον πρὸς τῇ εὐφυίᾳ σχόντες ἀνεχόμεθα τῆς ὀχλήσεως καὶ τοῦ θορύβου τῶν ἐχθρῶν πυρσοῖς τισιν, ὡς ἔοικεν, ἐξαπτομένων; καὶ οὐχ ὁρῶμεν ὀφθαλμοὺς ἔχοντες οὐδὲ αἰσθανόμεθα, καίτοι ταῖς τοῦ νόμου αἰσθήσεσιν ὄντες πεφραγμένοι. ὁπόση ἄρα πτόησις τὴν ἡμετέραν ζωὴν κατείληφεν, ὅπου γε ἡμῶν ἑαυτῶν οὕτως ἀμελοῦμεν καὶ ταῦτα ὑπομιμνήσκοντος τοῦ θεοῦ; εἶτα οὐκ ἔστιν ἀφόρητον τὸ κακόν; οὐ πολεμίους ἡγεῖσθαι προσήκει τούτους, οὐ τὸν οἶκον καὶ τὸν λαὸν τοῦ θεοῦ; ἐμπαροινοῦσιν ἡμῖν καὶ ἐγκαλοῦσί γε οἱ πανώλεις ἐκεῖνοι καὶ ἐπιπλήσσουσιν ἐκ τῶν ἐναντίων ἡμῖν. μεθ᾽ ὅσης δὲ ἀπονοίας τοῦτο πράττουσιν, ὑμᾶς αὐτοὺς ἐννοεῖν ἀξιῶ. οἱ γὰρ μωροὶ ἐπὶ τῆς γλώττης κειμένην ἔχουσι τὴν κακίαν. οὗτοι γοῦν μολιβδίνας τινὰς ὀργὰς ἐπιφέρονται, ὡς ἑαυτοὺς μὲν κατ᾽ ἀντίδοσιν πλήττειν, ἡμᾶς δὲ πρὸς κέρδος τῆς οἰκείας κολάσεως ἀπάγειν. καὶ ὁ μὲν καλῶς διδάξας πολέμιος κρίνεται, ὁ δὲ τὴν τοῦ φθόνου κακίαν προβεβλημένος ἐκεῖνος τὴν τοῦ λαοῦ ἡμερότητα οὐ δεόντως καταλαμβάνει, πορθεῖ, καταναλίσκει, καὶ ἑαυτὸν κακοθελεῖ ἐγκωμίῳ κοσμεῖ καὶ συντίθησι, τὴν δὲ ἀλήθειαν ἀνατρέπει καὶ τὴν πίστιν ἀπατᾷ, μέχρις οὗ τῷ οἰκείῳ συνειδότι φωλεὸν καὶ κρυπτηρίαν ἐπιζητήσας εὕρῃ.

αὕτη γοῦν αὐτοὺς ἡ σκαιότης ἀθλίους ποιεῖ, ὅταν προπετῶς ἑαυτοὺς ἀναξίους ὄντας ἀποδέχωνται λέγοντες· ‘φεῦ τῶν κακῶν· ἐκεῖνος πρεσβύτερός ἐστι καὶ ἐκεῖνος παῖς, ἐμοῦ ἅπτεται ἡ τιμή, ἐμοὶ ὀφείλεται, ἐκείνου περιαιρεθῇ, ἐπεὶ αὐτὸς ἐμαυτῷ ἀφαρπάσας ἅπαντας ἐπ᾽ ἐξουσίας ἀπολέσαι πειράσομαι’. λαμπρά τις ἡ τῆς μανίας ἐκβόησις, τάγματα καὶ συλλόγους ἤ, ἵν᾽ οὕτως εἴπω, ἀρχιαιρεσίαν τῶν ἀτόπων τούτων συστημάτων ἰδεῖν. ὢ τῆς ἀτοπίας ἡμῶν, ἵν᾽ οὕτως εἴπω, ἐπὶ τῆς ἐκκλησίας τοῦ θεοῦ ἀνοίας ἐστὶν ἐπίδειξις. εἶτα οὐκ αἰδοῦνται; οὐκ αὐτοὶ ἑαυτοὺς ψέγουσιν οὐδὲ τὰς ψυχὰς δάκνονται, ἵνα νῦν γοῦν καταντικρὺ τῆς ἀπάτης καὶ τῆς ἐρεσχηλίας ἄξιόν τι φρονεῖν δόξωσι; βία μόνη ἐστὶ τοῦ φθόνου τοῖς ἰδίοις ἐπερειδομένη φαρμάκοις. οὐδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν, ἐμοὶ πιστεύσατε, ἀδελφοί. οὐδὲν ἕτερον ἐσπουδάκασιν, ἢ ἵνα κατατρίψαντες τοὺς ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ μεταμελείας ἔχωσιν. ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ ἡμέτερον ἀγαπήσατε καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ἡμετέρας ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας καὶ πρὸς τὸν θεὸν ἀπιδόντες ὑμᾶς αὐτοὺς ἀγαπᾶτε. ἐγὼ γὰρ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀσμένως προσηκάμην οὕτως τε προσεφθεγξάμην ὡς ἄνθρωπον αὐτὸν θεοῦ ὄντα πεπεισμένος. ὑμέτερόν ἐστι ταῦτα συνιέναι, οὐκ ἐμὸν κρίνειν.

τὴν γὰρ παρ᾽ ἐμοῦ πρόσρησιν αὐτὸν Ἀθανάσιον ὑμῖν διακονῆσαι τὸν αἰδεσιμώτατον ἀναγκαῖον ἡγησάμην ἐννοῶν τὴν ἐπιμέλειαν τῆς ἐπιεικείας αὐτοῦ, ἥτις οὐκ ἀναξίως τῆς εἰρηνικῆς μου πίστεως εἰς τὸ ἀγαθὸν τῆς σωτηριώδους γνώμης κατέχεται διαπαντὸς καὶ ἕξει τὸν προτρέποντα λογισμόν. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.

Τούτων οὕτως πραχθέντων πρὸς ὀλίγον ἡσυχάσαντες οἱ Μελιτιανοὶ παροξύνονται πάλιν, καὶ ταύτην ὕστερον τίθενται βουλὴν σπουδάζοντες ἀρέσαι τοῖς μισθωσαμένοις αὐτούς. Μαρεώτης χώρα τῆς Ἀλεξανδρείας ἐστίν· ἐν ταύτῃ σχίσμα Μελίτιος οὐκ ἠδυνήθη ποιῆσαι. τῶν τοίνυν ἐκκλησιῶν ἐν ὡρισμένοις τόποις οὐσῶν καὶ τῶν πρεσβυτέρων πάντων ἐν αὐταῖς συναγόντων τῶν τε λαῶν εἰρηνευόντων Ἰσχύρας τις οὕτω λεγόμενος, οὐ κληρικός, ἀλλὰ καὶ τὸν τρόπον πονηρός, ἐπεχείρει τοὺς ἐν τῇ ἰδίᾳ κώμῃ πλανᾶν λέγων εἶναί τινα ἑαυτὸν κληρικόν. τοῦτο μαθὼν ὁ τῶν τόπων πρεσβύτερος περιερχομένῳ μοι τὰς ἐκκλησίας ἀναγγέλλει. καὶ ἀποστέλλω σὺν αὐτῷ Μακάριον πρεσβύτερον καλέσαι τὸν Ἰσχύραν. εὑρόντες δὲ αὐτὸν νοσοῦντα καὶ κατακείμενον ἐν κελλίῳ ἐντέλλονται τῷ πατρὶ αὐτοῦ παραγγεῖλαι τῷ υἱῷ μηδέν τι τοιοῦτον ἐπιχειρεῖν, οἷον εἴρηται κατ᾽ αὐτοῦ. ἀλλ᾽ ἀναστὰς ἀπὸ τῆς νόσου καὶ κωλυόμενος ἀπὸ τῶν ἰδίων καὶ τοῦ πατρὸς καταφεύγει πρὸς τοὺς Μελιτιανούς. κἀκεῖνοι κοινοῦνται τοῖς περὶ Εὐσέβιον καὶ λοιπὸν συντίθεται παρ᾽ αὐτῶν ἡ συκοφαντία ὅτι δὴ ποτήριον μὲν Μακάριος κατέαξεν, Ἀρσένιος δέ τις ἐπίσκοπος ἐφονεύθη παρ᾽ ἡμῶν.

καὶ τὸν μὲν Ἀρσένιον κρύπτουσιν ὑπὲρ τοῦ μὴ φαινόμενον αὐτὸν ὡς ἀναιρεθέντα νομίζεσθαι καὶ χεῖρα, φησίν, ὡς συγκοπέντος αὐτοῦ περιέφερον, τὸν δὲ Ἰσχύραν, ὃν οὐκ ᾔδεισαν, ἄρχονται θρυλεῖν ὡς πρεσβύτερον, ἵνα καὶ περὶ ποτηρίου λέγων πλανᾶν δύνηται. ὁ μὲν οὖν Ἰσχύρας μεμφομένων αὐτὸν τῶν ἰδίων ἦλθε πρὸς ἡμᾶς ἀποδυρόμενος καὶ λέγων μηδὲν μὲν γεγενῆσθαι παρὰ Μακαρίου, οἷον ἐθρύλησαν, ὑποβεβλῆσθαι δὲ ἑαυτὸν παρὰ τῶν Μελιτιανῶν πλάσασθαι τοιαύτην λοιδορίαν. καὶ γράφει ταῦτα· Τῷ μακαρίῳ πάπᾳ Ἀθανασίῳ Ἰσχύρας ἐν κυρίῳ χαίρειν.

Ἐπειδὴ προσῆλθόν σοι, κύριε ἐπίσκοπε, βουλόμενος τῆς ἐκκλησίας εἶναι, ᾐτιάσω δέ με ἐφ᾽ οἷς πρότερον ἐφθεγξάμην, ὡς ἐμοῦ ἀπὸ προαιρέσεως εἰς τοῦτο παρελθόντος, τούτου ἕνεκεν ταύτην τὴν ἀπολογίαν ἐγγράφως σοι ἐπιδίδωμι, ἵν᾽ εἰδέναι ἔχοις ὅτι βίας μοι γενομένης καὶ πληγῶν ἐπιτεθεισῶν ἀπὸ Ἰσαὰκ καὶ Ἡρακλείδου καὶ Ἰσαὰκ τοῦ τῆς Λητοῦς καὶ ὑπὸ τῶν σὺν αὐτοῖς. ἐγὼ δὲ μάρτυρα τὸν θεὸν εἰς τοῦτο λαμβάνων ἀπολογοῦμαι ὅτι οὐδὲν ὧν ἐκεῖνοι εἰρήκασι σύνοιδά σε πεποιηκέναι. οὔτε γὰρ ποτηρίου κλάσις γέγονεν οὔτε τῆς ἁγίας τραπέζης καταστροφὴ γεγένηται, ἀλλὰ ταῦτα πάντα ἐκεῖνοι βίαν ἐπιθέντες μοι εἰς τοῦτο παρώρμησάν με. ταῦτα δὲ ἀπελογησάμην σοι καὶ ἐγγράφως ἐπιδέδωκα αἱρούμενος καὶ ἐπιδικαζόμενος εἶναι τῶν ὑπὸ σὲ συναγομένων. ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ.

Ἐπιδέδωκα δὲ τήνδε μου τὴν χεῖρά σοι τῷ ἐπισκόπῳ Ἀθανασίῳ ἐπὶ παρουσίᾳ τῶν πρεσβυτέρων Ἀμμωνᾶ Δικέλλης, Ἡρακλείου Φάσκω, Βόκκονος Χενεβρί, Ἀχιλλᾶ Μυρσίνης, Διδύμου Ταφοσίρεως καὶ Ἰούστου ἀπὸ Βωμοθέου, καὶ διακόνων ἀπὸ μὲν Ἀλεξανδρείας Παύλου καὶ Πέτρου καὶ Ὀλυμπίου, ἀπὸ δὲ Μαρεώτου Ἀμμωνίου καὶ Πιστοῦ καὶ Δημητρίου καὶ Γαίου.

Ταῦτα γράψαντος καὶ Ἰσχύρα ὅμως πάλιν τὴν τοιαύτην κατηγορίαν θρυλοῦσι μὲν πανταχοῦ, ἀναφέρουσι δὲ καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ. κἀκεῖνος περὶ μὲν τοῦ ποτηρίου φθάσας ἦν ἀκούσας αὐτὸς ἐν τῇ Ψαμαθίᾳ παρόντων ἡμῶν καὶ καταγνοὺς τῆς συκοφαντίας τῶν ἐχθρῶν, γράφει δὲ εἰς τὴν Ἀντιόχειαν Δαλματίῳ τῷ κήνσωρι ἀκοῦσαι περὶ τῆς τοῦ φόνου δίκης. ὁ τοίνυν κήνσωρ ἐπιστέλλει μοι παρασκευάσασθαι πρὸς ἀπολογίαν τοῦ ἐγκλήματος. ἐγὼ δὲ δεξάμενος τὰ τοιαῦτα γράμματα, καίτοι τὴν ἀρχὴν μηδὲ προσποιούμενος διὰ τὸ εἰδέναι μηδὲν αὐτοὺς λέγειν ἀληθές, ὅμως, ἐπειδὴ βασιλεὺς κεκίνητο, γράφω τοῖς συλλειτουργοῖς εἰς Αἴγυπτον καὶ πέμπω διάκονον βουλόμενος μαθεῖν περὶ Ἀρσενίου· οὐ γὰρ ἑωράκειν τὸν ἄνθρωπον ἔτεσί που πέντε ἢ ἕξ. καὶ τί γάρ; ἵνα μὴ τελείως τὰ τούτων λέγω, ἐγνώσθη κρυπτόμενος ὁ Ἀρσένιος τὴν μὲν ἀρχὴν ἐν Αἰγύπτῳ, λοιπὸν δὲ καὶ ἐν Τύρῳ πάλιν κρυπτόμενον αὐτὸν εὗρον οἱ ἡμέτεροι. καὶ τό γε θαυμαστὸν οὐδὲ εὑρεθεὶς ὡμολόγει αὐτὸς εἶναι Ἀρσένιος, ἕως ἐν δικαστηρίῳ ἐπὶ Παύλου τοῦ τηνικαῦτα ἐπισκόπου τῆς Τύρου ἠλέγχθη καὶ καταισχυνθεὶς λοιπὸν οὐκ ἠρνήσατο. τοῦτο δὲ ἐποίει φυλάττων 〈τὴν πρὸς〉 τοὺς περὶ Εὐσέβιον συνθήκην, ἵνα μὴ ὡς εὑρεθέντος λοιπὸν ἐκείνων τὸ δρᾶμα διαλυθῇ, ὅπερ καὶ γέγονε.

γράψαντος γάρ μου τῷ βασιλεῖ ὅτι Ἀρσένιος εὑρέθη, καὶ ὑπομνήσαντος αὐτὸν περὶ ὧν ἤκουσεν ἐν τῇ Ψαμαθίᾳ Μακαρίου τοῦ πρεσβυτέρου χάριν, ἔπαυσε μὲν τὸ δικαστήριον τοῦ κήνσωρος, ἔγραψε δὲ καταγινώσκων τὴν συκοφαντίαν τῶν καθ᾽ ἡμῶν γενομένων καὶ τοὺς περὶ Εὐσέβιον ἐρχομένους εἰς τὴν Ἀνατολὴν καθ᾽ ἡμῶν ἐκέλευσεν ὑποστρέψαι. ὅτι μὲν οὖν κατηγόρησαν ὡς ἀναιρεθέντος Ἀρσενίου, ἵνα μὴ ταῖς παρὰ τῶν πολλῶν γραφείσαις ἐπιστολαῖς χρήσωμαι, ἀρκεῖ μόνον τὴν Ἀλεξάνδρου τοῦ ἐπισκόπου Θεσσαλονίκης παραθέσθαι· ἀπὸ γὰρ ταύτης καὶ τὰς τῶν ἄλλων γνῶναι δυνατόν. ἐκεῖνος τοίνυν εἰδὼς ὅσα μὲν ἐθρύλησε καθ᾽ ἡμῶν Ἀρχὰφ ὁ καὶ Ἰωάννης περὶ φόνου, καὶ μαθὼν ὅτι ζῇ Ἀρσένιος, γράφει ταῦτα· Κυρίῳ ἀγαπητῷ υἱῷ καὶ ὁμοψύχῳ συλλειτουργῷ Ἀθανασίῳ Ἀλέξανδρος ἐπίσκοπος ἐν κυρίῳ χαίρειν.

Συγχαίρω τῷ βελτίστῳ Σαραπίωνι οὕτως ἱεροῖς ἑαυτὸν ἤθεσι κοσμεῖν ἀγωνιζομένῳ καὶ τήν [τε] τοῦ πατρὸς μνήμην ἐγκωμιαστικώτερον ἐπαύξοντι. «ἐτελεύτησε γάρ», ὥς που ἡ ἱερά φησι γραφή, «ὁ πατὴρ αὐτοῦ καὶ ὡς οὐκ ἀπέθανε», κατέλιπε γὰρ τῷ βίῳ μνημόσυνον. ὅπως μὲν οὖν διεκείμεθα περὶ τὸν μνήμης ἄξιον Σώζοντα, οὐδ᾽ αὐτὸς ἀγνοεῖς, δέσποτα, τὴν περὶ ἐκεῖνον ἱερὰν μνήμην καὶ τὴν προσοῦσαν τῷ νεωτέρῳ ἐπιείκειαν. μίαν μόνην τὴν διὰ τοῦ νεωτέρου τούτου ἐδεξάμην παρὰ τῆς σεμνότητός σου ἐπιστολήν. ἐδήλωσα οὖν σοι αὐτὸ τοῦτο, ἵν᾽ εἰδέναι ἔχοις, δέσποτα. ὁ ἀγαπητὸς ἡμῶν καὶ συνδιάκονος Μακάριος εὔφρανέ με ἀπὸ τῆς Κωνσταντινουπόλεως γράψας, ὅπως Ἀρχὰφ ὁ συκοφάντης ἠσχημόνησε τὸν ζῶντα ὡς φονευθέντα παρὰ πᾶσι κηρύξας. ὅτι γὰρ τὴν ἐπὶ τοῖς τολμηθεῖσιν αὐτῷ ἀξίαν εἴσπραξιν κομιεῖται παρὰ τοῦ δικαίου κριτοῦ μετὰ τοῦ ὁμοτρόπου στίφους, αἱ ἀψευδεῖς ἀναφωνοῦσι γραφαί. ὁ τῶν ὅλων διατηροίη σε ἐπὶ μήκιστον δεσπότης, κύριε πάντων χάριν χρηστότατε.

Ὅτι δὲ ἐκρύπτετο Ἀρσένιος διὰ τοῦτο, ἵνα θάνατον οὗτοι πλάσωνται, τοῦτο μαρτυροῦσιν οἱ σὺν αὐτῷ διατρίψαντες· ζητοῦντες γὰρ αὐτὸν εὕρομεν τοῦτον, καὶ ἔργαψε 〈ὁ Πίννης〉 πρὸς Ἰωάννην τὸν ὑποκρινόμενον τὴν τοιαύτην συκοφαντίαν ταῦτα· Τῷ ἀγαπητῷ ἀδελφῷ Ἰωάννῃ Πίννης πρεσβύτερος μονῆς Πτεμενκύρκεως τοῦ Ἀντεοπολίτου νομοῦ χαίρειν.

Γινώσκειν σε θέλω ὅτι ἀπέστειλεν Ἀθανάσιος εἰς τὴν Θηβαίδα διάκονον ἑαυτοῦ ἐρευνῆσαι πάντα ἕνεκεν Ἀρσενίου. καὶ πρῶτον μὲν εὑρεθέντες Πεκύσιος πρεσβύτερος καὶ Σιλβανὸς ὁ ἀδελφὸς Ἠλία καὶ Ταπενακεραμεὺς καὶ Παῦλος μοναχὸς ἀπὸ Ὑψηλῆς ὡμολόγησαν ὅτι παρ᾽ ἡμῖν ἐστιν Ἀρσένιος, ἡμεῖς δὲ μαθόντες πεποιήκαμεν αὐτὸν ἐμβληθῆναι εἰς πλοῖον καὶ πλεῦσαι εἰς τὰ κάτω μέρη μετὰ Ἠλία μοναχοῦ. καὶ ἐξαίφνης μετὰ ταῦτα πάλιν ἀνελθὼν ὁ διάκονος μετά τινων ἐπιστὰς ἐν τῇ μονῇ ἡμῶν ἕνεκεν τοῦ αὐτοῦ Ἀρσενίου αὐτὸν μὲν οὐχ εὕρηκεν διὰ τὸ ἀπεσταλκέναι ἡμᾶς αὐτόν, ὡς προείπομεν, ἐν τοῖς κάτω μέρεσιν, ἐμὲ δὲ μετὰ τοῦ μοναχοῦ τοῦ παραλαβόντος αὐτὸν Ἠλία κατήνεγκαν εἰς τὴν Ἀλεξάνδρειαν καὶ προσήνεγκάν με τῷ δουκί, καὶ οὐκ ἴσχυσα ἀρνήσασθαι, ἀλλ᾽ ὡμολόγησα, ὅτι ζῇ καὶ οὐκ ἀνῃρέθη. τὰ αὐτὰ δὲ καὶ ὁ παραλαβὼν αὐτὸν μοναχὸς ὡμολόγησε. διὰ τοῦτο ταῦτά σοι γνωρίζω, πάτερ, ἵνα μὴ δόξῃ σοι κατηγορῆσαι Ἀθανασίου· εἶπον γὰρ ὅτι ζῇ καὶ παρ᾽ ἡμῖν ἦν κρυπτόμενος. καὶ ἐγνωρίσθη πάντα ταῦτα ἐν Αἰγύπτῳ καὶ οὐκέτι δύναται κρυβῆναι τοῦτο. Παφνούτιος μοναχὸς τῆς αὐτῆς μονῆς ὁ γράψας τὴν ἐπιστολὴν πολλά σε ἀσπάζομαι, ἐρρῶσθαί σε εὔχομαι.

Ἃ δὲ καὶ βασιλεὺς ἔγραψε μαθὼν ὅτι εὑρέθη Ἀρσένιος ζῶν, ἔστι ταῦτα· Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ πάπᾳ Ἀθανασίῳ. Τοῖς παρὰ τῆς σῆς συνέσεως ἐντυχὼν γράμμασι ταύτης γνώμης αὐτὸς ἐγενόμην, ὡς ἀντιγράφων τῇ σῇ στερρότητι προτρέψασθαί σε, ὅπως πρὸς εὐταξίαν καὶ οἶκτον τὸν τοῦ θεοῦ λαὸν ἄγειν σπουδάσῃς. ταῦτα γὰρ μάλιστα προηγούμενα ἐν τῇ ἐμαυτοῦ ψυχῇ κατέχω, ὡς ἀλήθειάν τε ἀσκεῖν καὶ ἐν τῇ διανοίᾳ δικαιοσύνην ἀεὶ φυλάττειν καὶ τούτοις μάλιστα χαίρειν τοῖς ὀρθὴν ὁδὸν τοῦ βίου πορευομένοις. περὶ δὲ ἐκείνων τῶν πάσης ἀρᾶς ἀξίων, τῶν Μελιτιανῶν δηλαδὴ τῶν σκαιοτάτων καὶ ἀθεμίτων, οἵτινες τῇ ἐμπληξίᾳ λοιπὸν ἀπονεναρκήκασι καὶ μόνον φθόνῳ καὶ ζάλῃ καὶ θορύβοις τὰ ἄτοπα κινοῦσι τὴν ἀθέμιτον αὐτῶν διάνοιαν ἐπιδεικνύντες, ταῦτα φθέγξομαι. ὁρᾷς γάρ, ὅπως οἱ ἄνδρες, οὓς ἐκεῖνοι ξίφει ἀνῃρῆσθαι ἔφασκον, ἐν μέσοις νῦν εἰσι καὶ τῆς ζωῆς ἀπολαύουσι. πρὸς δὴ ταῦτα τί ἂν γένοιτο πρόκριμα χεῖρον οὕτω φανερῶς καὶ σαφῶς ἐπιφερόμενον τῇ ἐκείνων δίκῃ, ἢ τὸ τούτους, οὓς ἀνῃρῆσθαι ἔλεγον, ζῆν τε καὶ τοῦ βίου ἀπολαύειν, οἵτινες δηλονότι καὶ ὑπὲρ ἑαυτῶν φθέγξασθαι δυνήσονται; προσέκειτο δὲ καὶ τοῖς παρὰ τῶν Μελιτιανῶν ἐκείνων καὶ τοῦτο.

διεβεβαιοῦντο γὰρ ἀθεμίτῳ ὁρμῇ ἐπεισελθόντα σε καὶ ἁρπάσαντα ποτήριον ἐν τῷ ἁγιωτάτῳ ἀποκείμενον τόπῳ κεκλακέναι, οὗ πράγματος ἀληθῶς οὐδὲν μεῖζον ἦν ἔγκλημα οὔτε τηλικοῦτον ἀτόπημα, εἰ τοῦτο οὕτως πεπρᾶχθαί τε καὶ ἡμαρτῆσθαι συνέβαινεν. ἀλλὰ γὰρ τίς ἡ κατηγορία αὕτη; τίς δὲ ἡ μετάβασις καὶ ποικιλία τοῦ πράγματος, ὡς νῦν εἰς ἕτερον πρόσωπον τὴν κατηγορίαν τοῦ ἐγκλήματος τούτου μετάγειν; ὅπερ δηλονότι πρᾶγμα αὐτοῦ τοῦ φωτὸς ὡς εἰπεῖν ἐστὶ τηλαυγέστερον, ὅτι τῇ σῇ συνέσει ἐπιβουλεῦσαι ἐσπούδαζον. μετὰ δὴ ταῦτα τίς ἂν ἐκείνοις τοῖς ἀνθρώποις τοῖς τοσαῦτα εἰς βλάβην ἀναπλασαμένοις ἀκολουθῆσαι ἐθελήσειεν; ὅταν μάλιστα αὐτοὶ ἑαυτοὺς εἰς ὄλεθρον ἄγωσι καὶ συνορῶσιν ὅτι πεπλασμένων καὶ ψευδῶν πραγμάτων εἰσὶ κατήγοροι; ὡς ἔφην τοίνυν, τίς ἂν ἐκείνοις ἐξακολουθήσειε καὶ εἰς τὴν ὁδὸν τῆς ἀπωλείας πρηνὴς ἀπέλθοι; εἰς ἐκείνην δηλαδὴ εἰς ἣν ἐκεῖνοι μόνοι τὴν ἐλπίδα τῆς σωτηρίας καὶ τῆς ἐπικουρίας ἔχειν οἴονται. εἰ γὰρ βούλοιντο ἐπὶ καθαρὰν ἐλθεῖν συνείδησιν καὶ ὑπομνησθῆναι τῆς ἀρίστης γνώμης καὶ ἐπὶ τὴν ὑγιαίνουσαν ἐλθεῖν διάνοιαν, ῥᾳδίως γνώσονται οὐδεμίαν αὐτοῖς ὑπάρχειν ἐπικουρίαν παρὰ τῆς προνοίας, ἐπειδήπερ τοιούτων εἰσὶ ζηλωταὶ καὶ ἐπὶ τῷ οἰκείῳ ὀλέθρῳ πειράζονται. ταύτην δὴ οὖν οὐ τραχύτητά τινα, ἀλλὰ ἀλήθειαν δικαίως ἂν εἴποιμι.

τὸ τελευταῖον δὲ καὶ τοῦτο προστίθημι, ὅτιπερ βουλόμεθα δημοσίᾳ παρὰ τῆς σῆς συνέσεως πολλάκις ἀναγνωσθῆναι ταῦτα, ὡς ἂν ἐντεῦθεν εἰς τὴν ἁπάντων γνῶσιν ἔλθοι καὶ μάλιστα εἰς τὴν ἐκείνων ἀφικέσθαι δυνηθείη, οἵτινες οὕτω πράττουσιν, οὕτως ἀναστρέφουσιν, ὡς ταῦτα ἅπερ παρ᾽ ἡμῶν 〈δι᾽〉 εὐθείας λέγεται λόγῳ, τῇ τῆς ἀληθείας εἰρῆσθαι πράξει. ἐπεὶ τοίνυν ἐν τούτῳ τῷ πράγματι τηλικοῦτόν ἐστιν ἀτόπημα, γινωσκέτωσαν οὕτω με κεκρικέναι καὶ ταύτης εἶναι τῆς προαιρέσεως· εἴ τι τοιοῦτον κινοῖεν, μηκέτι λοιπὸν κατὰ τοὺς τῆς ἐκκλησίας ἀλλὰ κατὰ τοὺς δημοσίους νόμους αὐτόν με δι᾽ ἐμαυτοῦ τῶν πραγμάτων ἀκροασόμενον καὶ λοιπὸν εὑρήσοντα αὐτοὺς ὅτι μὴ μόνον κατὰ τοῦ ἀνθρωπίνου γένους λῃσταί τινες ὄντες, ἀλλὰ γὰρ καὶ κατ᾽ αὐτῆς τῆς θείας διδασκαλίας φαίνονται. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.

Ὑπὲρ δὲ τοῦ καὶ πλέον δειχθῆναι τὴν πονηρίαν τῶν συκοφαντῶν, ἰδοὺ καὶ ἔγραψεν Ἀρσένιος μετὰ τὸ εὑρεθῆναι κρυπτόμενον αὐτόν. ὡς γὰρ Ἰσχύρας ἔγραψεν ὁμολογῶν τὴν συκοφαντίαν, οὕτως Ἀρσένιος γράφων ἐλέγχει πλέον ἐκείνων τὴν κακοήθειαν.

Ἀθανασίῳ μακαρίῳ πάπᾳ Ἀρσένιος ἐπίσκοπος [τῶν ποτε ὑπὸ Μελίτιον] τῆς Ὑψηλιτῶν πόλεως ἅμα πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ πλεῖστα χαίρειν. ... Καὶ ἡμεῖς ἀσπαζόμενοι τὴν εἰρήνην καὶ ἕνωσιν πρὸς τὴν καθολικὴν ἐκκλησίαν, ἧς σὺ κατὰ χάριν θεοῦ προίστασαι, προῃρημένοι τε τῷ ἐκκλησιαστικῷ κανόνι κατὰ τὸν παλαιὸν τύπον ὑποτάσσεσθαι, γράφομέν σοι, ἀγαπητὲ πάπα, ὁμολογοῦντες ἐν ὀνόματι κυρίου τοῦ λοιποῦ μὴ κοινωνήσειν τοῖς ἔτι σχίζουσι καὶ μηδέπω εἰρηνεύουσι πρὸς τὴν καθολικὴν ἐκκλησίαν ἐπισκόποις τε καὶ πρεσβυτέροις καὶ διακόνοις μήτε συνθέσθαι αὐτοῖς βουλομένοις τι ἐν συνόδῳ μήτε γράμματα εἰρηνικὰ ἀποστέλλειν μήτε δέξασθαι παρ᾽ αὐτῶν μηδ᾽ αὖ δίχα γνώμης σου τοῦ τῆς μητροπόλεως ἐπισκόπου ὅρον τινὰ ἐκφέρειν περὶ ἐπισκόπων ἢ περὶ δόγματος ἑτέρου κοινοῦ ἐκκλησιαστικοῦ, ἀλλ᾽ εἴκειν πᾶσι τοῖς προτετυπωμένοις κανόσι καθ᾽ ὁμοιότητα τῶν ἐπισκόπων Ἀμμωνιανοῦ καὶ Τυράννου καὶ Πλουσιανοῦ καὶ τῶν λοιπῶν ἐπισκόπων.

πρὸς ταῦτα οὖν ἀξιοῦμεν τὴν σὴν χρηστότητα ἀντιγράψαι μὲν ἡμῖν διὰ τάχους ὡσαύτως τε καὶ τοῖς συλλειτουργοῖς περὶ ἡμῶν ὅτι εἴημεν ἤδη ἐπὶ τοῖς προειρημένοις ὅροις εἰρηνεύσαντες πρὸς τὴν καθολικὴν ἐκκλησίαν καὶ ἑνωθέντες τοῖς συλλειτουργοῖς ἐπὶ τῶν τόπων· πιστεύομεν δέ, ὡς αἱ εὐχαί σου ἐνεργήσουσιν εὐπρόσδεκτοι οὖσαι, ὥστε τὴν τοιαύτην εἰρήνην βεβαίαν καὶ ἀδιάλυτον εἶναι μέχρι τέλους κατὰ τὸ βούλημα τοῦ δεσπότου τῶν ἁπάντων θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. τὸ ὑπὸ σὲ ἱερατεῖον ἡμεῖς καὶ οἱ σὺν ἡμῖν προσαγορεύομεν. ὅσον δὲ οὐδέπω θεοῦ ἐπιτρέποντος ἀπαντήσομεν πρὸς τὴν σὴν χρηστότητα. Ἀρσένιος ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ πολλοῖς χρόνοις, μακαριώτατε πάπα.

Μείζων δὲ καὶ φανερώτερος ἔλεγχος τῆς καθ᾽ ἡμῶν συκοφαντίας ἡ μετάνοια Ἰωάννου, καὶ τούτου μάρτυς ὁ θεοφιλέστατος καὶ μακαρίας μνήμης βασιλεὺς Κωνσταντῖνος. εἰδὼς γάρ, ἅπερ Ἰωάννης κατ᾽ αὐτοῦ κατηγόρησε, καὶ δεξάμενος γράμματα μεταγινώσκοντος αὐτοῦ ἔγραψε ταῦτα· Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Ἰωάννῃ.

Πάνυ μοι καταθύμια γέγονε τὰ παρὰ τῆς σῆς φρονήσεως γράμματα. ἔγνων γὰρ ἐξ αὐτῶν, ἃ μάλιστα γνῶναι ἐπόθουν, πᾶσαν μὲν μικροψυχίαν ἀποτεθεῖσθαί σε, τῇ δὲ ἐκκλησίᾳ, ὡς προσῆκον ἦν, κεκοινωνηκέναι καὶ Ἀθανασίῳ τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ ἐς τὰ μάλιστα εἰς ὁμόνοιαν ἐλθεῖν. εὖ ἴσθι τοίνυν, ὡς ἕνεκά γε τούτων πάνυ σε ἐπαινέσας ἔχω, ὅτι πᾶσαν ἀφεὶς ἁψιμαχίαν, ὃ τῷ θεῷ φίλον ἦν, πεποίηκας τῆς πρὸς τὴν ἐκκλησίαν ἑνώσεως ἀντιλαμβανόμενος. ἵνα τοίνυν καὶ ὧν ἐπιθυμεῖς τετυχηκέναι δοκοίης, ἐπιτρέψαι σοι δεῖν ᾠήθην ὀχήματος ἐπιβῆναι δημοσίου καὶ εἰς τὸ στρατόπεδον τῆς ἐμῆς ἡμερότητος σπουδάσαι. σὸν λοιπὸν ἔστω μηδὲν μελλῆσαι, ἀλλὰ τῆς ἐπιστολῆς σοι ταύτης ὀχήματος δημοσίου ἐξουσίαν χορηγούσης εὐθέως πρὸς ἡμᾶς ἀφικέσθαι, ἵνα καὶ τὴν ἐπιθυμίαν ἐμπλήσῃς τὴν σαυτοῦ καὶ θεασάμενος ἡμᾶς τῆς προσηκούσης ἀπολαύσῃς εὐφροσύνης. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.